← 第欧根尼·拉尔修

哲人言行录

§6.6.94-6.6.95

麦特罗克勒斯的皈依与轶事言行

记述马罗内亚的麦特罗克勒斯经由克拉特斯的机智开导而皈依犬儒学派的经过、其焚书言行与名言,以及其门徒的传授谱系。

← 上一节下一节 →

Μητροκλῆς ὁ Μαρωνείτης, ἀδελφὸς Ἱππαρχίας, ὃς πρότερον ἀκούων Θεοφράστου τοῦ περιπατητικοῦ τοσοῦτον διέφθαρτο, ὥστε ποτὲ μελετῶν καὶ μεταξύ πως ἀποπαρδὼν ὑπʼ ἀθυμίας οἴκοι κατάκλειστος ἦν, ἀποκαρτερεῖν βουλόμενος. μαθὼν δὴ ὁ Κράτης εἰσῆλθε πρὸς αὐτὸν παρακληθεὶς καὶ θέρμους ἐπίτηδες βεβρωκὼς ἔπειθε μὲν αὐτὸν καὶ διὰ τῶν λόγων μηδὲν φαῦλον πεποιηκέναι· τέρας γὰρ ἂν γεγονέναι εἰ μὴ καὶ τὰ πνεύματα κατὰ φύσιν ἀπεκρίνετο1· τέλος δὲ καὶ ἀποπαρδὼν αὐτὸν ἀνέρρωσεν, ἀφʼ ὁμοιότητος τῶν ἔργων παραμυθησάμενος. τοὐντεῦθεν ἤκουεν αὐτοῦ καὶ ἐγένετο ἀνὴρ ἱκανὸς ἐν φιλοσοφίᾳ.

马罗内亚的麦特罗克勒斯是希帕尔基亚的兄弟。他原先听从漫步学派的狄奥弗拉斯托斯讲学,心灵变得如此脆弱,以至于有一次在练习演说时意外放了屁,便因沮丧而闭门不出,意图绝食自尽。克拉特斯获悉此事后,应邀前去探望他;克拉特斯故意预先吃了羽扇豆,起初用言语劝导他,说他并未做过任何可耻之事,因为如果体内胀气不顺应自然排出,反倒是件怪异反常之事了。最后克拉特斯自己也放了一个屁,以同样的行为安慰并使他振作起来。从此麦特罗克勒斯师从于克拉特斯,并成为了哲学上的卓越之士。

Οὗτος τὰ ἑαυτοῦ συγγράμματα κατακαίων, ὥς φησιν Ἑκάτων ἐν πρώτῳ Χρειῶν, ἐπέλεγε· "τάδʼ ἔστʼ ὀνείρων νερτέρων φαντάσματα," [οἷον λῆρος]· οἱ δʼ, ὅτι τὰς Θεοφράστου ἀκροάσεις καταφλέγων ἐπέλεγε, "Ἥφαιστε, πρόμολʼ ὧδε, Θέτις νύ τι σεῖο χατίζει." οὗτος ἔλεγε τῶν πραγμάτων τὰ μὲν ἀργυρίου ὠνητὰ εἶναι, οἷον οἰκίαν· τὰ δὲ χρόνου καὶ ἐπιμελείας, ὡς παιδείαν. τὸν πλοῦτον βλαβερόν, εἰ μή τις ἀξίως αὐτῷ χρῷτο. Ἐτελεύτα δὲ ὑπὸ γήρως ἑαυτὸν πνίξας2. Μαθηταὶ δʼ αὐτοῦ Θεόμβροτος καὶ Κλεομένης, Θεομβρότου Δημήτριος ὁ Ἀλεξανδρεύς, Κλεομένους Τίμαρχος Ἀλεξανδρεὺς καὶ Ἐχεκλῆς Ἐφέσιος· οὐ μὴν ἀλλὰ καὶ Ἐχεκλῆς Θεομβρότου διήκουσεν, οὗ Μενέδημος, περὶ οὗ λέξομεν. ἐγένετο καὶ Μένιππος Σινωπεὺς ἐν αὐτοῖς ἐπιφανής.

正如赫卡同在《言行录》第一卷中所记载的那样,麦特罗克勒斯在焚烧自己的著作时,吟诵道: “此皆冥界梦幻之魅影,”[意即胡言乱语]。另有人说,他在焚烧狄奥弗拉斯托斯的听课笔记时吟诵道: “赫菲斯托斯,且请前来,忒提斯对你有所企求。” 他常说,在世间事物中,有些可用金钱买到,比如房屋;而有些则需耗费时间与心血,比如教养。他还说,若不能妥善运用财富,财富便是有害的。 他在年老时憋气窒息自尽。 他的弟子有狄翁布罗托斯与克勒奥梅内斯;狄翁布罗托斯的弟子为亚历山大里亚的德米特里乌斯;克勒奥梅内斯的弟子为亚历山大里亚的蒂马库斯与以弗所的厄克勒斯;不过厄克勒斯也曾听讲于狄翁布罗托斯;厄克勒斯的弟子为梅内德穆斯,我们稍后将谈及他。锡诺普的墨尼普斯也在他们之中享有盛名。

语法注2 条
  1. 6.6.94τέρας γὰρ ἂν γεγονέναι εἰ μὴ καὶ τὰ πνεύματα κατὰ φύσιν ἀπεκρίνετο

    间接引语中的非真实条件句(反事实条件句)。主句原本为带 ἄν 的过去时直陈式(如 ἐγεγόνει ἄν),在间接引语中转化为 ἄν 搭配完成时不定式(ἂν γεγονέναι);条件从句(εἰ 从句)则保留未完成过去时直陈式 ἀπεκρίνετο。

  2. 6.6.95ἑαυτὸν πνίξας

    犬儒派传记中常见的自杀记述模式,指“屏息窒息自尽”。动词 πνίγω 意为“使窒息、掐死”,在此搭配反身代词 ἑαυτόν,按古代轶事传统指故意屏住呼吸致死的自绝方式。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:6.6.94-6.6.95