← 第欧根尼·拉尔修

哲人言行录

§7.1.114-7.1.119

适情的定义与无情念贤者的德性

本节阐述了积怨、狂怒、快乐及其下位种类,以身体疾病比况灵魂的病症与倾向,并提出了与情念相对的适情(喜悦、审慎、意愿)。随后论述了斯多亚贤者不受情念影响、毫无虚饰、严谨纯真、真正虔敬并唯有其堪为祭司的崇高品行。

← 上一节下一节 →

μῆνις δέ ἐστιν ὀργή τις πεπαλαιωμένη καὶ ἐπίκοτος, ἐπιτηρητικὴ δέ, ὅπερ ἐμφαίνεται διὰ τῶνδε· "εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ." ὁ δὲ θυμός ἐστιν ὀργὴ ἀρχομένη. Ἡδονὴ δέ ἐστιν ἄλογος ἔπαρσις ἐφʼ αἱρετῷ δοκοῦντι ὑπάρχειν, ὑφʼ ἣν τάττεται κήλησις, ἐπιχαιρεκακία, τέρψις, διάχυσις. κήλησις μὲν οὖν ἐστιν ἡδονὴ διʼ ὤτων κατακηλοῦσα· ἐπιχαιρεκακία δὲ ἡδονὴ ἐπʼ ἀλλοτρίοις κακοῖς· τέρψις δέ, οἷον τρέψις1, προτροπή τις ψυχῆς ἐπὶ τὸ ἀνειμένον· διάχυσις δʼ ἀνάλυσις ἀρετῆς.

积怨乃是陈旧且深怀怨尤的愤怒,伺机而动,这正如通过以下诗句所表明的: “因为纵使他在当天咽下了怒气, 事后却依然心怀宿怨,直至将其实现。” 而狂怒则是刚刚开始的愤怒。 快乐乃是对于似乎值得选择之物所产生的无理性高扬,在其之下排列着迷醉、幸灾乐乐、怡悦、放任。迷醉是通过耳朵令人心荡神迷的快乐;幸灾乐乐是对他人的祸患所发的快乐;怡悦则仿佛是一种转向,是灵魂朝向松弛的某种倾斜;而放任乃是德性的解体。

Ὡς δὲ λέγεταί τινα ἐπὶ τοῦ σώματος ἀρρωστήματα, οἷον ποδάγρα καὶ ἀρθρίτιδες, οὕτω κἀπὶ τῆς ψυχῆς φιλοδοξία καὶ φιληδονία καὶ τὰ παραπλήσια. τὸ γὰρ ἀρρώστημά ἐστι νόσημα μετʼ ἀσθενείας, τὸ δὲ νόσημα οἴησις σφόδρα δοκοῦντος αἱρετοῦ. καὶ ὡς ἐπὶ τοῦ σώματος εὐεμπτωσίαι τινὲς λέγονται, οἷον κατάρρους καὶ διάρροια, οὕτω κἀπὶ τῆς ψυχῆς εἰσιν εὐκαταφορίαι, οἷον φθονερία, ἐλεημοσύνη, ἔριδες καὶ τὰ παραπλήσια.

正如在身体方面会谈及某种痼疾,如痛风和关节炎一样,在灵魂方面亦有虚荣心、嗜乐以及与此类似者。因为痼疾乃是伴随着虚弱的病症,而病症乃是将看似极值得选择之物认作如此的妄执。正如在身体方面会谈及某些易感体质,如流涕与腹泻一样,在灵魂方面亦有易陷倾向,如嫉妒成性、滥施怜悯、好争斗以及类似者。

Εἶναι δὲ καὶ εὐπαθείας φασὶ τρεῖς, χαράν, εὐλάβειαν, βούλησιν. καὶ τὴν μὲν χαρὰν ἐναντίαν [φασὶν] εἶναι τῇ ἡδονῇ, οὖσαν εὔλογον ἔπαρσιν· τὴν δʼ εὐλάβειαν τῷ φόβῳ, οὖσαν εὔλογον ἔκκλισιν. φοβηθήσεσθαι μὲν γὰρ τὸν σοφὸν οὐδαμῶς, εὐλαβηθήσεσθαι δέ. τῇ δʼ ἐπιθυμίᾳ ἐναντίαν φασὶν εἶναι τὴν βούλησιν, οὖσαν εὔλογον ὄρεξιν. καθάπερ οὖν ὑπὸ τὰ πρῶτα πάθη πίπτει τινά, τὸν αὐτὸν τρόπον καὶ ὑπὸ τὰς πρώτας εὐπαθείας· καὶ ὑπὸ μὲν τὴν βούλησιν εὔνοιαν, εὐμένειαν, ἀσπασμόν, ἀγάπησιν· ὑπὸ δὲ τὴν εὐλάβειαν αἰδῶ, ἁγνείαν· ὑπὸ δὲ τὴν χαρὰν τέρψιν, εὐφροσύνην, εὐθυμίαν.

