- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.125-7.1.129
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-28
阐述了斯多亚派关于诸德性互随与不可分割、各德性的定义与从属德性、德与恶之间无中间状态、德性自足性与可丧失性的学派内部分歧、正义出于本性而非约定、对动物无正义关系以及贤者爱慕优秀青年等学说。
Πάντα τʼ εὖ ποιεῖν τὸν σοφόν, ὡς καὶ πάντα φαμὲν τὰ αὐλήματα εὖ αὐλεῖν τὸν Ἰσμηνίαν. καὶ τῶν σοφῶν δὲ πάντα εἶναι· δεδωκέναι γὰρ αὐτοῖς παντελῆ ἐξουσίαν τὸν νόμον. τῶν δὲ φαύλων εἶναί τινα λέγεται, ὃν τρόπον καὶ τῶν ἀδίκων, ἄλλως μὲν τῆς πόλεως, ἄλλως δὲ τῶν χρωμένων φαμέν.1 Τὰς δʼ ἀρετὰς λέγουσιν ἀντακολουθεῖν ἀλλήλαις καὶ τὸν μίαν ἔχοντα πάσας ἔχειν· εἶναι γὰρ αὐτῶν τὰ θεωρήματα κοινά, καθάπερ Χρύσιππος ἐν τῷ πρώτῳ Περὶ ἀρετῶν φησιν, Ἀπολλόδωρος δὲ ἐν τῇ Φυσικῇ κατὰ τὴν ἀρχαίαν, Ἑκάτων δὲ ἐν τῷ τρίτῳ Περὶ ἀρετῶν.
他们还认为贤者把一切事情都做得很好,正如我们说伊斯梅尼亚斯把一切曲调都在长笛上吹得很好一样。而且一切事物都属于贤者;因为法律赋予了他们完全的权能。但正如有些事物被称为属于不义之人一样,也有某些事物被称为属于下愚之人,其情形正如我们说某物在一种意义上属于城邦,而在另一种意义上属于使用它的人。 他们还说诸德性是互为依从的,拥有其中一种德性的人便拥有全部德性;因为它们的理论原则是相通的,正如克律西波在《论德性》第一卷中所说,阿波罗多洛在《物理学》中依循古说所言,以及赫卡同在《论德性》第三卷中所述。
τὸν γὰρ ἐνάρετον θεωρητικόν τʼ εἶναι καὶ πρακτικὸν τῶν ποιητέων. τὰ δὲ ποιητέα καὶ αἱρετέα ἐστὶ καὶ ὑπομενητέα καὶ ἐμμενητέα καὶ ἀπονεμητέα, ὥστʼ εἰ τὰ μὲν αἱρετικῶς ποιεῖ, τὰ δʼ ὑπομενητικῶς, τὰ δʼ ἀπονεμητικῶς, τὰ δʼ ἐμμενητικῶς, φρόνιμός τʼ ἐστὶ καὶ ἀνδρεῖος καὶ δίκαιος καὶ σώφρων. κεφαλαιοῦσθαί θʼ ἑκάστην τῶν ἀρετῶν περί τι ἴδιον κεφάλαιον, οἷον τὴν ἀνδρείαν περὶ τὰ ὑπομενητέα, τὴν φρόνησιν περὶ τὰ ποιητέα καὶ μὴ καὶ οὐδέτερα· ὁμοίως τε καὶ τὰς ἄλλας περὶ τὰ οἰκεῖα τρέπεσθαι. ἕπονται δὲ τῇ μὲν φρονήσει εὐβουλία καὶ σύνεσις, τῇ δὲ σωφροσύνῃ εὐταξία καὶ κοσμιότης, τῇ δὲ δικαιοσύνῃ ἰσότης καὶ εὐγνωμοσύνη, τῇ δὲ ἀνδρείᾳ ἀπαραλλαξία καὶ εὐτονία.
