- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.145-7.1.149
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-28
本节阐述了月球的性质、天体的滋养方式以及日食和月食的天文机制,随后讨论了斯多亚学派关于神之本质与名号对应、神之实体、自然之定义、命运的因果连环以及预言术真实性的学说。
Γεωδεστέραν δὲ τὴν σελήνην, ἅτε καὶ προσγειοτέραν οὖσαν1. τρέφεσθαι δὲ τὰ ἔμπυρα ταῦτα καὶ τὰ ἄλλα ἄστρα, τὸν μὲν ἥλιον ἐκ τῆς μεγάλης θαλάττης νοερὸν ὄντα ἄναμμα· τὴν δὲ σελήνην ἐκ ποτίμων ὑδάτων, ἀερομιγῆ τυγχάνουσαν καὶ πρόσγειον οὖσαν, ὡς ὁ Ποσειδώνιος ἐν τῷ ἕκτῳ τοῦ Φυσικοῦ λόγου· τὰ δʼ ἄλλα ἀπὸ τῆς γῆς. δοκεῖ δʼ αὐτοῖς σφαιροειδῆ εἶναι καὶ τὰ ἄστρα καὶ τὴν γῆν ἀκίνητον οὖσαν. τὴν δὲ σελήνην οὐκ ἴδιον ἔχειν φῶς, ἀλλὰ παρʼ ἡλίου λαμβάνειν ἐπιλαμπομένην. Ἐκλείπειν δὲ τὸν μὲν ἥλιον ἐπιπροσθούσης αὐτῷ σελήνης κατὰ τὸ πρὸς ἡμᾶς μέρος, ὡς Ζήνων ἀναγράφει ἐν τῷ Περὶ τοῦ ὅλου.
他们说,月亮由于更靠近大地,因而更具有土质(大地样)。这些火质的天体及其他星辰均受到滋养:太阳作为一种有智性的发光体,受到大海的滋养;月亮由于与空气相混且靠近大地,受到淡水的滋养,正如波塞多尼奥在《物理学论考》第六卷中所说;而其他星辰则受到大地的滋养。他们认为,星辰与静止不动的大地一样都是球形的。月亮本身没有固有的光,而是受到太阳照耀而从太阳处获得光。 正如芝诺在《论整体》中所记述的,日食发生于月亮在面向我们的一侧遮挡住太阳之时。
φαίνεται γὰρ ὑπερχομένη ἐν ταῖς συνόδοις καὶ ἀποκρύπτουσα αὐτὸν καὶ πάλιν παραλλάττουσα· γνωρίζεται δὲ τοῦτο διὰ λεκάνης ὕδωρ ἐχούσης. τὴν δὲ σελήνην ἐμπίπτουσαν εἰς τὸ τῆς γῆς σκίασμα2· ὅθεν καὶ ταῖς πανσελήνοις ἐκλείπειν μόναις, καίπερ κατὰ διάμετρον ἱσταμένην κατὰ μῆνα τῷ ἡλίῳ, ὅτι κατὰ λοξοῦ ὡς πρὸς τὸν ἥλιον κινουμένη παραλλάττει τῷ πλάτει, ἢ βορειοτέρα ἢ νοτιωτέρα γινομένη. ὅταν μέντοι τὸ πλάτος αὐτῆς κατὰ τὸν ἡλιακὸν καὶ τὸν διὰ μέσων γένηται, εἶτα διαμετρήσῃ τὸν ἥλιον, τότʼ ἐκλείπει· γίνεται δὲ τὸ πλάτος αὐτῆς κατὰ τὸν διὰ μέσων ἐν χηλαῖς καὶ σκορπίῳ καὶ κριῷ καὶ ταύρῳ, ὡς οἱ περὶ τὸν Ποσειδώνιον.
