- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:7.1.109-7.1.113
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-28
本节列举了既非应做亦非违背之事的行为,划分了依境况与不依境况、恒常与非恒常的应做之事,继而叙述了灵魂的八分说、情念的定义与其四大最高属(悲伤、恐惧、欲望、快乐)以及各下属情念的具体界说。
οὔτε δὲ καθήκοντα οὔτε παρὰ τὸ καθῆκον, ὅσα οὔθʼ αἱρεῖ λόγος πράττειν οὔτʼ ἀπαγορεύει, οἷον κάρφος ἀνελέσθαι, γραφεῖον κρατεῖν ἢ στλεγγίδα καὶ τὰ ὅμοια τούτοις. Καὶ τὰ μὲν εἶναι καθήκοντα ἄνευ περιστάσεως, τὰ δὲ περιστατικά. καὶ ἄνευ μὲν περιστάσεως τάδε, ὑγιείας ἐπιμελεῖσθαι καὶ αἰσθητηρίων καὶ τὰ ὅμοια· κατὰ περίστασιν δὲ τὸ πηροῦν ἑαυτὸν καὶ τὴν κτῆσιν διαρριπτεῖν1. ἀνὰ λόγον δὲ καὶ τῶν παρὰ τὸ καθῆκον. ἔτι τῶν καθηκόντων τὰ μὲν ἀεὶ καθήκει, τὰ δὲ οὐκ ἀεί. καὶ ἀεὶ μὲν καθήκει τὸ κατʼ ἀρετὴν ζῆν, οὐκ ἀεὶ δὲ τὸ ἐρωτᾶν καὶ ἀποκρίνεσθαι καὶ περιπατεῖν καὶ τὰ ὅμοια. ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τῶν παρὰ τὸ καθῆκον.
而既非应做之事亦非违背应做之事者,则是理性既不指示去做亦不予以禁止的一切事情,例如拾起一根草屑、拿着铁笔或刮肤板以及与此类似之事。 而且,有些应做之事是与特定境况无关的,有些则是依于境况的。与境况无关的有这些:照料健康与感知器官及类似之事;而依于境况的则是自残肢体与散尽家财。对于违背应做之事者,亦存在相称的对应关系。此外,在应做之事中,有些始终是应当做的,有些则并非始终如此。始终应当做的是依德性而生活,而并非始终应当做的则是提问、应答、散步及类似之事。同样的道理亦适用于违背应做之事者。
ἔστι δὲ καὶ ἐν τοῖς μέσοις τι καθῆκον, ὡς τὸ πείθεσθαι τοὺς παῖδας τοῖς παιδαγωγοῖς. Φασὶ δὲ τὴν ψυχὴν εἶναι ὀκταμερῆ· μέρη γὰρ αὐτῆς τά τε πέντε αἰσθητήρια καὶ τὸ φωνητικὸν μόριον καὶ τὸ διανοητικόν, ὅπερ ἐστὶν αὐτὴ ἡ διάνοια, καὶ τὸ γεννητικόν. ἐκ δὲ τῶν ψευδῶν ἐπιγίνεσθαι τὴν διαστροφὴν ἐπὶ τὴν διάνοιαν, ἀφʼ ἧς πολλὰ πάθη βλαστάνειν καὶ ἀκαταστασίας αἴτια. ἔστι δὲ αὐτὸ τὸ πάθος κατὰ Ζήνωνα ἡ ἄλογος καὶ παρὰ φύσιν ψυχῆς κίνησις ἢ ὁρμὴ πλεονάζουσα. Τῶν δὲ παθῶν τὰ ἀνωτάτω, καθά φησιν Ἑκάτων ἐν τῷ δευτέρῳ Περὶ παθῶν καὶ Ζήνων ἐν τῷ Περὶ παθῶν, εἶναι γένη τέτταρα, λύπην, φόβον, ἐπιθυμίαν, ἡδονήν.
