← 第欧根尼·拉尔修

哲人言行录

§6.8.99-6.8.101

梅尼普斯的生平与放贷生涯及著作

本节记述了犬儒派梅尼普斯的出身、从事高利贷活动以及失财自缢的始末,并列举了他的著作篇目及同名人物。

← 上一节下一节 →

Μένιππος, καὶ οὗτος κυνικός, τὸ ἀνέκαθεν ἦν Φοῖνιξ, δοῦλος, ὥς φησιν Ἀχαϊκὸς ἐν Ἠθικοῖς. Διοκλῆς δὲ καὶ τὸν δεσπότην αὐτοῦ Ποντικὸν εἶναι καὶ Βάτωνα καλεῖσθαι.1 ἀτηρότερον δʼ αἰτῶν ὑπὸ φιλαργυρίας ἴσχυσε Θηβαῖος γενέσθαι. Φέρει μὲν οὖν σπουδαῖον οὐδέν· τὰ δὲ βιβλία αὐτοῦ πολλοῦ καταγέλωτος γέμει καί τι ἴσον τοῖς Μελεάγρου τοῦ κατʼ αὐτὸν γενομένου. Φησὶ δʼ Ἕρμιππος ἡμεροδανειστὴν αὐτὸν γεγονέναι καὶ καλεῖσθαι· καὶ γὰρ ναυτικῷ τόκῳ δανείζειν καὶ ἐξενεχυριάζειν, ὥστε πάμπλειστα χρήματα ἀθροίζειν·

梅尼普斯也是一位犬儒派学者,正如阿开库斯在《伦理学》中所说,他原是腓尼基人,身份是奴隶。狄奥克勒斯还补充说,他的主人是本都人,名叫巴同。梅尼普斯出于贪财,极其纠缠不休地乞讨,终于得以成为底比斯公民。 他并没有提出任何严肃的思想;他的著述充满了极尽嘲弄之能事,与同辈的墨勒阿革洛斯的作品不相上下。 赫尔米普斯说,他后来成了一名按日付息的放贷者,并且也得到了这个称号;因为他发放海事高利贷并扣押抵押品,从而积攒了极其丰厚的财富。

τέλος δʼ ἐπιβουλευθέντα πάντων στερηθῆναι καὶ ὑπʼ ἀθυμίας βρόχῳ τὸν βίον μεταλλάξαι. καὶ ἡμεῖς ἐπαίξαμεν εἰς αὐτόν· "Φοίνικα τὸ γένος, ἀλλὰ Κρητικὸν κύνα, ἡμεροδανειστήν—τοῦτο γὰρ ἐπεκλῄζετο—οἶσθα Μένιππον ἴσως. Θήβησιν οὗτος ὡς διωρύγη ποτὲ2 καὶ πάντʼ ἀπέβαλεν οὐδʼ ἐνόει φύσιν κυνός3, αὑτὸν ἀνεκρέμασεν." Ἔνιοι δὲ τὰ βιβλίʼ αὐτοῦ οὐκ αὐτοῦ εἶναι, ἀλλὰ Διονυσίου καὶ Ζωπύρου τῶν Κολοφωνίων, οἳ τοῦ παίζειν ἕνεκα συγγράφοντες ἐδίδοσαν αὐτῷ ὡς εὖ δυναμένῳ διαθέσθαι4.

但最终他中了圈套,被剥夺了所有的财产,因绝望而自缢身亡。我们也曾为他作了一首嘲弄诗: “生为腓尼基人,却是一只克里特恶犬, 按日放贷的高利贷者——世人曾如此呼唤他——你或许认得梅尼普斯。 在底比斯,有一次他的家宅被墙挖穿窃盗, 家财尽失,他不解真正做犬的本性,竟悬梁自尽。” 还有人说,他的著作并非出自他本人之手,而是科洛封的狄奥尼修斯与佐庇鲁斯所作;他们为了逗弄取乐而撰写这些文字,转交给他,是因为他善于将其脱手叫卖。

Γεγόνασι δὲ Μένιπποι ἕξ· πρῶτος ὁ γράψας τὰ περὶ Λυδῶν καὶ Ξάνθον ἐπιτεμόμενος, δεύτερος αὐτὸς οὗτος, τρίτος Στρατονικεὺς σοφιστής, Κὰρ τὸ ἀνέκαθεν· τέταρτος ἀνδριαντοποιός, πέμπτος καὶ ἕκτος ζωγράφοι· μέμνηται δʼ ἀμφοτέρων Ἀπολλόδωρος. Τὰ δʼ οὖν τοῦ κυνικοῦ βιβλία ἐστὶ δεκατρία, Νέκυια. Διαθῆκαι. Ἐπιστολαὶ κεκομψευμέναι ἀπὸ τοῦ τῶν θεῶν προσώπου. Πρὸς τοὺς φυσικοὺς καὶ μαθηματικοὺς καὶ γραμματικοὺς καὶ Γονὰς Ἐπικούρου καὶ Τὰς θρησκευομένας ὑπʼ αὐτῶν εἰκάδας. καὶ ἄλλα.

历史上共有六位梅尼普斯:第一位撰写了吕底亚纪事并节录了克桑托斯著作的人;第二位正是此人;第三位是斯特拉托尼基亚的智者,原籍卡利亚;第四位是雕塑家;第五和第六位是画家,阿波罗多洛斯曾提及他们二人。 无论如何,这位犬儒派学者的著作共有十三部: 《冥界探访》、《遗嘱集》、《假托诸神之口辞藻工巧的书信》、《反自然哲学家、数学家与文法学家》、《伊壁鸠鲁的诞生》、《他们所崇敬的每月二十日祭》、以及其他作品。

语法注4 条
  1. 6.8.99Διοκλῆς δὲ καὶ τὸν δεσπότην αὐτοῦ Ποντικὸν εἶναι καὶ Βάτωνα καλεῖσθαι.

    在主语 Διοκλῆς 之后省略了如 φησί 这类言说动词(承接前句的 ὥς φησιν),统领其后的宾格与不定式结构(τὸν δεσπότην εἶναι ... καλεῖσθαι)作间接引语。

  2. 6.8.100ὡς διωρύγη ποτέ

    动词 διορύσσω(凿穿墙壁)的被动第二不定过去时直陈式第三人称单数。古希腊语中常用该词指盗贼(τοιχωρύχος)凿穿泥砖墙壁入室盗窃的典型盗案,在此意为“当他遭入室窃盗时”。

  3. 6.8.100οὐδʼ ἐνόει φύσιν κυνός

    意为“不解犬的本性”。此处一语双关:一方面指犬类动物的自然习性,另一方面指“犬儒派”(字面义即“像犬一样的”)安贫乐道、无视身外之物的超脱境界,嘲讽梅尼普斯因丢弃财富而自缢,实未领悟犬儒派的真正精髓。

  4. 6.8.100ὡς εὖ δυναμένῳ διαθέσθαι

    连词 ὡς 与与格分词 δυναμένῳ 连用,修饰间接宾语 αὐτῷ,表示原作者交付文稿的理由或动机(“认为他极善于……”)。διαθέσθαι 具有商业及演艺语境的用法,意为“脱手售出、推销流通”。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:6.8.99-6.8.101