因为在合朔之时,人们可以看见月亮从太阳下方穿过,遮蔽太阳,然后再次移开;这可以通过盛有水的水盆来观察。而月食则发生于月亮陷入地球的阴影之中时;因此月食只在望月(满月)时发生。尽管月亮每月都处于太阳的对冲直径位置,却并非每月都发生月食,因为月亮相对于太阳呈倾斜运动,在黄纬上有所偏差,变得偏北或偏南。然而,当它的黄纬与太阳轨道即黄道(中央圆圈)重合,并且随后正对太阳时,月食便发生了;按照波塞多尼奥学派的说法,它的纬度在天秤座(螯肢)、天蝎座、白羊座和金牛座与黄道重合。
Θεὸν δʼ εἶναι ζῷον ἀθάνατον, λογικόν, τέλειον ἢ νοερὸν ἐν εὐδαιμονίᾳ, κακοῦ παντὸς ἀνεπίδεκτον, προνοητικὸν κόσμου τε καὶ τῶν ἐν κόσμῳ· μὴ εἶναι μέντοι ἀνθρωπόμορφον. εἶναι δὲ τὸν μὲν δημιουργὸν τῶν ὅλων καὶ ὥσπερ πατέρα πάντων κοινῶς τε καὶ τὸ μέρος αὐτοῦ τὸ διῆκον διὰ πάντων3, ὃ πολλαῖς προσηγορίαις προσονομάζεσθαι κατὰ τὰς δυνάμεις. Δία μὲν γάρ φασι διʼ ὃν τὰ πάντα, Ζῆνα δὲ καλοῦσι παρʼ ὅσον τοῦ ζῆν αἴτιός ἐστιν ἢ διὰ τοῦ ζῆν κεχώρηκεν, Ἀθηνᾶν δὲ κατὰ τὴν εἰς αἰθέρα διάτασιν τοῦ ἡγεμονικοῦ αὐτοῦ, Ἥραν δὲ κατὰ τὴν εἰς ἀέρα, καὶ Ἥφαιστον κατὰ τὴν εἰς τὸ τεχνικὸν πῦρ, καὶ Ποσειδῶνα κατὰ τὴν εἰς τὸ ὑγρόν, καὶ Δήμητραν κατὰ τὴν εἰς γῆν· ὁμοίως δὲ καὶ τὰς ἄλλας προσηγορίας ἐχόμενοί τινος οἰκειότητος ἀπέδοσαν.
神是一个不死的、理性的、完美的或在幸福中具知性的动物,不受任何邪恶侵害,预先关照宇宙及宇宙中的万物;然而神不是人形的。神既是万物的创造者和宛如一切的总父,也是那贯穿万物的神自身的部分,这一部分根据其诸种力量而被冠以许多称号。因为他们说,因万物皆“通过”他而存在,故被称为宙斯(狄阿斯);因其为“生命”的原因或贯穿生命,故被称为尊(芝恩);因其统御机能向以太的伸展而被命名为雅典娜;因向空气的伸展而为赫拉;因向技艺之火的伸展而为赫淮斯托斯;因向湿气的伸展而为波塞冬;因向大地的伸展而为德墨忒尔。同样地,他们也根据某种切近关联赋予了其他的称号。
Οὐσίαν δὲ θεοῦ Ζήνων μέν φησι τὸν ὅλον κόσμον καὶ τὸν οὐρανόν, ὁμοίως δὲ καὶ Χρύσιππος ἐν τῷ πρώτῳ Περὶ θεῶν καὶ Ποσειδώνιος ἐν πρώτῳ Περὶ θεῶν. καὶ Ἀντίπατρος ἐν ἑβδόμῳ Περὶ κόσμου ἀεροειδῆ φησιν αὐτοῦ τὴν οὐσίαν· Βόηθος δὲ ἐν τῇ Περὶ φύσεως οὐσίαν θεοῦ τὴν τῶν ἀπλανῶν σφαῖραν. φύσιν δὲ ποτὲ μὲν ἀποφαίνονται τὴν συνέχουσαν τὸν κόσμον, ποτὲ δὲ τὴν φύουσαν τὰ ἐπὶ γῆς. ἔστι δὲ φύσις ἕξις ἐξ αὑτῆς κινουμένη κατὰ σπερματικοὺς λόγους ἀποτελοῦσά τε καὶ συνέχουσα τὰ ἐξ αὑτῆς ἐν ὡρισμένοις χρόνοις καὶ τοιαῦτα δρῶσα ἀφʼ οἵων ἀπεκρίθη.
