← 第欧根尼·拉尔修

哲人言行录

§7.1.140-7.1.144

宇宙的球形与外部虚空及天体运行

基于斯多亚学派的宇宙论,本节阐明了宇宙的唯一性、有限性与球形外观,外围无限虚空与时间作为非物体实体的属性,宇宙之生成与可毁灭性的论证,宇宙作为理性有魂动物的定义,以及天体(恒星、行星与太阳)的运行和性质。

← 上一节下一节 →

Ἕνα τὸν κόσμον εἶναι καὶ τοῦτον πεπερασμένον, σχῆμʼ ἔχοντα σφαιροειδές· πρὸς γὰρ τὴν κίνησιν ἁρμοδιώτατον τὸ τοιοῦτον, καθά φησι Ποσειδώνιος ἐν τῷ πέμπτῳ τοῦ Φυσικοῦ λόγου καὶ οἱ περὶ Ἀντίπατρον ἐν τοῖς περὶ κόσμου. ἔξωθεν δʼ αὐτοῦ περικεχυμένον εἶναι τὸ κενὸν ἄπειρον, ὅπερ ἀσώματον εἶναι· ἀσώματον δὲ τὸ οἷόν τε κατέχεσθαι ὑπὸ σωμάτων οὐ κατεχόμενον1· ἐν δὲ τῷ κόσμῳ μηδὲν εἶναι κενόν, ἀλλʼ ἡνῶσθαι αὐτόν· τοῦτο γὰρ ἀναγκάζειν τὴν τῶν οὐρανίων πρὸς τὰ ἐπίγεια σύμπνοιαν καὶ συντονίαν. φησὶ δὲ περὶ τοῦ κενοῦ Χρύσιππος μὲν ἐν τῷ Περὶ κενοῦ καὶ ἐν τῷ πρώτῳ τῶν Φυσικῶν τεχνῶν καὶ Ἀπολλοφάνης ἐν τῇ Φυσικῇ καὶ Ἀπολλόδωρος καὶ Ποσειδώνιος ἐν δευτέρῳ τοῦ Φυσικοῦ λόγου. εἶναι δὲ καὶ ταῦτα [ἀ]σώματα ὁμοίως.

宇宙是唯一的,并且是有限的,具有球形的外形;因为这种形状最适合于运动,正如波塞多尼奥在《物理学论考》第五卷中所说,以及安提帕特派在《论宇宙》诸篇中所说的那样。在宇宙之外环绕着无限的虚空,虚空是非物体性的;非物体性的东西乃是能够被物体占据而尚未被占据者。但在宇宙内部则没有任何虚空,而是统一的;因为天界事物与地面事物的感应相通与紧密张力迫使这一点成立。关于虚空,克律西波在《论虚空》及《物理学要艺》第一卷中有所论述,阿波罗法内斯在《物理学》中,阿波罗多洛以及波塞多尼奥在《物理学论考》第二卷中亦有论述。这些东西同样也是非物体的。

Ἔτι δὲ καὶ τὸν χρόνον ἀσώματον, διάστημα ὄντα τῆς τοῦ κόσμου κινήσεως. τούτου δὲ τὸν μὲν παρῳχηκότα καὶ τὸν μέλλοντα ἀπείρους, τὸν δʼ ἐνεστῶτα πεπερασμένον. ἀρέσκει δʼ αὐτοῖς καὶ φθαρτὸν εἶναι τὸν κόσμον, ἅτε γενητὸν τῷ λόγῳ τῶν διʼ αἰσθήσεως νοουμένων2, οὗ τε τὰ μέρη φθαρτά ἐστι, καὶ τὸ ὅλον· τὰ δὲ μέρη τοῦ κόσμου φθαρτά· εἰς ἄλληλα γὰρ μεταβάλλει· φθαρτὸς ἄρα ὁ κόσμος. καὶ εἴ τι ἐπιδεκτικόν ἐστι τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς, φθαρτόν ἐστι· καὶ ὁ κόσμος ἄρα· ἐξαυχμοῦται γὰρ καὶ ἐξυδατοῦται.

