- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:6.7.96-6.7.98
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-27
希帕尔基亚拒绝了世俗的求婚者而选择与克拉特斯结为伴侣并同过哲学家生活,并在宴席上驳倒狄奥多罗斯。随后记述了克拉特斯的书信与悲剧诗作,并记载了他逝世与安葬于维奥蒂亚。
Ἐθηράθη δὲ τοῖς λόγοις καὶ ἡ ἀδελφὴ τοῦ Μητροκλέους Ἱππαρχία. Μαρωνεῖται δʼ ἦσαν ἀμφότεροι. Καὶ ἤρα τοῦ Κράτητος καὶ τῶν λόγων καὶ τοῦ βίου, οὐδενὸς τῶν μνηστευομένων ἐπιστρεφομένη, οὐ πλούτου, οὐκ εὐγενείας, οὐ κάλλους· ἀλλὰ πάντʼ ἦν Κράτης αὐτῇ. καὶ δὴ καὶ ἠπείλει τοῖς γονεῦσιν ἀναιρήσειν αὑτήν, εἰ μὴ τούτῳ δοθείη. Κράτης μὲν οὖν παρακαλούμενος ὑπὸ τῶν γονέων αὐτῆς ἀποτρέψαι τὴν παῖδα, πάντʼ ἐποίει, καὶ τέλος μὴ πείθων, ἀναστὰς καὶ ἀποθέμενος τὴν ἑαυτοῦ σκευὴν ἀντικρὺ αὐτῆς ἔφη, ὁ μὲν νυμφίος οὗτος, ἡ δὲ κτῆσις αὕτη, πρὸς ταῦτα βουλεύου· οὐδὲ γὰρ ἔσεσθαι κοινωνόν1, εἰ μὴ καὶ τῶν αὐτῶν ἐπιτηδευμάτων γενηθείη.
麦特罗克勒斯的妹妹希帕尔基亚也被这些言论所吸引。兄妹二人都是马罗内亚人。 她热恋着克拉特斯、他的言辞以及他的生活方式,对任何求婚者都不屑一顾,无论是财富、出身还是美貌;对她而言,克拉特斯就是一切。她甚至向父母威胁说,如果不把她嫁给克拉特斯,她就自寻短见。克拉特斯受其父母恳请前来劝阻这位少女,想尽了一切办法;最后见劝说无效,便站起身来,当着她的面脱去衣服,说道:“新郎就是此人,财产也就是这些,请据此考虑吧!”因为除非她也采纳同样的生活习俗,否则便不可能成为他的伴侣。
Εἵλετο ἡ παῖς καὶ ταὐτὸν ἀναλαβοῦσα σχῆμα συμπεριῄει τἀνδρὶ καὶ ἐν τῷ φανερῷ συνεγίνετο καὶ ἐπὶ τὰ δεῖπνα ἀπῄει. ὅτε καὶ πρὸς Λυσίμαχον εἰς τὸ συμπόσιον ἦλθεν, ἔνθα Θεόδωρον τὸν ἐπίκλην Ἄθεον ἐπήλεγξε, σόφισμα προτείνασα τοιοῦτον· ὃ ποιῶν Θεόδωρος οὐκ ἂν ἀδικεῖν λέγοιτο, οὐδʼ Ἱππαρχία ποιοῦσα τοῦτο ἀδικεῖν λέγοιτʼ ἄν· Θεόδωρος δὲ τύπτων ἑαυτὸν οὐκ ἀδικεῖ, οὐδʼ ἄρα Ἱππαρχία Θεόδωρον τύπτουσα ἀδικεῖ. ὁ δὲ πρὸς μὲν τὸ λεχθὲν οὐδὲν ἀπήντησεν, ἀνέσυρε δʼ αὐτῆς θοιμάτιον· ἀλλʼ οὔτε κατεπλάγη Ἱππαρχία οὔτε διεταράχθη ὡς γυνή.
