← 第欧根尼·拉尔修

哲人言行录

§7.1.150-7.1.154

质料与实体以及气象与自然现象的成因

本节阐述了斯多亚派关于质料与实体的学说(总体与局部的质料、物体的有限性与被动性、无限分割与通体混合)、神灵与英雄的定义,以及四季、风、彩虹、彗星、雨雪雷电和地震等诸般气象与自然现象的成因和分类。

← 上一节下一节 →

Οὐσίαν δέ φασι τῶν ὄντων ἁπάντων τὴν πρώτην ὕλην, ὡς καὶ Χρύσιππος ἐν τῇ πρώτῃ τῶν Φυσικῶν καὶ Ζήνων. ὕλη δέ ἐστιν ἐξ ἧς ὁτιδηποτοῦν γίνεται. καλεῖται δὲ διχῶς, οὐσία τε καὶ ὕλη, ἥ τε τῶν πάντων καὶ ἡ τῶν ἐπὶ μέρους. ἡ μὲν οὖν τῶν ὅλων οὔτε πλείων οὔτʼ ἐλάττων γίνεται, ἡ δὲ τῶν ἐπὶ μέρους καὶ πλείων καὶ ἐλάττων. σῶμα δέ ἐστι κατʼ αὐτοὺς ἡ οὐσία καὶ πεπερασμένη, καθά φησιν Ἀντίπατρος ἐν δευτέρῳ Περὶ οὐσίας καὶ Ἀπολλόδωρος ἐν τῇ Φυσικῇ. καὶ παθητὴ δέ ἐστιν, ὡς ὁ αὐτός φησιν· εἰ γὰρ ἦν ἄτρεπτος, οὐκ ἂν τὰ γινόμενα ἐξ αὐτῆς ἐγίνετο· ἔνθεν κἀκεῖνʼ ὡς ἥ τε τομὴ εἰς ἄπειρόν ἐστιν1. (ἣν ἄπειρον 〈οὐκ εἰς ἄπειρόν〉 φησιν ὁ Χρύσιππος· οὐ γάρ ἐστί τι ἄπειρον, εἰς ὃ γίνεται ἡ τομή. ἀλλʼ ἀκατάληκτός ἐστι.)

他们说,一切存在之物的实体乃是本原质料,正如克律西波在《物理学论考》第一卷中所述,芝诺亦然。质料是任何事物据以产生的东西。它有双重称谓,即实体与质料,既有总体事物的,也有局部事物的。总体的质料既不增加也不减少,而局部的质料则既会增加也会减少。依他们之见,实体是物体且是有限的,正如安提帕特在《论实体》第二卷、阿波罗多洛在《物理学》中所述。并且实体也是被动的,正如同一作者所言;因为倘若它是不可变易的,从它产生的事物便不会产生。由此亦得出分割是无止境的(克律西波称之为无限的,但并非走向无限;因为并不存在一个分割据以趋向的无限之物,而是分割永无停息)。

Καὶ τὰς κράσεις δὲ διόλου γίνεσθαι, καθά φησιν ὁ Χρύσιππος ἐν τῇ τρίτῃ τῶν Φυσικῶν, καὶ μὴ κατὰ περιγραφὴν καὶ παράθεσιν· καὶ γὰρ εἰς πέλαγος ὀλίγος οἶνος βληθεὶς ἐπὶ ποσὸν ἀντιπαρεκταθήσεται2, εἶτα συμφθαρήσεται. Φασὶ δʼ εἶναι καί τινας δαίμονας ἀνθρώπων συμπάθειαν ἔχοντας, ἐπόπτας τῶν ἀνθρωπείων πραγμάτων· καὶ ἥρωας τὰς ὑπολελειμμένας τῶν σπουδαίων ψυχάς. Τῶν δʼ ἐν ἀέρι γινομένων χειμῶνα μὲν εἶναί φασι τὸν ὑπὲρ γῆς ἀέρα κατεψυγμένον διὰ τὴν τοῦ ἡλίου πρόσω ἄφοδον, ἔαρ δὲ τὴν εὐκρασίαν τοῦ

