- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.120-7.1.124
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-28
本节论述了斯多亚派伦理学中关于敬爱亲族、过错均等说(及其异议)、贤者的参政与婚姻、基于自主性的自由与君王地位、惩罚的严正不阿,以及唯独存在于贤者之间的友谊和愚者的癫狂。
Δοκεῖ δʼ αὐτοῖς καὶ γονέας σέβεσθαι καὶ ἀδελφοὺς ἐν δευτέρᾳ μοίρᾳ μετὰ θεούς. φασὶ δὲ καὶ τὴν πρὸς τὰ τέκνα φιλοστοργίαν φυσικὴν εἶναι αὐτοῖς καὶ ἐν φαύλοις μὴ εἶναι. ἀρέσκει τʼ αὐτοῖς ἴσα ἡγεῖσθαι τὰ ἁμαρτήματα, καθά φησι Χρύσιππος ἐν τῷ τετάρτῳ τῶν Ἠθικῶν ζητημάτων καὶ Περσαῖος καὶ Ζήνων. εἰ γὰρ ἀληθὲς ἀληθοῦς μᾶλλον οὐκ ἔστιν, οὐδὲ ψεῦδος ψεύδους· οὕτως οὐδʼ ἀπάτη ἀπάτης, οὐδʼ ἁμάρτημα ἁμαρτήματος. καὶ γὰρ ὁ ἑκατὸν σταδίους ἀπέχων Κανώβου καὶ ὁ ἕνα ἐπίσης οὐκ εἰσὶν ἐν Κανώβῳ· οὕτω καὶ ὁ πλέον καὶ ὁ ἔλαττον ἁμαρτάνων ἐπίσης οὐκ εἰσὶν ἐν τῷ κατορθοῦν1.
他们还认为,在仅次于神明的第二位应当孝敬父母与友爱兄弟。他们还说,对子女的慈爱对他们而言是出于本性的,但在下愚之人中却不存在。此外他们主张将过错视为均等的,正如克律西波在《伦理问题探讨》第四卷中所说,以及佩尔塞奥和芝诺所说的那样。因为如果一个真理并不比另一个真理更为真实,那么虚假也不比另一个虚假更为虚假;同样,欺骗也不比另一个欺骗更为严重,过错也不比另一个过错更为严重。事实上,距离卡诺博斯一百斯塔德的人与距离一斯塔德的人,同样都不在卡诺博斯;因此,犯错较多的人与犯错较少的人,同样都不在行事正确之中。
Ἡρακλείδης μέντοι ὁ Ταρσεύς, Ἀντιπάτρου τοῦ Ταρσέως γνώριμος, καὶ Ἀθηνόδωρος ἄνισά φασι τὰ ἁμαρτήματα. Πολιτεύσεσθαί φασι τὸν σοφὸν ἂν μή τι κωλύῃ, ὥς φησι Χρύσιππος ἐν πρώτῳ Περὶ βίων· καὶ γὰρ κακίαν ἐφέξειν καὶ ἐπʼ ἀρετὴν παρορμήσειν. καὶ γαμήσειν, ὡς ὁ Ζήνων φησὶν ἐν Πολιτείᾳ, καὶ παιδοποιήσεσθαι. ἔτι τε μὴ δοξάσειν τὸν σοφόν, τουτέστι ψεύδει μὴ συγκαταθήσεσθαι μηδενί. κυνιεῖν τʼ αὐτόν· εἶναι γὰρ τὸν κυνισμὸν σύντομον ἐπʼ ἀρετὴν ὁδόν, ὡς Ἀπολλόδωρος ἐν τῇ Ἠθικῇ. γεύσεσθαί τε καὶ ἀνθρωπίνων σαρκῶν κατὰ περίστασιν. μόνον τʼ ἐλεύθερον, τοὺς δὲ φαύλους δούλους· εἶναι γὰρ τὴν ἐλευθερίαν ἐξουσίαν αὐτοπραγίας, τὴν δὲ δουλείαν στέρησιν αὐτοπραγίας.