他们还说适情亦有三种:喜悦、审慎、意愿。他们说喜悦与快乐相对立,是合乎理性的高扬;而审慎与恐惧相对立,是合乎理性的回避。因为贤者决不会恐惧,却会保持审慎。他们说意愿与欲望相对立,是合乎理性的欲求。正如在首要的情念之下归入若干种一样,在首要的适情之下亦以同样方式归入若干种:在意愿之下有善意、仁爱、温情、慈爱;在审慎之下有羞耻感与纯洁;在喜悦之下有怡悦、欢欣与泰然。

Φασὶ δὲ καὶ ἀπαθῆ εἶναι τὸν σοφόν, διὰ τὸ ἀνέμπτωτον εἶναι· εἶναι δὲ καὶ ἄλλον ἀπαθῆ τὸν φαῦλον, ἐν ἴσῳ λεγόμενον τῷ σκληρῷ καὶ ἀτέγκτῳ. ἄτυφόν τʼ εἶναι τὸν σοφόν· ἴσως γὰρ ἔχειν πρός τε τὸ ἔνδοξον καὶ τὸ ἄδοξον. εἶναι δὲ καὶ ἄλλον ἄτυφον, κατὰ τὸν εἰκαῖον τεταγμένον, ὅς ἐστι φαῦλος. καὶ αὐστηροὺς δέ φασιν εἶναι πάντας τοὺς σπουδαίους, τῷ μήτʼ αὐτοὺς πρὸς ἡδονὴν ὁμιλεῖν2 μήτε παρʼ ἄλλων τὰ πρὸς ἡδονὴν προσδέχεσθαι. καὶ ἄλλον δὲ εἶναι αὐστηρόν, παραπλησίως λεγόμενον τῷ αὐστηρῷ οἴνῳ, ᾧ πρὸς μὲν φαρμακοποιίαν χρῶνται, πρὸς δὲ πρόποσιν οὐ πάνυ.

他们还说贤者亦是不受情念所动的,因为他不会陷入情念;但下愚之人亦在另一意义上被称为无情,这与冷酷和顽固同义。贤者亦毫无虚饰;因为他对荣耀与声名扫地同样处之泰然。但亦有另一种毫无虚饰之人,被归入轻率之徒中,乃是下愚之人。他们还说所有贤哲之人都是严峻的,因为他们自己既不为了讨好取乐而交接,亦不从他人那里接受旨在讨好取乐之事。但亦有另一种严峻之人,其说法类似于酸涩的葡萄酒,人们将其用于配药,却绝不用于饮酒宴乐。

Ἀκιβδήλους τοὺς σπουδαίους φυλακτικούς τʼ εἶναι τοῦ ἐπὶ τὸ βέλτιον αὑτοὺς παριστάναι3, διὰ παρασκευῆς τῆς τὰ φαῦλα μὲν ἀποκρυπτούσης, τὰ δʼ ὑπάρχοντα ἀγαθὰ φαίνεσθαι ποιούσης. ἀπλάστους τε· περιῃρηκέναι γὰρ ἐν τῇ φωνῇ τὸ πλάσμα καὶ τῷ εἴδει. ἀπράγμονάς τʼ εἶναι· ἐκκλίνειν γὰρ τὸ πράττειν τι παρὰ τὸ καθῆκον. καὶ οἰνωθήσεσθαι μέν, οὐ μεθυσθήσεσθαι δέ. ἔτι δʼ οὐδὲ μανήσεσθαι· προσπεσεῖσθαι μέντοι ποτὲ αὐτῷ φαντασίας ἀλλοκότους διὰ μελαγχολίαν ἢ λήρησιν, οὐ κατὰ τὸν τῶν αἱρετῶν λόγον, ἀλλὰ παρὰ φύσιν. οὐδὲ μὴν λυπηθήσεσθαι τὸν σοφόν, διὰ τὸ τὴν λύπην ἄλογον εἶναι συστολὴν τῆς ψυχῆς, ὡς Ἀπολλόδωρός φησιν ἐν τῇ Ἠθικῇ.