此外,正如克律西波在《物理学论考》第三卷中所述,混合是通体发生的,而非通过边界界定和并置;因为即使将少量葡萄酒掷入大海,它也会在一定程度上相互共延,随后一同消亡。 他们还说,存在着某些与人类相通感、监察人间事务的神灵;而英雄们则是贤哲之人存留的灵魂。 在空中产生的气象中,他们说冬天是因太阳远离而使地面上的空气冷却,春天是因太阳向我们行进

ἀέρος κατὰ τὴν πρὸς ἡμᾶς πορείαν, θέρος δὲ τὸν ὑπὲρ γῆς ἀέρα καταθαλπόμενον τῇ τοῦ ἡλίου πρὸς ἄρκτον πορείᾳ, μετόπωρον δὲ τῇ παλινδρομίᾳ τοῦ ἡλίου ἀφʼ ἡμῶν γίνεσθαι. 〈τοὺς δʼ ἀνέμους ἀέρος εἶναι ῥύσεις· παραλλαττούσας δὲ τὰς ἐπωνυμίας γίνεσθαι〉 παρὰ τοὺς τόπους ἀφʼ ὧν ῥέουσι. τῆς δὲ γενέσεως αὐτῶν αἴτιον γίνεσθαι τὸν ἥλιον ἐξατμίζοντα τὰ νέφη. ἶριν δʼ εἶναι αὐγὰς ἀφʼ ὑγρῶν νεφῶν ἀνακεκλασμένας ἤ, ὡς Ποσειδώνιός φησιν ἐν τῇ Μετεωρολογικῇ, ἔμφασιν ἡλίου τμήματος ἢ σελήνης ἐν νέφει δεδροσισμένῳ, κοίλῳ καὶ συνεχεῖ πρὸς φαντασίαν, ὡς ἐν κατόπτρῳ φανταζομένην κατὰ κύκλου περιφέρειαν. κομήτας τε καὶ πωγωνίας καὶ λαμπαδίας πυρὰ εἶναι ὑφεστῶτα πάχους ἀέρος εἰς τὸν αἰθερώδη τόπον ἀνενεχθέντος.

而产生的空气调和,夏天是因太阳向北行进使地面上的空气变得灼热,秋天则是因太阳从我们这里折回而产生的。风是空气的流动,其不同的称谓因其流出的地域而定。它们产生的原因是太阳使云彩蒸发。彩虹是从湿润的云层中折射出的光线;或者正如波塞多尼奥在《气象学》中所说,是太阳或月亮的一部分在带露、凹陷且在视觉上连续的云中的投影像,犹如在镜中沿圆周所映出的景象。彗星、有髯星和火炬星是当浓密的空气被带到以太区域时形成的火。

σέλας δὲ πυρὸς ἀθρόου ἔξαψιν ἐν ἀέρι φερομένου ταχέως καὶ φαντασίαν μήκους ἐμφαίνοντος. ὑετὸν δʼ ἐκ νέφους μεταβολὴν εἰς ὕδωρ, ἐπειδὰν ἢ ἐκ γῆς ἢ ἐκ θαλάττης ἀνενεχθεῖσα ὑγρασία ὑφʼ ἡλίου μὴ τυγχάνῃ κατεργασίας· καταψυχθὲν δὲ τοῦτο πάχνην καλεῖσθαι. χάλαζαν δὲ νέφος πεπηγός, ὑπὸ πνεύματος διαθρυφθέν· χιόνα δʼ ὑγρὸν ἐκ νέφους πεπηγότος, ὡς Ποσειδώνιος ἐν τῷ ὀγδόῳ τοῦ Φυσικοῦ λόγου· ἀστραπὴν δʼ ἔξαψιν νεφῶν παρατριβομένων ἢ ῥηγνυμένων ὑπὸ πνεύματος, ὡς Ζήνων ἐν τῷ Περὶ τοῦ ὅλου· βροντὴν δὲ τὸν τούτων ψόφον ἐκ παρατρίψεως ἢ ῥήξεως·

