← 第欧根尼·拉尔修

哲人言行录

§7.1.135-7.1.139

宇宙生成论与宇宙的定义及主导部分

在给出几何学定义(物体、面、线、点)及神的本质后,本段阐述了宇宙从原初湿气生成四元素的过程,接着记述了“宇宙”的三种定义以及关于宇宙主导部分(hegemonikon)的诸家观点。

← 上一节下一节 →

Σῶμα δʼ ἐστίν, ὥς φησιν Ἀπολλόδωρος ἐν τῇ Φυσικῇ, τὸ τριχῆ διαστατόν, εἰς μῆκος, εἰς πλάτος, εἰς βάθος· τοῦτο δὲ καὶ στερεὸν σῶμα καλεῖται. ἐπιφάνεια δʼ ἐστὶ σώματος πέρας ἢ τὸ μῆκος καὶ πλάτος μόνον ἔχον, βάθος δʼ οὔ· ταύτην δὲ Ποσειδώνιος ἐν τρίτῳ Περὶ μετεώρων καὶ κατʼ ἐπίνοιαν καὶ καθʼ ὑπόστασιν ἀπολείπει1. γραμμὴ δʼ ἐστὶν ἐπιφανείας πέρας ἢ μῆκος ἀπλατὲς ἢ τὸ μῆκος μόνον ἔχον. στιγμὴ δʼ ἐστὶ γραμμῆς πέρας, ἥτις ἐστὶ σημεῖον ἐλάχιστον. Ἕν τʼ εἶναι θεὸν καὶ νοῦν καὶ εἱμαρμένην καὶ Δία· πολλάς τʼ ἑτέρας ὀνομασίας προσονομάζεσθαι.

正如阿波罗多洛在《物理学》中所言,物体是在长、宽、深三个方向上有间隔维度的东西,这也称为立体。面是物体的界限,或者是仅具有长和宽而没有深度的东西;波塞多尼奥在《气象学》第三卷中承认它不仅存在于思维中,而且具有实在性。线是面的界限,或者是不具有宽度的长度,抑或是仅具有长度的东西。点是线的极限,是最小的标记。 神、理智、命运和宙斯乃是一体的;他还有许多其他的名称。

κατʼ ἀρχὰς μὲν οὖν καθʼ αὑτὸν ὄντα τρέπειν τὴν πᾶσαν οὐσίαν διʼ ἀέρος εἰς ὕδωρ2· καὶ ὥσπερ ἐν τῇ γονῇ τὸ σπέρμα περιέχεται, οὕτω καὶ τοῦτον σπερματικὸν λόγον ὄντα τοῦ κόσμου, τοιόνδʼ ὑπολείπεσθαι ἐν τῷ ὑγρῷ, εὐεργὸν αὑτῷ ποιοῦντα τὴν ὕλην πρὸς τὴν τῶν ἑξῆς γένεσιν· εἶτʼ ἀπογεννᾶν πρῶτον τὰ τέσσαρα στοιχεῖα, πῦρ, ὕδωρ, ἀέρα, γῆν. λέγει δὲ περὶ αὐτῶν Ζήνων τʼ ἐν τῷ Περὶ τοῦ ὅλου καὶ Χρύσιππος ἐν τῇ πρώτῃ τῶν Φυσικῶν καὶ Ἀρχέδημος ἔν τινι Περὶ στοιχείων. ἔστι δὲ στοιχεῖον ἐξ οὗ πρώτου γίνεται τὰ γινόμενα καὶ εἰς ὃ ἔσχατον ἀναλύεται.

因此在最初,神独立自存,他通过空气将全部实体转化为水;正如在精液中包含种子一样,神作为宇宙的种子的逻各斯,也同样留存于湿气之中,使质料对自身而言易于运作,以便进行随后的生成;然后他首先产生出四种元素:火、水、空气、土。芝诺在《论整体》中、克律西波在《物理学》第一卷中、阿克德谟在某部《论元素》中都论及它们。元素乃是生成之物最初由此生成并最终分解入其中的东西。

