- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:6.9.102-6.9.105
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-27
在以梅内德莫的怪诞行为结束犬儒派各家传记后,作者将犬儒学派确立为一个哲学宗派,概述了其摒弃逻辑学、自然学与通识学科、主张依德性生活和简朴自足的共同学说,并预告转向记述斯多亚学派。
Μενέδημος Κωλώτου τοῦ Λαμψακηνοῦ μαθητής. οὗτος, καθά φησιν Ἱππόβοτος, εἰς τοσοῦτον τερατείας ἤλασεν ὥστε Ἐρινύος ἀναλαβὼν σχῆμα περιῄει, λέγων ἐπίσκοπος ἀφῖχθαι ἐξ ᾅδου τῶν ἁμαρτανομένων1, ὅπως πάλιν κατιὼν ταῦτα ἀπαγγέλλοι τοῖς ἐκεῖ δαίμοσιν. ἦν δὲ αὐτῷ ἡ ἐσθὴς αὕτη· χιτὼν φαιὸς ποδήρης, περὶ αὐτῷ ζώνη φοινικῆ, πῖλος Ἀρκαδικὸς ἐπὶ τῆς κεφαλῆς ἔχων ἐνυφασμένα τὰ δώδεκα στοιχεῖα, ἐμβάται τραγικοί, πώγων ὑπερμεγέθης, ῥάβδος ἐν τῇ χειρὶ μειλίνη.
梅内德莫是拉姆普萨库斯的科洛忒斯的门徒。正如希波博托斯所说,此人竟陷入如此严重的装神弄鬼之中,以至于他装扮成复仇女神厄里倪厄斯的模样四处游走,声称自己是从冥府前来视察罪愆者的监察官,以便在重返冥府时向那里的神灵报告这些罪行。他的装束如下:一袭垂至脚踝的灰色长袍,腰间系着绯红色束带,头上戴着一顶织有黄道十二宫图样的阿卡迪亚式软帽,脚蹬悲剧演员的高靴,蓄着一把极大的胡须,手中握着一根梣木手杖。
Καὶ οὗτοι μὲν οἱ βίοι τῶν κυνικῶν ἑκάστου. προσυπογράψομεν δὲ καὶ τὰ κοινῇ ἀρέσκοντα αὐτοῖς, αἵρεσιν καὶ ταύτην εἶναι ἐγκρίνοντες τὴν φιλοσοφίαν2, οὐ, καθά φασί τινες, ἔνστασιν βίου. ἀρέσκει οὖν αὐτοῖς τὸν λογικὸν καὶ τὸν φυσικὸν τόπον περιαιρεῖν, ἐμφερῶς Ἀρίστωνι τῷ Χίῳ, μόνῳ δὲ προσέχειν τῷ ἠθικῷ. καὶ ὅπερ τινὲς ἐπὶ Σωκράτους, τοῦτο Διοκλῆς ἐπὶ Διογένους ἀναγράφει, τοῦτον φάσκων λέγειν, Δεῖ ζητεῖν "ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκται." παραιτοῦνται δὲ καὶ τὰ ἐγκύκλια μαθήματα. γράμματα γοῦν μὴ μανθάνειν ἔφασκεν ὁ Ἀντισθένης τοὺς σώφρονας γενομένους, ἵνα μὴ διαστρέφοιντο τοῖς ἀλλοτρίοις.
以上就是诸位犬儒派哲人各自的生平。我们还要附带概述一下他们共同主张的学说,因为我们认定这种哲学也是一个真正的宗派,而非如某些人所言,仅仅是一种生活方式。因此,他们主张取消逻辑学与自然学的领域,与希俄斯的阿里斯托相仿,只专注于伦理学。某些人记在苏格拉底名下的事,狄奥克勒斯却将其记在第欧根尼名下,称他常说应当探寻: “无论在你的厅堂之中,铸成了何种祸与福。” 他们还摒弃百科通识诸学科。安提斯泰尼就曾说,那些已经变得自制审慎的人不应当学习文化文字,以免被外在无益之事所败坏。
περιαιροῦσι δὲ καὶ γεωμετρίαν καὶ μουσικὴν καὶ πάντα τὰ τοιαῦτα. ὁ γοῦν Διογένης πρὸς τὸν ἐπιδεικνύντα αὐτῷ ὡροσκοπεῖον, χρήσιμον, ἔφη, τὸ ἔργον πρὸς τὸ μὴ ὑστερῆσαι δείπνου. πρὸς τὸν ἐπιδεικνύμενον αὐτῷ μουσικὸν ἔφη· "γνώμαις γὰρ ἀνδρῶν εὖ μὲν οἰκοῦνται πόλεις, εὖ δʼ οἶκος, οὐ ψαλμοῖσι καὶ τερετίσμασιν." Ἀρέσκει δʼ αὐτοῖς καὶ τέλος εἶναι τὸ κατʼ ἀρετὴν ζῆν, ὡς Ἀντισθένης φησὶν ἐν τῷ Ἡρακλεῖ, ὁμοίως τοῖς στωικοῖς· ἐπεὶ καὶ κοινωνία τις ταῖς δύο ταύταις αἱρέσεσίν ἐστιν. ὅθεν καὶ τὸν κυνισμὸν εἰρήκασι σύντομον ἐπʼ ἀρετὴν ὁδόν. καὶ οὕτως ἐβίω καὶ Ζήνων ὁ Κιτιεύς. Ἀρέσκει δʼ αὐτοῖς καὶ λιτῶς βιοῦν, αὐτάρκεσι χρωμένοις σιτίοις καὶ τρίβωσι μόνοις, πλούτου καὶ δόξης καὶ εὐγενείας καταφρονοῦσιν3. ἔνιοι γοῦν καὶ βοτάναις καὶ παντάπασιν ὕδατι χρῶνται ψυχρῷ σκέπαις τε ταῖς τυχούσαις καὶ πίθοις, καθάπερ Διογένης, ὃς ἔφασκε θεῶν μὲν ἴδιον εἶναι μηδενὸς δεῖσθαι, τῶν δὲ θεοῖς ὁμοίων τὸ ὀλίγων χρῄζειν.
