← 第欧根尼·拉尔修

哲人言行录

§7.1.130-7.1.134

爱与合理性自杀及自然学的两大原理

总结了斯多亚派关于爱旨在友谊、理性生活之抉择、合乎理性的自杀、妇女共有制以及混合政体等伦理学主张;随后转入自然学,阐述其宇宙论、元素论和原因论的分类,并界定了作为万物始基的能动者(神/逻各斯)与受动者(质料)。

← 上一节下一节 →

Εἶναι δὲ τὸν ἔρωτα ἐπιβολὴν φιλοποιίας διὰ κάλλος ἐμφαινόμενον· καὶ μὴ εἶναι συνουσίας, ἀλλὰ φιλίας1. τὸν γοῦν Θρασωνίδην καίπερ ἐν ἐξουσίᾳ ἔχοντα τὴν ἐρωμένην, διὰ τὸ μισεῖσθαι ἀπέχεσθαι αὐτῆς. εἶναι οὖν τὸν ἔρωτα φιλίας, ὡς καὶ Χρύσιππος ἐν τῷ Περὶ ἔρωτός φησι· καὶ μὴ εἶναι θεόπεμπτον αὐτόν. εἶναι δὲ καὶ τὴν ὥραν ἄνθος ἀρετῆς. Βίων δὲ τριῶν ὄντων, θεωρητικοῦ καὶ πρακτικοῦ καὶ λογικοῦ, τὸν τρίτον φασὶν αἱρετέον· γεγονέναι γὰρ ὑπὸ τῆς φύσεως ἐπίτηδες τὸ λογικὸν ζῷον πρὸς θεωρίαν καὶ πρᾶξιν. εὐλόγως τέ φασιν ἐξάξειν ἑαυτὸν τοῦ βίου τὸν σοφόν, καὶ ὑπὲρ πατρίδος καὶ ὑπὲρ φίλων, κἂν ἐν σκληροτέρᾳ γένηται ἀλγηδόνι ἢ πηρώσεσιν ἢ νόσοις ἀνιάτοις.

他们还认为,爱是因显现出的美而致力于结下友谊的企图;它不是为了肉体结合,而是为了友谊。无论如何,斯拉索尼德斯尽管把所爱的女人完全置于自己掌控之下,却因为遭到厌恶而没有染指于她。因此,正如克律西波在《论爱》中所言,爱属于友谊,并且它不是神赐的。他们还认为,青春美貌乃是德性之花。 由于生活有三种——沉思的、实践的与理性的,他们说第三种生活是应当选择的;因为理性动物是本性特意为了沉思与实践而生成的。他们还说,贤者在合乎理性的情形下会自愿结束生命,无论是为了祖国,还是为了朋友,亦或是陷入严酷的痛苦、肢体残废或不治之症中。

Ἀρέσκει δʼ αὐτοῖς καὶ κοινὰς εἶναι τὰς γυναῖκας δεῖν παρὰ τοῖς σοφοῖς, ὥστε τὸν ἐντυχόντα τῇ ἐντυχούσῃ χρῆσθαι, καθά φησι Ζήνων ἐν τῇ Πολιτείᾳ καὶ Χρύσιππος ἐν τῷ Περὶ πολιτείας, [ἀλλʼ ἔτι Διογένης ὁ κυνικὸς καὶ Πλάτων]. πάντας τε παῖδας ἐπίσης στέρξομεν πατέρων τρόπον καὶ ἡ ἐπὶ μοιχείᾳ ζηλοτυπία περιαιρεθήσεται. πολιτείαν δʼ ἀρίστην τὴν μικτὴν ἔκ τε δημοκρατίας καὶ βασιλείας καὶ ἀριστοκρατίας. Καὶ ἐν μὲν τοῖς ἠθικοῖς δόγμασι τοιαῦτα λέγουσι καὶ τούτων πλείω μετὰ τῶν οἰκείων ἀποδείξεων· ταῦτα δʼ ὡς ἐν κεφαλαίοις ἡμῖν λελέχθω καὶ στοιχειωδῶς.