闪光(流星)是在空气中迅速运动并显现出长度影像的聚集之火的燃烧。雨是云向水的转变,当从大地或海洋升起的湿气未被太阳充分加工时便会发生;而这若被冷却则称为霜。冰雹是被风所碎裂的冻结之云;雪则是从冻结之云产生的湿气,正如波塞多尼奥在《物理学论考》第八卷中所言。闪电是云相互摩擦或被风撕裂而引起的点火,正如芝诺在《论整体》中所言;雷鸣则是由于摩擦或撕裂而产生的声响;

κεραυνὸν δʼ ἔξαψιν σφοδρὰν μετὰ πολλῆς βίας πίπτουσαν ἐπὶ γῆς, νεφῶν παρατριβομένων ἢ ῥηγνυμένων ὑπὸ πνεύματος. οἱ δὲ συστροφὴν πυρώδους ἀέρος βιαίως καταφερομένην. τυφῶνα δὲ κεραυνὸν πολύν, βίαιον καὶ πνευματώδη ἢ πνεῦμα καπνῶδες ἐρρωγότος νέφους· πρηστῆρα 〈δὲ〉 νέφος περισχισθὲν πυρὶ μετὰ πνεύματος. 〈σεισμοὺς δὲ γίνεσθαι ῥυέντος πνεύματος〉 εἰς τὰ κοιλώματα τῆς γῆς ἢ καθειρχθέντος [πνεύματος] ἐν τῇ γῇ, καθά φησι Ποσειδώνιος ἐν τῇ ὀγδόῃ· εἶναι δʼ αὐτῶν τοὺς μὲν σεισματίας, τοὺς δὲ χασματίας, τοὺς δὲ κλιματίας, τοὺς δὲ βρασματίας3.

而雷电是在云相互摩擦或被风撕裂时,伴随巨大力量落向地面的剧烈点火;另有人称其为猛烈向下奔袭的火状空气的漩涡。暴风旋风是巨大的、猛烈的且带狂风的雷电,或是破裂之云冒出的烟雾般的狂风;火旋风是被伴随着风的火四面撕开的云。正如波塞多尼奥在第八卷中所说,地震是因风流注入大地的空洞或被封闭在地下而引起的;其中有的是摇晃型,有的是裂缝型,有的是倾斜型,有的是沸腾抬升型。

语法注3 条
  1. 7.1.150ἔνθεν κἀκεῖνʼ ὡς ἥ τε τομὴ εἰς ἄπειρόν ἐστιν

    此处为省叙结构 ἔνθεν κἀκεῖνο [λέγουσιν],意为“由此他们亦称……”。由 ὡς 引出的从句是解释指示代名词 κἀκεῖνο 的同位语名词从句。随后的括号中克律西波的辨析指出:分割被称为“无限”(ἄπειρος)仅是指其无止境(ἀκατάληκτος),而非“走向无限”(εἰς ἄπειρον),因为并不存在一个作为分割归宿的无限实体。

  2. 7.1.151ἀντιπαρεκταθήσεται

    ἀντιπαρεκτείνω(相互并延、共延)的将来时中动态/被动态。这一术语准确体现了斯多亚派关于通体完全混合(κρᾶσις διʼ ὅλου)的物理学说:即便是一滴酒滴入大海,它也是与整个水体相互渗透共延,而非如原子论那样的机械并置(παράθεσις)。

  3. 7.1.154εἶναι δʼ αὐτῶν τοὺς μὲν σεισματίας, τοὺς δὲ χασματίας, τοὺς δὲ κλιματίας, τοὺς δὲ βρασματίας

    属格 αὐτῶν 为指代地震(σεισμοί)的部属格。名词 σεισματίας(摇动型)、χασματίας(裂缝型)、κλιματίας(倾斜型)、βρασματίας(突涌/沸腾型)均为以 -ας 结尾的阳性名词,按照地震发生时的物理力学特征和运动方向对其分类。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.150-7.1.154