他们还取缔几何学、音乐以及所有此类学科。第欧根尼对向他展示日晷的人说: “这是一件有用的 器具, 免得让人赶不上赴宴。” 对一位在他面前炫耀乐艺的乐人,他说道: “全凭明达之士的谋略,城邦才得以治理井然, 家宅亦然,绝非靠那弹拨琴弦与尖声轻唱。” 他们还主张,依德性生活乃是人生的终极目的,正如安提斯泰尼在《赫拉克勒斯》中所言,这与斯多亚派相似;因为在这两个宗派之间确实存在某种共同性。因此他们也称犬儒主义是通往德性的捷径;而奇梯翁的芝诺也是如此生活的。 他们还主张过简朴的生活,仅食用足以维持生命的食物,仅穿粗敝短袍,鄙视财富、声誉与高贵出身。事实上,某些人甚至只靠野草和全然冰冷的水维生,栖身于随处可遇的简陋棚屋或大陶瓮中,正如第欧根尼那样;他常说,一无所求乃是神明的特权,而所需甚少则是肖似神明之人的本色。
Ἀρέσκει δʼ αὐτοῖς καὶ τὴν ἀρετὴν διδακτὴν εἶναι, καθά φησιν Ἀντισθένης ἐν τῷ Ἡρακλεῖ, καὶ ἀναπόβλητον ὑπάρχειν· ἀξιέραστόν τε τὸν σοφὸν καὶ ἀναμάρτητον καὶ φίλον τῷ ὁμοίῳ, τύχῃ τε μηδὲν ἐπιτρέπειν. τὰ δὲ μεταξὺ ἀρετῆς καὶ κακίας ἀδιάφορα λέγουσιν ὁμοίως Ἀρίστωνι τῷ Χίῳ. Καὶ οὗτοι μὲν οἱ κυνικοί· μετιτέον δʼ ἐπὶ τοὺς στωικούς4, ὧν ἦρξε Ζήνων, μαθητὴς γενόμενος Κράτητος.
他们还主张德性是可传授的,正如安提斯泰尼在《赫拉克勒斯》中所言,且德性是一旦获得便不可丧失的;明智者值得被爱,绝不犯过错,且是与自己同类之人的朋友,绝不将任何事托付于命运。至于德性与恶行之间的一切事物,他们也如希俄斯的阿里斯托一样,称其为无差别的身外之物。 以上便是诸位犬儒派学者;接下来我们应当转向斯多亚派,该派的创立者是曾为克拉特斯弟子的芝诺。
- 6.9.102λέγων ἐπίσκοπος ἀφῖχθαι ἐξ ᾅδου τῶν ἁμαρτανομένων
由于不定式 ἀφῖχθαι 的逻辑主语与分词 λέγων 的主语一致,其表语名词 ἐπίσκοπος 未用宾格而采用主格。属格 τῶν ἁμαρτανομένων 依附于 ἐπίσκοπος(监察官),充当宾格性属格,表示监察的对象。
- 6.9.103αἵρεσιν καὶ ταύτην εἶναι ἐγκρίνοντες τὴν φιλοσοφίαν
分词 ἐγκρίνοντες(判定、承认)支配一个宾格加不定式结构。其中 τὴν φιλοσοφίαν ταύτην 是逻辑主语(“这种哲学也是”),αἵρεσιν 是表语名词(“一个宗派”),并与后文的 οὐ ... ἔνστασιν βίου(“而非……仅是一种生活方式”)构成对比。
- 6.9.104αὐτάρκεσι χρωμένοις σιτίοις καὶ τρίβωσι μόνοις, πλούτου καὶ δόξης καὶ εὐγενείας καταφρονοῦσιν
与格分词 χρωμένοις 与 καταφρονοῦσιν 与非人称表达 ἀρέσκει αὐτοῖς 中的与格代词 αὐτοῖς(指犬儒派学者们)保持一致。不定式 λιτῶς βιοῦν 的逻辑主语以一致的与格形式体现出来。
- 6.9.105μετιτέον δʼ ἐπὶ τοὺς στωικούς
动形词 μετιτέον(源自 μέτειμι)构成的非人称句式,表达必要性或应当(“必须/应当转向……”)。其施事者(“我们”)在语境中不言自明而被省略。