因为有德之人对于应当去做的事情既具有审察认识能力,又具有实践能力。而应当去做的事情既包含当抉择之事,也包含当忍受之事、当坚守之事以及当分配之事;因此,若一个人出于抉择而行某些事,出于坚忍而行某些事,出于分配而行某些事,出于坚守而行某些事,他便是明智的、勇敢的、正义的和节制的。并且每种德性都概括于某个特有的主题周围,例如勇气关乎当忍受之事,明智关乎当做之事、不当做之事以及中立之事;同样,其他德性也围绕着各自专属的领域而展开。明智伴随着善断与敏锐,节制伴随着有序与庄重,正义伴随着平等与公正,勇气伴随着坚定不移与意志坚韧。
Ἀρέσκει δʼ αὐτοῖς μηδὲν μεταξὺ εἶναι ἀρετῆς καὶ κακίας, τῶν Περιπατητικῶν μεταξὺ ἀρετῆς καὶ κακίας εἶναι λεγόντων τὴν προκοπήν· ὡς γὰρ δεῖν φασιν ἢ ὀρθὸν εἶναι ξύλον ἢ στρεβλόν, οὕτως ἢ δίκαιον ἢ ἄδικον, οὔτε δὲ δικαιότερον οὔτʼ ἀδικώτερον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. καὶ μὴν τὴν ἀρετὴν Χρύσιππος μὲν ἀποβλητήν, Κλεάνθης δὲ ἀναπόβλητον· ὁ μὲν ἀποβλητὴν διὰ μέθην καὶ μελαγχολίαν, ὁ δʼ ἀναπόβλητον διὰ βεβαίους καταλήψεις· καὶ αὐτὴν διʼ 〈αὑτὴν〉 αἱρετὴν εἶναι. αἰσχυνόμεθα γοῦν ἐφʼ οἷς κακῶς πράττομεν, ὡς ἂν μόνον τὸ καλὸν εἰδότες ἀγαθόν2. αὐτάρκη τʼ εἶναι αὐτὴν πρὸς εὐδαιμονίαν, καθά φησι Ζήνων καὶ Χρύσιππος ἐν τῷ πρώτῳ Περὶ ἀρετῶν καὶ Ἑκάτων ἐν τῷ δευτέρῳ Περὶ ἀγαθῶν.
他们还主张在德性与邪恶之间没有任何中间状态,而逍遥学派则称进步是德性与邪恶之间的中间状态;因为他们说正如一根木料必须要么是直的要么是弯的一样,人要么是正义的要么是不义的,既无所谓更正义也无所谓更不义,在其他事情上亦是如此。此外克律西波认为德性是可以失去的,而克莱安忒斯则认为它是不可失去的;前者认为由于沉醉或忧郁可以失去德性,后者则认为由于稳固的把握德性是不可失去的;而且德性因其自身而值得选择。无论如何,我们对自己的不良行径感到羞耻,仿佛只把高尚之物认作善事。此外德性对于幸福是自足的,正如芝诺和克律西波在《论德性》第一卷中以及赫卡同在《论善》第二卷中所说。
εἰ γάρ, φησίν, αὐτάρκης ἐστὶν ἡ μεγαλοψυχία πρὸς τὸ πάντων ὑπεράνω ποιεῖν, ἔστι δὲ μέρος τῆς ἀρετῆς, αὐτάρκης ἔσται καὶ ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν καταφρονοῦσα καὶ τῶν δοκούντων ὀχληρῶν. ὁ μέντοι Παναίτιος καὶ Ποσειδώνιος οὐκ αὐτάρκη λέγουσι τὴν ἀρετήν, ἀλλὰ χρείαν εἶναί φασι καὶ ὑγιείας καὶ χορηγίας καὶ ἰσχύος. Ἀρέσκει δʼ αὐτοῖς καὶ διὰ παντὸς χρῆσθαι τῇ ἀρετῇ, ὡς οἱ περὶ Κλεάνθην φασίν· ἀναπόβλητος γάρ ἐστι καὶ πάντοτε τῇ ψυχῇ χρῆται οὔσῃ τελείᾳ ὁ σπουδαῖος. φύσει τε τὸ δίκαιον εἶναι καὶ μὴ θέσει, ὡς καὶ τὸν νόμον καὶ τὸν ὀρθὸν λόγον, καθά φησι Χρύσιππος ἐν τῷ Περὶ τοῦ καλοῦ.