然而,塔尔苏斯的安提帕特之门人塔尔苏斯的赫拉克利德以及雅典诺多罗却说,过错是不均等的。 他们说,只要没有什么阻碍,贤者便会参政,正如克律西波在《论生活方式》第一卷中所说;因为他既会抑制邪恶,又会激励德性。而且他还会结婚并生养子女,正如芝诺在《理想国》中所说。此外,贤者绝不会怀持盲断妄见,也就是说,绝不会对任何虚假予以赞同。他们还说贤者会践行犬儒派的生活方式;因为正如阿波罗多洛在《伦理学》中所说,犬儒派之道是通往德性的捷径。在特殊境遇之下,他甚至也会品尝人肉。而且只有贤者是自由人,下愚之人则是奴隶;因为自由是自主行事的权能,而奴役则是自主行事的剥夺。
εἶναι δὲ καὶ ἄλλην δουλείαν τὴν ἐν ὑποτάξει καὶ τρίτην τὴν ἐν κτήσει τε καὶ ὑποτάξει, ᾗ ἀντιτίθεται ἡ δεσποτεία, φαύλη οὖσα καὶ αὕτη. οὐ μόνον δʼ ἐλευθερους εἶναι τοὺς σοφούς, ἀλλὰ καὶ βασιλέας, τῆς βασιλείας οὔσης ἀρχῆς ἀνυπευθύνου, ἥτις περὶ μόνους ἂν τοὺς σοφοὺς συσταίη, καθά φησι Χρύσιππος ἐν τῷ Περὶ τοῦ κυρίως κεχρῆσθαι Ζήνωνα τοῖς ὀνόμασιν· ἐγνωκέναι γάρ φησι δεῖν τὸν ἄρχοντα περὶ ἀγαθῶν καὶ κακῶν, μηδένα δὲ τῶν φαύλων ἐπίστασθαι ταῦτα. ὁμοίως δὲ καὶ ἀρχικοὺς δικαστικούς τε καὶ ῥητορικοὺς μόνους εἶναι, τῶν δὲ φαύλων οὐδένα. ἔτι καὶ ἀναμαρτήτους, τῷ ἀπεριπτώτους εἶναι ἁμαρτήματι.
此外还有从属于他人的另一种奴役,以及兼具所有权与从属性的第三种奴役,与此相对立的是奴隶主对奴隶的专制统治,而这种统治本身也是低劣的。贤者不仅是自由人,而且也是君王,因为王政乃是一种无可追责的统治权力,而这种统治唯独在贤者身上才能成立,正如克律西波在《论芝诺对词语的本义运用》中所说;因为他说统治者必须了解善事与恶事,而下愚之人中无一人通晓这些。同样,唯有贤者具备统治者、法官与辩论家的能力,而下愚之人中无一人具备。此外,他们毫无过失,因为他们不会陷入过错之中。
ἀβλαβεῖς τʼ εἶναι· οὐ γὰρ ἄλλους βλάπτειν οὔθʼ αὑτούς. ἐλεήμονάς τε μὴ εἶναι συγγνώμην τʼ ἔχειν μηδενί· μὴ γὰρ παριέναι τὰς ἐκ τοῦ νόμου ἐπιβαλλούσας κολάσεις, ἐπεὶ τό γʼ εἴκειν καὶ ὁ ἔλεος αὐτή θʼ ἡ ἐπιείκεια οὐδένειά ἐστι ψυχῆς πρὸς κολάσεις προσποιουμένης χρηστότητα2· μηδʼ οἴεσθαι σκληροτέρας αὐτὰς εἶναι. ἔτι τε τὸν σοφὸν οὐδὲν θαυμάζειν τῶν δοκούντων παραδόξων, οἷον Χαρώνεια καὶ ἀμπώτιδας καὶ πηγὰς θερμῶν ὑδάτων καὶ πυρὸς ἀναφυσήματα. ἀλλὰ μὴν οὐδʼ ἐν ἐρημίᾳ, φασί, βιώσεται ὁ σπουδαῖος· κοινωνικὸς γὰρ φύσει καὶ πρακτικός. τὴν μέντοι ἄσκησιν ἀποδέξεται ὑπὲρ τῆς τοῦ σώματος ὑπομονῆς.