少女选择了克拉特斯;她换上了同样的装束,与丈夫形影相随,公开同居,并一同赴宴。有一次,她还去参加了利西马科斯的酒宴,并在席间驳倒了绰号“无神论者”的狄奥多罗斯。她提出了这样一个诡辩论证:“狄奥多罗斯做某事若不被算作作恶,希帕尔基亚做此事同样不被算作作恶;但狄奥多罗斯击打自己并不算作恶,因此希帕尔基亚击打狄奥多罗斯也就不算作恶。”狄奥多罗斯对此哑口无言,却掀起了她的外袍;但希帕尔基亚既没有像寻常女子那样受惊,也没有慌乱。
ἀλλὰ καὶ εἰπόντος αὐτῇ, "αὕτη ʼστὶν ἡ τὰς παρʼ ἱστοῖς ἐκλιποῦσα κερκίδας;" ἐγώ, φησίν, εἰμί, Θεόδωρε· ἀλλὰ μὴ κακῶς σοι δοκῶ βεβουλεῦσθαι2 περὶ αὑτῆς3, εἰ, τὸν χρόνον ὃν ἔμελλον ἱστοῖς προσαναλώσειν, τοῦτον εἰς παιδείαν κατεχρησάμην; καὶ ταῦτα μὲν καὶ ἄλλα μυρία τῆς φιλοσόφου. Φέρεται δὲ τοῦ Κράτητος βιβλίον Ἐπιστολαί, ἐν αἷς ἄριστα φιλοσοφεῖ, τὴν λέξιν ἔστιν ὅτε παραπλήσιος Πλάτωνι. γέγραφε καὶ τραγῳδίας ὑψηλότατον ἐχούσας φιλοσοφίας χαρακτῆρα, οἷόν ἐστι κἀκεῖνο· "οὐχ εἷς πάτρας μοι πύργος, οὐ μία στέγη, πάσης δὲ χέρσου καὶ πόλισμα καὶ δόμος ἕτοιμος ἡμῖν ἐνδιαιτᾶσθαι πάρα." Ἐτελεύτησε δὲ γηραιὸς καὶ ἐτάφη ἐν Βοιωτίᾳ.
甚至当狄奥多罗斯对她说: “难道这便是那舍弃织布梭子的女人?” 她回答道:“正是此人,狄奥多罗斯。然而,如果我将本该耗费在织机上的时间用于受教育,你难道认为我为自己做出了糟糕的决断吗?” 关于这位女哲学家,流传着这些以及无数其他轶事。 此外,克拉特斯有一部《书信集》流传于世,他在其中极其出色地阐发哲学,其文风有时与柏拉图相仿。他还撰写过富有极高雅哲学旨趣的悲剧,例如这几句诗: “我没有唯一的祖国之塔,也没有唯一的屋顶; 凡大地各处,皆有城邑与居所 随时备好供我们栖身。” 他寿高而终,葬于维奥蒂亚。
- 6.7.96οὐδὲ γὰρ ἔσεσθαι κοινωνόν
间接引语中的不定式结构,依附于上下文隐含的言说动词(克拉特斯补充说明的话)。主格/宾格主语 αὐτήν 被省略,κοινωνόν 作补足语宾格。其后的条件从句 εἰ μὴ ... γενηθείη 是直接引语中假设从句虚拟式(ἐὰν μὴ ... γένηται)在历史时态间接引语中转变为祈愿式。
- 6.7.98μὴ κακῶς σοι δοκῶ βεβουλεῦσθαι
小词 μή 引导期待否定回答的直接疑问句(“你难道认为我……吗?”),后接现在时直陈式 δοκῶ。在语法上 δοκῶ 亦可被视为深思虚拟式,但作为针对对方挑衅的有力反诘,视作直陈式最为通顺连贯。
- 6.7.98περὶ αὑτῆς
此处使用了第三人称反身代词(αὑτῆς = ἑαυτῆς)代替第一人称反身代词(ἐμαυτῆς)。尽管动词主语为第一人称(ἐγώ / δοκῶ),但用第三人称反身代词指代第一人称或第二人称,是希腊化时期及晚期希腊语散文中的常见语法现象。