因为他(赫卡同)说: “如果心胸宽广足以使人凌驾于万物之上,而它又是德性的一部分,那么德性对于幸福也将是自足的,它甚至能蔑视那些看似令人苦恼的事物。” 然而帕奈提奥和波塞多尼奥却说德性不是自足的,而是说健康、财富资源和体力也是必需的。 他们还主张始终践行德性,正如克莱安忒斯的门人所言;因为德性是不可失去的,贤哲之人时刻都在运用其达于完满的灵魂。正义是出于本性而非出于人为约定,法律与正统理性亦是如此,正如克律西波在《论崇高》中所说。
δοκεῖ δʼ αὐτοῖς μηδὲ διὰ τὴν διαφωνίαν ἀφίστασθαι φιλοσοφίας, ἐπεὶ τῷ λόγῳ τούτῳ προλείψειν ὅλον τὸν βίον3, ὡς καὶ Ποσειδώνιός φησιν ἐν τοῖς Προτρεπτικοῖς. εὐχρηστεῖν δὲ καὶ τὰ ἐγκύκλια μαθήματά φησιν ὁ Χρύσιππος. Ἔτι ἀρέσκει αὐτοῖς μηδὲν εἶναι ἡμῖν δίκαιον πρὸς τὰ ἄλλα ζῷα, διὰ τὴν ἀνομοιότητα, καθά φησι Χρύσιππος ἐν τῷ πρώτῳ Περὶ δικαιοσύνης καὶ Ποσειδώνιος ἐν πρώτῳ Περὶ καθήκοντος. καὶ ἐρασθήσεσθαι δὲ τὸν σοφὸν τῶν νέων τῶν ἐμφαινόντων διὰ τοῦ εἴδους τὴν πρὸς ἀρετὴν εὐφυΐαν, ὥς φησι Ζήνων ἐν τῇ Πολιτείᾳ καὶ Χρύσιππος ἐν τῷ πρώτῳ Περὶ βίων καὶ Ἀπολλόδωρος ἐν τῇ Ἠθικῇ.
他们还认为绝不应当由于见解的分歧而背弃哲学,因为照这种逻辑人们将放弃整个生活,正如波塞多尼奥在《劝勉篇》中所说。克律西波还说,常规的博雅学艺课程也是有用的。 此外他们还主张,由于不相似性,我们对其他动物不负有正义义务,正如克律西波在《论正义》第一卷以及波塞多尼奥在《论应做之事》第一卷中所说。贤者还会去爱那些通过外貌展现出朝向德性的天赋秉性的青年,正如芝诺在《理想国》、克律西波在《论生活方式》第一卷以及阿波罗多洛在《伦理学》中所言。
- 7.1.125τῶν δὲ φαύλων εἶναί τινα λέγεται, ὃν τρόπον καὶ τῶν ἀδίκων, ἄλλως μὲν τῆς πόλεως, ἄλλως δὲ τῶν χρωμένων φαμέν.
属格 τῶν φαύλων、τῶν ἀδίκων、τῆς πόλεως 与 τῶν χρωμένων 均为表示领属的表语性属格。在结构上,ἄλλως μὲν... ἄλλως δέ 是对比较从句 ὃν τρόπον(正如……的方式)的具体阐释,以“按法定所有权属于城邦”与“按事实使用权属于使用者”的二重区分,来类比下愚之人对事物的所谓“占有”与贤者真正所有权的区别。
- 7.1.127ὡς ἂν μόνον τὸ καλὸν εἰδότες ἀγαθόν
连词 ὡς 与 ἄν 结合并修饰分词 εἰδότες,构成假设性的比较表达(“宛如只将高尚之物认作善事一般”)。这一结构为主句中观察到的经验事实“我们因自己的恶行感到羞愧”(αἰσχυνόμεθα)提供了内在的、理据性的解释。
- 7.1.129ἐπεὶ τῷ λόγῳ τούτῳ προλείψειν ὅλον τὸν βίον
虽然由表示原因的从属连词 ἐπεί(“因为/既然”)引导,但动词并未采用直陈式,而是采用了将来时不定式 προλείψειν。这是间接引语(承接前文的 δοκεῖ δʼ αὐτοῖς)向从属节渗透的同化现象,用以表达斯多亚派的论据:照此逻辑推论,人将放弃整个人生。