τὰ δὴ τέτταρα στοιχεῖα εἶναι ὁμοῦ τὴν ἄποιον οὐσίαν τὴν ὕλην· εἶναι δὲ τὸ μὲν πῦρ τὸ θερμόν, τὸ δʼ ὕδωρ τὸ ὑγρόν, τόν τʼ ἀέρα τὸ ψυχρὸν καὶ τὴν γῆν τὸ ξηρόν. οὐ μὴν ἀλλὰ καὶ ἔτι ἐν τῷ ἀέρι εἶναι τὸ αὐτὸ μέρος. ἀνωτάτω μὲν οὖν εἶναι τὸ πῦρ, ὃ δὴ αἰθέρα καλεῖσθαι, ἐν ᾧ πρώτην τὴν τῶν ἀπλανῶν σφαῖραν γεννᾶσθαι, εἶτα τὴν τῶν πλανωμένων· μεθʼ ἣν τὸν ἀέρα, εἶτα τὸ ὕδωρ, ὑποστάθμην δὲ πάντων τὴν γῆν, μέσην ἁπάντων οὖσαν. Λέγουσι δὲ κόσμον τριχῶς· αὐτόν τε τὸν θεὸν τὸν ἐκ τῆς ἁπάσης οὐσίας ἰδίως ποιόν3, ὃς δὴ ἄφθαρτός ἐστι καὶ ἀγένητος, δημιουργὸς ὢν τῆς διακοσμήσεως, κατὰ χρόνων ποιὰς περιόδους ἀναλίσκων εἰς ἑαυτὸν τὴν ἅπασαν οὐσίαν καὶ πάλιν ἐξ ἑαυτοῦ γεννῶν.

这四种元素合在一起就是无性质的实体,即质料;火是热的,水是湿的,空气是冷的,土是干的。然而在空气中也同样包含着相应的部分。因此,火位于最上方,它被称为以太,在其中首先产生出恒星的天球,然后是行星的天球;在此之后是空气,然后是水,而所有这些的沉淀物乃是土,它位于所有事物的中央。 他们以三种方式谈论宇宙:其一是神本身,即由全部实体构成的具有个别性质者,他是不可毁灭且非生成的,是宇宙秩序的造物主,按照特定的时间周期将全部实体收纳耗尽入自身,又重新从自身中将其生成出来;

καὶ αὐτὴν δὲ τὴν διακόσμησιν τῶν ἀστέρων κόσμον εἶναι λέγουσι· καὶ τρίτον τὸ συνεστηκὸς ἐξ ἀμφοῖν. καὶ ἔστι κόσμος ὁ ἰδίως ποιὸς τῆς τῶν ὅλων οὐσίας ἤ, ὥς φησι Ποσειδώνιος ἐν τῇ Μετεωρολογικῇ στοιχειώσει, σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις φύσεων ἢ σύστημα ἐκ θεῶν καὶ ἀνθρώπων καὶ τῶν ἕνεκα τούτων γεγονότων. οὐρανὸς δέ ἐστιν ἡ ἐσχάτη περιφέρεια ἐν ᾗ πᾶν ἵδρυται τὸ θεῖον. Τὸν δὴ κόσμον διοικεῖσθαι κατὰ νοῦν καὶ πρόνοιαν, καθά φησι Χρύσιππός τʼ ἐν τῷ πέμπτῳ Περὶ προνοίας καὶ Ποσειδώνιος ἐν τῷ τρίτῳ Περὶ θεῶν, εἰς ἅπαν αὐτοῦ μέρος διήκοντος τοῦ νοῦ, καθάπερ ἐφʼ ἡμῶν τῆς ψυχῆς· ἀλλʼ ἤδη διʼ ὧν μὲν μᾶλλον, διʼ ὧν δὲ ἧττον.

其二,他们说星辰的秩序安排本身也是宇宙;其三是由二者结合而成的整体。宇宙或是万物实体的具有个别性质者,或者如波塞多尼奥在《气象学纲要》中所说,是由天与地以及存在于其中的自然物构成的体系,抑或是由诸神与人以及为了他们而生成的事物构成的体系。天乃是最外围的球周,其中安放着一切神圣之物。 因此,正如克律西波在《论摄理》第五卷以及波塞多尼奥在《论诸神》第三卷中所言,宇宙是按照理智和摄理来统治的,因为理智贯彻其每一个部分,正如在我们身上灵魂贯彻全身一样;但穿过某些部分较多,穿过另一些部分较少。