贤哲之人纯真无伪,警惕戒备着通过掩盖缺点并彰显现有长处的矫饰来使自己显得更好。他们毫无做作;因为他们在言语与仪态上已剔除了造作。他们亦不生事妄为;因为他们避开做出任何违背应做之事。他们虽会微醉,但绝不会沉醉。此外,他们亦绝不会发狂;然而有时由于黑胆汁质或譫妄,怪诞的表象可能侵袭于他,但这并非依照可选择之物的理性评估,而是反常本性地发生。贤者确实亦绝不会悲伤,因为正如阿波罗多洛在《伦理学》中所说,悲伤乃是灵魂无理性的收缩。

Θείους τʼ εἶναι· ἔχειν γὰρ ἐν ἑαυτοῖς οἱονεὶ θεόν. τὸν δʼ φαῦλον ἄθεον. διττὸν δὲ εἶναι τὸν ἄθεον, τόν τʼ ἐναντίως τῷ θείῳ λεγόμενον καὶ τὸν ἐξουθενητικὸν τοῦ θείου· ὅπερ οὐκ εἶναι περὶ πάντα φαῦλον. θεοσεβεῖς τε τοὺς σπουδαίους· ἐμπείρους γὰρ εἶναι τῶν περὶ θεοὺς νομίμων· εἶναί τε τὴν εὐσέβειαν ἐπιστήμην θεῶν θεραπείας. ἀλλὰ μὴν καὶ θύσειν αὐτοὺς θεοῖς ἁγνούς θʼ ὑπάρχειν· ἐκνεύειν γὰρ τὰ περὶ θεοὺς ἁμαρτήματα. καὶ τοὺς θεοὺς ἄγασθαι αὐτούς· ὁσίους τε γὰρ εἶναι καὶ δικαίους πρὸς τὸ θεῖον. μόνους θʼ ἱερέας τοὺς σοφούς· ἐπεσκέφθαι γὰρ περὶ θυσιῶν, ἱδρύσεων, καθαρμῶν, καὶ τῶν ἄλλων τῶν πρὸς θεοὺς οἰκείων.

而且他们如同神明;因为他们在自身中宛如拥有神一般。下愚之人则是无神的。然而无神者有双重含义:一种是指与神圣者相对立的人,另一种是指蔑视神圣者的人;而后者并非见于所有下愚之人。贤哲之人亦是虔敬神明的;因为他们精通有关神明的法则;虔敬乃是对神明侍奉的知识。而且他们还会向神明献祭并保持纯洁;因为他们避开关于神明的过犯。神明亦赞许他们;因为他们对于神明是神圣且公正的。只有贤者才是祭司;因为他们已对祭祀、神庙设立、洁净之礼以及其他属于神明之事彻底加以探究。

语法注3 条
  1. 7.1.114τέρψις δέ, οἷον τρέψις

    将τέρψις(怡悦)与读音相近的τρέψις(转向)联系起来,借由此种语音联想对心理状态进行语源学式的解释,体现了典型的斯多亚派语源学说明法。

  2. 7.1.117τῷ μήτʼ αὐτοὺς πρὸς ἡδονὴν ὁμιλεῖν

    带冠词不定式的与格结构(τῷ + 不定式),在此作原因与格,表明主句αὐστηροὺς εἶναι(是严峻的)的依据或理由(“因他们自己既不为了讨好而交往……”)。

  3. 7.1.118φυλακτικούς τʼ εἶναι τοῦ ἐπὶ τὸ βέλτιον αὑτοὺς παριστάναι

    形容词φυλακτικός支配属格的不定式短语(τοῦ + 不定式),具有中间态动词φυλάσσομαι(警惕、提防、戒备)的含义,与前文的ἀκιβδήλους(纯真无伪的)相呼应,意为“警惕戒备着不通过伪饰将自己显现得更好”。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.114-7.1.119