关于神的实体,芝诺说是整个宇宙和天穹,克律西波在《论神》第一卷、波塞多尼奥在《论神》第一卷中亦作同样的主张。安提帕特在《论宇宙》第七卷中说神的实体是空气状的;而波埃托在《论自然》中说神的实体是恒星天球。对于“自然”,他们有时表明为统摄宇宙者,有时则表明为在大地上生养事物者。自然是一种依种性原理(逻各斯)自我运动的稳固性向,在规定的时间内完成并维系从自身产生的事物,并造就与其从中分离出来的性质相同的事物。
ταύτην δὲ καὶ τοῦ συμφέροντος στοχάζεσθαι καὶ ἡδονῆς, ὡς δῆλον ἐκ τῆς τοῦ ἀνθρώπου δημιουργίας. καθʼ εἱμαρμένην δέ φασι τὰ πάντα γίγνεσθαι Χρύσιππος ἐν τοῖς Περὶ εἱμαρμένης καὶ Ποσειδώνιος ἐν δευτέρῳ Περὶ εἱμαρμένης καὶ Ζήνων, Βόηθος δʼ ἐν τῷ πρώτῳ Περὶ εἱμαρμένης. ἔστι δʼ εἱμαρμένη αἰτία τῶν ὄντων εἰρομένη ἢ λόγος καθʼ ὃν ὁ κόσμος διεξάγεται. καὶ μὴν καὶ μαντικὴν ὑφεστάναι πᾶσάν φασιν, εἰ καὶ πρόνοιαν εἶναι4· καὶ αὐτὴν καὶ τέχνην ἀποφαίνουσι διά τινας ἐκβάσεις, ὥς φησι Ζήνων τε καὶ Χρύσιππος ἐν τῷ δευτέρῳ Περὶ μαντικῆς καὶ Ἀθηνόδωρος καὶ Ποσειδώνιος ἐν τῷ δευτέρῳ τοῦ Φυσικοῦ λόγου καὶ ἐν τῷ πέμπτῳ Περὶ μαντικῆς. ὁ μὲν γὰρ Παναίτιος ἀνυπόστατον αὐτήν φησιν.
自然也以效益与快乐为目标,这从人的造化中清晰可见。万物皆依命运而产生,这一点克律西波在《论命运》中、波塞多尼奥在《论命运》第二卷中、芝诺、以及波埃托在《论命运》第一卷中均有阐述。命运是存在之物的连带原因,或者是宇宙据以被引导的理路(逻各斯)。并且他们断言,如果摄理存在,则一切形式的预言术也都是真实成立的;他们因某些占验的结果而将预言术确立为一门技艺,正如芝诺与克律西波在《论预言》第二卷中、阿忒诺多洛、以及波塞多尼奥在《物理学论考》第二卷和《论预言》第五卷中所说。然而帕奈提奥宣称预言术是不存在的(无实体的)。
- 7.1.145Γεωδεστέραν δὲ τὴν σελήνην, ἅτε καὶ προσγειοτέραν οὖσαν
此处省略了主述动词(如 φασί)以及不定式 εἶναι,承接 §144 的间接引语结构,tὴν σελήνην 为宾格主语,Γεωδεστέραν 为宾格补足语。
- 7.1.146τὴν δὲ σελήνην ἐμπίπτουσαν εἰς τὸ τῆς γῆς σκίασμα
结构上与前文的 Ἐκλείπειν δὲ τὸν μὲν ἥλιον... 相对并列。省略了不定式 ἐκλείπειν,意为“月食发生于月亮落入地球阴影之时”。
- 7.1.147εἶναι δὲ τὸν μὲν δημιουργὸν τῶν ὅλων καὶ ὥσπερ πατέρα πάντων κοινῶς τε καὶ τὸ μέρος αὐτοῦ τὸ διῆκον διὰ πάντων
并列对偶结构。与 τὸν μὲν 形成照应,κοινῶς τε καὶ τὸ μέρος αὐτοῦ 并置了神的两个侧面:作为整体/总体的创造者与父,以及作为遍布万物的内在部分。
- 7.1.149εἰ καὶ πρόνοιαν εἶναι
在由 φασίν 支配的间接引语中,由 εἰ 引导的条件从句谓语动词同化为宾格不定式 εἶναι,表达“如果摄理亦存在”的假定条件。