在处于中间状态的人之中亦有某种应做之事,例如孩童服从其教仆。 他们还说灵魂有八个部分;因为它的各个部分乃是五种感觉器官、发声部分、思考部分——这正是思考本身——以及生殖部分。由虚妄之物在思考中产生扭曲,许多情念以及动荡的根源便由此萌生。依照芝诺,情念本身乃是灵魂无理性且反本性的运动,或是过度放纵的冲动。 而正如赫卡同在《论情念》第二卷以及芝诺在《论情念》中所言,情念最上位之类有四种:悲伤、恐惧、欲望、快乐。
δοκεῖ δʼ αὐτοῖς τὰ πάθη κρίσεις εἶναι, καθά φησι Χρύσιππος ἐν τῷ Περὶ παθῶν· ἥ τε γὰρ φιλαργυρία ὑπόληψίς ἐστι τοῦ τὸ ἀργύριον καλὸν εἶναι, καὶ ἡ μέθη δὲ καὶ ἡ ἀκολασία ὁμοίως καὶ τἄλλα. Καὶ τὴν μὲν λύπην εἶναι συστολὴν ἄλογον· εἴδη δʼ αὐτῆς ἔλεον, φθόνον, ζῆλον, ζηλοτυπίαν, ἄχθος, ἐνόχλησιν, ἀνίαν, ὀδύνην, σύγχυσιν. ἔλεον μὲν οὖν εἶναι λύπην ὡς ἐπʼ ἀναξίως κακοπαθοῦντι, φθόνον δὲ λύπην ἐπʼ ἀλλοτρίοις ἀγαθοῖς, ζῆλον δὲ λύπην ἐπὶ τῷ ἄλλῳ παρεῖναι ὧν αὐτὸς ἐπιθυμεῖ2, ζηλοτυπίαν δὲ λύπην ἐπὶ τῷ καὶ ἄλλῳ παρεῖναι ἃ καὶ αὐτὸς ἔχει,
他们认为情念即是判断,正如克律西波在《论情念》中所说;因为贪财是对金钱是好东西的信念,而沉醉与放荡亦复如是,其他情念亦然。 而悲伤乃是无理性的收缩;它的种有怜悯、嫉妒、争竞心、猜忌、沉重、烦扰、苦恼、苦痛、混乱。怜悯是对看似受不应得之苦者所发的悲伤;嫉妒是对他人的善好所发的悲伤;争竞心是对他人拥有自己所渴望之物所发的悲伤;猜忌是对他人亦拥有自己亦拥有之物所发的悲伤;
ἄχθος δὲ λύπην βαρύνουσαν, ἐνόχλησιν λύπην στενοχωροῦσαν καὶ δυσχωρίαν παρασκευάζουσαν, ἀνίαν λύπην ἐκ διαλογισμῶν μένουσαν ἢ ἐπιτεινομένην, ὀδύνην λύπην ἐπίπονον, σύγχυσιν λύπην ἄλογον, ἀποκναίουσαν καὶ κωλύουσαν τὰ παρόντα συνορᾶν. Ὁ δὲ φόβος ἐστὶ προσδοκία κακοῦ. εἰς δὲ τὸν φόβον ἀνάγεται καὶ ταῦτα, δεῖμα, ὄκνος, αἰσχύνη, ἔκπληξις, θόρυβος, ἀγωνία. δεῖμα μὲν οὖν ἐστι φόβος δέος ἐμποιῶν, αἰσχύνη δὲ φόβος ἀδοξίας, ὄκνος δὲ φόβος μελλούσης ἐνεργείας, ἔκπληξις δὲ φόβος ἐκ φαντασίας ἀσυνήθους πράγματος,
沉重是令人感到压抑的悲伤;烦扰是使心胸狭窄并造成逼仄之境的悲伤;苦恼是由思虑而存留或加剧的悲伤;苦痛是令人备受煎熬的悲伤;混乱是无理性的、令人消磨耗竭并阻碍看清眼前事态的悲伤。 恐惧乃是对恶事的预见。下列各项亦归入恐惧之中:惊恐、畏缩、羞耻、震惊、骚乱、焦虑。惊恐是引起敬畏畏惧的恐惧;羞耻是对名声受损的恐惧;畏缩是对将临之行动的恐惧;震惊是由反常事物的表象所引起的恐惧;