διʼ ὧν μὲν γὰρ ὡς ἕξις κεχώρηκεν, ὡς διὰ τῶν ὀστῶν καὶ τῶν νεύρων· διʼ ὧν δὲ ὡς νοῦς, ὡς διὰ τοῦ ἡγεμονικοῦ. οὕτω δὴ καὶ τὸν ὅλον κόσμον ζῷον ὄντα καὶ ἔμψυχον καὶ λογικόν, ἔχειν ἡγεμονικὸν μὲν τὸν αἰθέρα, καθά φησιν Ἀντίπατρος ὁ Τύριος ἐν τῷ ὀγδόῳ Περὶ κόσμου. Χρύσιππος δʼ ἐν τῷ πρώτῳ Περὶ προνοίας καὶ Ποσειδώνιος ἐν τῷ Περὶ θεῶν τὸν οὐρανόν φασι τὸ ἡγεμονικὸν τοῦ κόσμου, Κλεάνθης δὲ τὸν ἥλιον. ὁ μέντοι Χρύσιππος διαφορώτερον πάλιν τὸ καθαρώτερον τοῦ αἰθέρος ἐν ταὐτῷ, ὃ καὶ πρῶτον θεὸν λέγουσιν αἰσθητικῶς ὥσπερ κεχωρηκέναι4 διὰ τῶν ἐν ἀέρι καὶ διὰ τῶν ζῴων ἁπάντων καὶ φυτῶν· διὰ δὲ τῆς γῆς αὐτῆς καθʼ ἕξιν.

因为穿过某些部分是作为持存状态(凝聚性)而渗透的,正如穿过骨骼和筋腱那样;而穿过另一些部分则是作为理智而渗透的,正如穿过主导部分那样。因此,作为有生命、有灵魂和理性的整个宇宙,拥有以太作为其主导部分,正如提尔的安提帕特在《论宇宙》第八卷中所言。但克律西波在《论摄理》第一卷中和波塞多尼奥在《论诸神》中说天是宇宙的主导部分,克莱安忒斯则说是太阳。然而克律西波在同一著作中又有所不同地认为,以太中较纯净的部分——他们也称之为原初之神——仿佛带着知觉渗透于空气中的事物以及所有的动植物之中,而穿过大地本身则是以持存状态(凝聚性)的方式渗透的。

语法注4 条
  1. 7.1.135ταύτην δὲ Ποσειδώνιος ἐν τρίτῳ Περὶ μετεώρων καὶ κατʼ ἐπίνοιαν καὶ καθʼ ὑπόστασιν ἀπολείπει

    ἀπολείπει 在此意为“承认”或“设立”。短语 καὶ κατʼ ἐπίνοιαν καὶ καθʼ ὑπόστασιν 构成副词性对举,意为“不仅在思维/概念上,而且在实在/实体上”,表明波塞多尼奥肯定几何学面的本体实在性,反对仅将其视为思维抽象的观点。

  2. 7.1.136κατʼ ἀρχὰς μὲν οὖν καθʼ αὑτὸν ὄντα τρέπειν τὴν πᾶσαν οὐσίαν διʼ ἀέρος εἰς ὕδωρ

    这一连串不定式(τρέπειν, ὑπολείπεσθαι, ἀπογεννᾶν)的逻辑主语是§135末尾的 θεόν。宾格分词 καθʼ αὑτὸν ὄντα 与该主语一致,意为“独立自存时”。

  3. 7.1.137αὐτόν τε τὸν θεὸν τὸν ἐκ τῆς ἁπάσης οὐσίας ἰδίως ποιόν

    ἰδίως ποιός 是斯多亚派专门术语,指“具有个别性质者/个别确定的存在”。τὸν ἐκ τῆς ἁπάσης οὐσίας 作定语修饰它,意为“由全部实体构成的具有个别性质者”。后面的关系从句 ὃς δὴ ἄφθαρτός ἐστι 对其作了具体阐释。

  4. 7.1.139ὁ μέντοι Χρύσιππος διαφορώτερον πάλιν τὸ καθαρώτερον τοῦ αἰθέρος ἐν ταὐτῷ... κεχωρηκέναι

    句首主语 Χρύσιππος 所支配的陈述动词(φησι)被省略。διαφορώτερον 用作副词(“以不同方式”),τὸ καθαρώτερον τοῦ αἰθέρος 是不定式结构的主语/表语并管辖 κεχωρηκέναι。ἐν ταὐτῷ 意指“在同一部著作中(即《论摄理》第一卷中)”。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.135-7.1.139