此外,时间也是非物体的,是宇宙运动的间隔(延展)。在时间之中,过去与未来是无限的,而现在是有限的。他们也主张宇宙是可毁灭的,因为按照通过感觉来认识的事物的道理,它是生成的:凡各部分是可毁灭的,其整体也是可毁灭的;而宇宙的各部分是可毁灭的,因为它们相互转化;因此宇宙是可毁灭的。并且,如果某物能够承受向更坏方向的变化,它就是可毁灭的;因此宇宙也是如此;因为宇宙既会枯涸干瘪,又会化解为水。

Γίνεσθαι δὲ τὸν κόσμον ὅταν ἐκ πυρὸς ἡ οὐσία τραπῇ διʼ ἀέρος εἰς ὑγρότητα, εἶτα τὸ παχυμερὲς αὐτοῦ συστὰν ἀποτελεσθῇ γῆ, τὸ δὲ λεπτομερὲς ἐξαερωθῇ, καὶ τοῦτʼ ἐπὶ πλέον λεπτυνθὲν πῦρ ἀπογεννήσῃ. εἶτα κατὰ μίξιν ἐκ τούτων φυτά τε καὶ ζῷα καὶ τὰ ἄλλα γένη. περὶ δὴ οὖν τῆς γενέσεως καὶ τῆς φθορᾶς τοῦ κόσμου φησὶ Ζήνων μὲν ἐν τῷ Περὶ ὅλου, Χρύσιππος δʼ ἐν τῷ πρώτῳ τῶν Φυσικῶν καὶ Ποσειδώνιος ἐν πρώτῳ Περὶ κόσμου καὶ Κλεάνθης καὶ Ἀντίπατρος ἐν τῷ δεκάτῳ Περὶ κόσμου. Παναίτιος δʼ ἄφθαρτον ἀπεφήνατο τὸν κόσμον. Ὅτι δὲ καὶ ζῷον ὁ κόσμος καὶ λογικὸν καὶ ἔμψυχον καὶ νοερὸν καὶ Χρύσιππός φησιν ἐν πρώτῳ Περὶ προνοίας καὶ Ἀπολλόδωρος [φησὶν] ἐν τῇ Φυσικῇ καὶ Ποσειδώνιος·

宇宙的生成乃是在实体从火通过空气转化为湿气之时,随后其粗糙的部分凝结形成为土,精细的部分化为空气,而这进一步变细薄后便产生出火。然后通过这些元素的混合,植物、动物及其他种类得以生成。关于宇宙的生成与毁灭,芝诺在《论整体》中、克律西波在《物理学》第一卷中、波塞多尼奥在《论宇宙》第一卷中、克莱安忒斯以及安提帕特在《论宇宙》第十卷中都有论述。然而帕奈提奥宣称宇宙是不可毁灭的。 至于宇宙也是有生命的动物、理性的、有灵魂的且具有智性的,这在克律西波《论摄理》第一卷、阿波罗多洛《物理学》以及波塞多尼奥那里都有阐述;

ζῷον μὲν οὕτως ὄντα, οὐσίαν ἔμψυχον αἰσθητικήν. τὸ γὰρ ζῷον τοῦ μὴ ζῴου κρεῖττον· οὐδὲν δὲ τοῦ κόσμου κρεῖττον· ζῷον ἄρʼ ὁ κόσμος. ἔμψυχον δέ, ὡς δῆλον ἐκ τῆς ἡμετέρας ψυχῆς ἐκεῖθεν οὔσης ἀποσπάσματος. Βόηθος δέ φησιν οὐκ εἶναι ζῷον τὸν κόσμον. ὅτι θʼ εἷς ἐστι Ζήνων φησὶν ἐν τῷ Περὶ τοῦ ὅλου καὶ Χρύσιππος καὶ Ἀπολλόδωρος ἐν τῇ Φυσικῇ καὶ Ποσειδώνιος ἐν πρώτῳ τοῦ Φυσικοῦ λόγου. τὸ δὲ πᾶν λέγεται, ὥς φησιν Ἀπολλόδωρος, ὅ τε κόσμος καὶ καθʼ ἕτερον τρόπον τὸ ἐκ τοῦ κόσμου καὶ τοῦ ἔξωθεν κενοῦ σύστημα. ὁ μὲν οὖν κόσμος πεπερασμένος ἐστί, τὸ δὲ κενὸν ἄπειρον.