θόρυβος δὲ φόβος μετὰ κατεπείξεως φωνῆς, ἀγωνία δὲ φόβος ἀδήλου πράγματος. Ἡ δʼ ἐπιθυμία ἐστὶν ἄλογος ὄρεξις, ὑφʼ ἣν τάττεται καὶ ταῦτα, σπάνις, μῖσος, φιλονεικία, ὀργή, ἔρως, μῆνις, θυμός. ἔστι δʼ ἡ μὲν σπάνις ἐπιθυμία τις ἐν ἀποτεύξει καὶ οἷον κεχωρισμένη ἐκ τοῦ πράγματος, τεταμένη δὲ διακενῆς ἐπʼ αὐτὸ καὶ σπωμένη· μῖσος δʼ ἐστὶν ἐπιθυμία τις τοῦ κακῶς εἶναί τινι μετὰ προκοπῆς τινος καὶ παρατάσεως· φιλονεικία δʼ ἐπιθυμία τις περὶ αἱρέσεως· ὀργὴ δʼ ἐπιθυμία τιμωρίας τοῦ δοκοῦντος ἠδικηκέναι οὐ προσηκόντως· ἔρως δέ ἐστιν ἐπιθυμία τις οὐχὶ περὶ σπουδαίους· ἔστι γὰρ ἐπιβολὴ φιλοποιίας διὰ κάλλος ἐμφαινόμενον3.
骚乱是伴随着急迫呼喊的恐惧;焦虑是对不确定之事的恐惧。 欲望乃是无理性的渴望,下列各项亦列于其下:匮乏之渴求、怨恨、好辩相争、愤怒、情爱、积怨、狂怒。匮乏之渴求乃是处于未能得到之境中的某种欲望,它仿佛已与对象隔绝,却徒然地朝向对象延伸并被其牵引;怨恨是带有某种进展与持续的、期盼某人遭遇不幸的欲望;好辩相争是关乎宗派选择的欲望;愤怒是对被认为不当地施加了伤害之人进行惩罚的欲望;情爱则是非关乎贤哲的某种欲望;因为它乃是因所显现之美而致力于结成友谊的企图。
- 7.1.109κατὰ περίστασιν δὲ τὸ πηροῦν ἑαυτὸν καὶ τὴν κτῆσιν διαρριπτεῖν
承前省略结构的表达。带冠词的不定词短语 τὸ πηροῦν... καὶ... διαρριπτεῖν 作主语,κατὰ περίστασιν 作为谓语成分(意为“依于境况的[应做之事]”),与前文的 ἄνευ μὲν περιστάσεως τάδε, ὑγιείας ἐπιμελεῖσθαι... 构成严格的对称。
- 7.1.111ὧν αὐτὸς ἐπιθυμεῖ
关系代词格的吸引现象。原本结构为 ἐπὶ τῷ ἄλλῳ παρεῖναι [ταῦτα] ἅ αὐτὸς ἐπιθυμεῖ(他人拥有自己所渴望之物),但因其从句谓语动词 ἐπιθυμεῖ 要求支配属格,关系代词受到支配而变为属格 ὧν。
- 7.1.113ἔρως δέ ἐστιν ἐπιθυμία τις οὐχὶ περὶ σπουδαίους· ἔστι γὰρ ἐπιβολὴ φιλοποιίας διὰ κάλλος ἐμφαινόμενον
否定词 οὐχὶ 修饰介词短语 περὶ σπουδαίους,意指作为盲目激情的爱欲“并非关涉于有德之士(贤人)”。紧接着的说明句 ἔστι γὰρ... 则道出斯多亚学派对于真正的情爱的积极界定,即它乃是“借助显现之美建立友爱关系的企图”。