他们还主张,在贤者之间妇女应当公有,从而使得遇见的男子可以与所遇见的女子结合,正如芝诺在《理想国》以及克律西波在《论国家》中所说〔此外还有犬儒派的狄奥根尼与柏拉图〕。我们将像父亲一样同等地爱护所有孩子,而因通奸产生的嫉妒将被彻底消除。而且他们认为,最优秀的政体乃是由民主制、君主制与贵族制混合而成的混合政体。 在伦理学教条中,他们便阐述了诸如此类以及更多的主张,并附有其特有的论证;至于这些内容,就算我们已在此作了提纲挈领且基础性的陈述。

Τὸν δὲ φυσικὸν λόγον διαιροῦσιν εἴς τε τὸν περὶ σωμάτων τόπον καὶ περὶ ἀρχῶν καὶ στοιχείων καὶ θεῶν καὶ περάτων καὶ τόπου καὶ κενοῦ. καὶ οὕτω μὲν εἰδικῶς, γενικῶς δʼ εἰς τρεῖς τόπους, τόν τε περὶ κόσμου καὶ τὸν περὶ τῶν στοιχείων καὶ τρίτον τὸν αἰτιολογικόν. Τὸν δὲ περὶ τοῦ κόσμου διαιρεῖσθαί φασιν εἰς δύο μέρη. μιᾷ γὰρ σκέψει ἐπικοινωνεῖν αὐτοῦ καὶ τοὺς ἀπὸ τῶν μαθημάτων2, καθʼ ἣν ζητοῦσι περί τε τῶν ἀπλανῶν καὶ τῶν πλανωμένων, οἷον εἰ ὁ ἥλιός ἐστι τηλικοῦτος ἡλίκος φαίνεται, καὶ ὁμοίως εἰ ἡ σελήνη, καὶ περὶ δινήσεως καὶ τῶν ὁμοίων τούτοις ζητημάτων.

他们把自然学理论划分为关于物体的论题,以及关于始基、元素、诸神、界限、处所和虚空的论题。在种的层面是这样划分的;但按属的层面则划分为三个论题,即关于宇宙的、关于元素的,以及第三个关于原因论的。 他们说,关于宇宙的论题被划分为两个部分。因为在其中一项探究中,从事数学(天文)学科的人也分担了它的一部分,依此探究,他们考察恒星与行星,例如太阳是否像看起来那么大,月亮是否同样如此,以及关于旋转运动和诸如此类的问题。

ἑτέραν δʼ αὐτοῦ σκέψιν εἶναι ἥτις μόνοις τοῖς φυσικοῖς ἐπιβάλλει, καθʼ ἣν ζητεῖται ἥ τʼ οὐσία αὐτοῦ [καὶ εἰ ὁ ἥλιος καὶ οἱ ἀστέρες ἐξ ὕλης καὶ εἴδους] καὶ εἰ γενητὸς ἢ ἀγένητος καὶ εἰ ἔμψυχος ἢ ἄψυχος καὶ εἰ φθαρτὸς ἢ ἄφθαρτος καὶ εἰ προνοίᾳ διοικεῖται καὶ περὶ τῶν λοιπῶν. τόν τʼ αἰτιολογικὸν εἶναι καὶ αὐτὸν διμερῆ. μιᾷ δʼ αὐτοῦ ἐπισκέψει ἐπικοινωνεῖν τὴν τῶν ἰατρῶν ζήτησιν, καθʼ ἣν ζητοῦσι περί τε τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς καὶ τῶν ἐν ψυχῇ γινομένων καὶ περὶ σπερμάτων καὶ τῶν τούτοις ὁμοίων· τοῦ δʼ ἑτέρου καὶ τοὺς ἀπὸ τῶν μαθημάτων ἀντιποιεῖσθαι, οἷον πῶς ὁρῶμεν, τίς ἡ αἰτία τῆς κατοπτρικῆς φαντασίας, ὅπως νέφη συνίσταται, βρονταὶ καὶ ἴριδες καὶ ἅλως καὶ κομῆται καὶ τὰ παραπλήσια.