他们亦是无害的;因为他们既不伤害他人,也不伤害自己。他们亦不怀怜悯,亦不对任何人予以宽宥;因为他们绝不免除法律所规定的惩罚,既然退让、怜悯以及宽大本身不过是在惩罚面前装作善良的灵魂的卑劣虚弱;他们亦不认为这些惩罚过于严苛。此外,贤者对任何看似奇异之物都绝不诧异,例如卡戎洞穴、潮汐涨落、温泉之泉源以及烈火喷发。再者他们说,贤哲之人决不会隐居于荒野;因为他在本性上是具有社会性与实践性的。不过,为了肉体的忍耐力,他会接受严酷的锻炼。
Εὔξεταί τε, φασίν, ὁ σοφός, αἰτούμενος τὰ ἀγαθὰ παρὰ τῶν θεῶν, καθά φησι Ποσειδώνιος ἐν τῷ πρώτῳ Περὶ καθηκόντων καὶ Ἑκάτων ἐν τρίτῳ Περὶ παραδόξων. λέγουσι δὲ καὶ τὴν φιλίαν ἐν μονοις τοῖς σπουδαίοις εἶναι, διὰ τὴν ὁμοιότητα· φασὶ δʼ αὐτὴν κοινωνίαν τινὰ εἶναι τῶν κατὰ τὸν βίον, χρωμένων ἡμῶν τοῖς φίλοις ὡς ἑαυτοῖς3. διʼ αὑτόν θʼ αἱρετὸν τὸν φίλον ἀποφαίνονται καὶ τὴν πολυφιλίαν ἀγαθόν. ἔν τε τοῖς φαύλοις μὴ εἶναι φιλίαν μηδενί τε τῶν φαύλων φίλον εἶναι. πάντας τε τοὺς ἄφρονας μαίνεσθαι· οὐ γὰρ φρονίμους εἶναι, ἀλλὰ κατὰ τὴν ἴσην τῇ ἀφροσύνῃ μανίαν πάντα πράττειν.
他们说,贤者亦会祈祷,向神明祈求善物,正如波塞多尼奥在《论应做之事》第一卷及赫卡同在《论奇事》第三卷中所说。他们还说,由于相似性,友谊唯独存在于贤哲之人之间;他们说友谊乃是生活事务中的某种共同体,因为我们对待朋友就如同对待自己一样。他们宣称朋友是因其自身而值得选择的,拥有众多朋友乃是一种善事。但在下愚之人中不存在友谊,下愚之人中无一人拥有朋友。而且所有愚昧之徒都是疯狂的;因为他们没有明智,而是依照与愚昧等同的狂乱去行一切事情。
- 7.1.120ἐν τῷ κατορθοῦν
由介词 ἐν 加上带有中性单数定冠词的动词 κατορθόω(行正确之事)的现在不定式构成的冠词性不定式结构,表示“处于行事完全正确的状态之中”。它与斯多亚派的核心术语 κατόρθωμα(完满的正当行为)直接相关,用以类比是否到达卡诺博斯那种非此即彼的绝对状态。
- 7.1.123προσποιουμένης χρηστότητα
阴性单数属格现在分词,修饰紧邻的名词 ψυχῆς(灵魂)。结合前置词短语 πρὸς κολάσεις,意为“在刑罚面前假装善良/仁厚的[灵魂]”,此处为定语从属修饰,而非独立属格结构。
- 7.1.124χρωμένων ἡμῶν τοῖς φίλοις ὡς ἑαυτοῖς
独立属格结构。逻辑主语为泛指的第一人称复数代词 ἡμῶν(我们),动词 χράομαι(对待、对待某人)支配与格 τοῖς φίλοις。它从条件或依据上补充说明前文将友谊定义为“生活事务中的某种共同体”。