在这一意义上它是有生命的动物,即作为有灵魂的、具知觉能力的实体。因为动物优于非动物,而没有任何东西优于宇宙,因此宇宙是动物。至于它是有灵魂的,由我们的灵魂乃是从彼处分离出的一部分这一点便昭然若揭。然而波埃托说宇宙并非动物。宇宙是唯一的,这一点芝诺在《论整体》中、克律西波以及阿波罗多洛在《物理学》中、波塞多尼奥在《物理学论考》第一卷中都有论述。所谓“全”,正如阿波罗多洛所说,一方面指宇宙,以另一种方式则指由宇宙和外部虚空构成的体系。因此,宇宙是有限的,而虚空是无限的。

Τῶν δʼ ἄστρων τὰ μὲν ἀπλανῆ συμπεριφέρεσθαι τῷ ὅλῳ οὐρανῷ, τὰ δὲ πλανώμενα κατʼ ἰδίας κινεῖσθαι κινήσεις. τὸν δʼ ἥλιον λοξὴν τὴν πορείαν ποιεῖσθαι διὰ τοῦ ζωδιακοῦ κύκλου· ὁμοίως καὶ τὴν σελήνην ἑλικοειδῆ. εἶναι δὲ τὸν μὲν ἥλιον εἰλικρινὲς πῦρ, καθά φησι Ποσειδώνιος ἐν τῷ ἑβδόμῳ Περὶ μετεώρων· καὶ μείζονα τῆς γῆς, ὡς ὁ αὐτὸς ἐν τῷ ἕκτῳ τοῦ Φυσικοῦ λόγου· ἀλλὰ καὶ σφαιροειδῆ, ὡς οἱ περὶ αὐτὸν τοῦτόν φασιν, ἀναλόγως τῷ κόσμῳ. πῦρ μὲν οὖν εἶναι, ὅτι τὰ πυρὸς πάντα ποιεῖ· μείζω δὲ τῆς γῆς τῷ πᾶσαν ὑπʼ αὐτοῦ φωτίζεσθαι, ἀλλὰ καὶ τὸν οὐρανόν. καὶ τὸ τὴν γῆν δὲ κωνοειδῆ σκιὰν ἀποτελεῖν τὸ μείζονα εἶναι σημαίνει3· πάντοθεν δὲ βλέπεσθαι διὰ τὸ μέγεθος.

在星辰之中,恒星随着整个天穹一同旋转,而行星则循各自特有的运动而行。太阳沿黄道圈作倾斜的运行;月亮同样呈螺旋状行进。太阳是纯粹的火,正如波塞多尼奥在《气象学》第七卷中所言;并且它大于大地,正如同一作者在《物理学论考》第六卷中所言;此外它还是球形的,正如其门徒所言,与宇宙相类似。它之所以是火,是因为它产生火的一切作用;它之所以大于大地,是因为大地全部、甚至连天穹都被它照亮。而大地投射出圆锥形的阴影,也表明太阳更大;并且由于其巨大,它从各处皆可被看见。

语法注3 条
  1. 7.1.140ἀσώματον δὲ τὸ οἷόν τε κατέχεσθαι ὑπὸ σωμάτων οὐ κατεχόμενον

    οἷόν τε 搭配被动不定词 κατέχεσθαι 表示能够被占据的潜能,随后的分词 οὐ κατεχόμενον 则构成限定性的对比修饰,表示“实际上并未被占据”。整体构成了斯多亚派关于虚空的经典定义:能被物体充塞但尚未被充塞的非物体。

  2. 7.1.141τῷ λόγῳ τῶν διʼ αἰσθήσεως νοουμένων

    与格短语 τῷ λόγῳ 表示标准或根据(“按照……的道理/类推”),支配属格 τῶν διʼ αἰσθήσεως νοουμένων。意指依照通过感官所把握的具体事物的属性规律,推导出宇宙本身必然是生成的。

  3. 7.1.144καὶ τὸ τὴν γῆν δὲ κωνοειδῆ σκιὰν ἀποτελεῖν τὸ μείζονα εἶναι σημαίνει

    此句包含双重冠词附带不定词结构:主语是带冠词不定词短语 τὸ τὴν γῆν ... ἀποτελεῖν(大地投下圆锥形阴影一事),主谓动词为 σημαίνει,其宾语则是另一个带冠词不定词短语 τὸ μείζονα εἶναι(太阳更大这件事)。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.140-7.1.144