但关于宇宙的另一项探究则仅属于自然哲学家,依此探究,他们考察宇宙的本原实体〔以及太阳与星辰是否由质料和形式构成〕,它是生成的还是非生成的,是有灵魂的还是无灵魂的,是可灭的还是不灭的,它是否受到摄理的统辖,以及其余的问题。而原因论的论题本身也分为两部分。在其一种考察中,医学家的探究参与其中,依此探究,他们考察灵魂的主导部分、灵魂内部所发生的事情、以及关于种子与诸如此类的事物;而在另一种考察中,从事数学(天文)学科的人也提出了主张,例如我们如何视物、镜中映像的原因是什么、云彩如何形成,以及雷霆、彩虹、晕、彗星与类似现象如何产生。

Δοκεῖ δʼ αὐτοῖς ἀρχὰς εἶναι τῶν ὅλων δύο, τὸ ποιοῦν καὶ τὸ πάσχον. τὸ μὲν οὖν πάσχον εἶναι τὴν ἄποιον οὐσίαν τὴν ὕλην, τὸ δὲ ποιοῦν τὸν ἐν αὐτῇ λόγον τὸν θεόν· τοῦτον γὰρ ἀΐδιον ὄντα διὰ πάσης αὐτῆς δημιουργεῖν ἕκαστα. τίθησι δὲ τὸ δόγμα τοῦτο Ζήνων μὲν ὁ Κιτιεὺς ἐν τῷ Περὶ οὐσίας, Κλεάνθης δʼ ἐν τῷ Περὶ τῶν ἀτόμων, Χρύσιππος δʼ ἐν τῇ πρώτῃ τῶν Φυσικῶν πρὸς τῷ τέλει, Ἀρχέδημος δʼ ἐν τῷ Περὶ στοιχείων καὶ Ποσειδώνιος ἐν τῷ δευτέρῳ τοῦ Φυσικοῦ λόγου. διαφέρειν δέ φασιν ἀρχὰς καὶ στοιχεῖα· τὰς μὲν γὰρ εἶναι ἀγενήτους 〈καὶ〉 ἀφθάρτους, τὰ δὲ στοιχεῖα κατὰ τὴν ἐκπύρωσιν φθείρεσθαι. ἀλλὰ καὶ ἀσωμάτους εἶναι τὰς ἀρχὰς καὶ ἀμόρφους, τὰ δὲ μεμορφῶσθαι3.

他们还主张,万物的始基(原理)有两个,即能动者与受动者。受动者是无性质的实体,即质料;而能动者则是其中的理性(逻各斯),即神;因为神作为永恒的存在,贯穿于所有质料中创造出个别事物。基提翁的芝诺在《论实体》中确立了这一教条,克莱安忒斯在《论不可分者》中、克律西波在《物理学》第一卷末尾、阿克德谟在《论元素》中以及波塞多尼奥在《自然学理论》第二卷中亦然。他们还说,始基与元素有所不同;因为始基是非生成的且不灭的,而元素则在宇宙大火中归于毁灭。此外,始基是无形体且无形式的,而元素则已被赋予形式。

语法注3 条
  1. 7.1.130καὶ μὴ εἶναι συνουσίας, ἀλλὰ φιλίας

    此处属格表示属性或归属/目的:“(爱)不属于/不以性交为目的,而是属于/以友谊为目的”。该句承接上文的“结下友谊的企图”(ἐπιβολὴν φιλοποιίας),强调斯多亚派认为爱本质上指向精神性的友爱纽带而非单纯的肉体欲望。

  2. 7.1.132μιᾷ γὰρ σκέψει ἐπικοινωνεῖν αὐτοῦ καὶ τοὺς ἀπὸ τῶν μαθημάτων

    复合动词 ἐπικοινωνεῖν(分担、参与)支配表部分属格的 αὐτοῦ(指代宇宙论论题中的一部分),并带有表示范围/手段的与格 μιᾷ σκέψει(在一项探究中)。不定式的主语为对格短语 τοὺς ἀπὸ τῶν μαθημάτων(从事数学/天文学科的人)。

  3. 7.1.134ἀλλὰ καὶ ἀσωμάτους εἶναι τὰς ἀρχὰς καὶ ἀμόρφους, τὰ δὲ μεμορφῶσθαι

    构文上承接前文始基与元素的对立结构(τὰς μὲν ... τὰ δέ)。形容词 ἀσωμάτους 与 ἀμόρφους 作主格语 τὰς ἀρχάς(对格主语)的表语;后半句的 τὰ δέ 指代前文的 στοιχεῖα(元素),作完成时被动不定式 μεμορφῶσθαι 的主语。尽管此处称始基为“无形体”与斯多亚派通常的物体论教说相左,但语法骨架完全明确。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.130-7.1.134