- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:6.5.89-6.5.93
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-27
记述了克拉特斯的怪诞行径、机智言论、外貌缺陷与晚年去世,以及他拒绝亚历山大重建其祖国的对话。
τοὺς δὲ τῶν μοιχευόντων τραγικούς1, φυγὰς 〈γὰρ〉 καὶ φόνους ἔχειν ἔπαθλον· τοὺς δὲ τῶν ἑταίραις προσιόντων κωμικούς· ἐξ ἀσωτίας γὰρ καὶ μέθης μανίαν ἀπεργάζεσθαι. Τούτου γέγονε Πασικλῆς ἀδελφός, μαθητὴς Εὐκλείδου. Χάριεν δʼ αὐτοῦ Φαβωρῖνος ἐν δευτέρῳ τῶν Ἀπομνημονευμάτων φέρει. φησὶ γάρ· παρακαλῶν περί του τὸν γυμνασίαρχον, τῶν ἰσχίων αὐτοῦ ἥπτετο· ἀγανακτοῦντος δέ, ἔφη, τί γάρ; οὐχὶ καὶ ταῦτα σά ἐστι καθάπερ καὶ τὰ γόνατα; ἔλεγέ τʼ ἀδύνατον εἶναι ἀδιάπτωτον εὑρεῖν, ἀλλʼ ὥσπερ ἐν ῥοιᾷ καὶ σαπρόν τινα κόκκον εἶναι. Νικόδρομον ἐξερεθίσας τὸν κιθαρῳδὸν ὑπωπιάσθη· προσθεὶς οὖν πιττάκιον τῷ μετώπῳ ἐπέγραψε, Νικόδρομος ἐποίει.
他又说,通奸者的结合是悲剧性的,因为他们所获的报偿乃是流放与杀戮;而那些出入妓院者则是喜剧性的,因为荒淫与醉酒会致人发狂。 他有一个兄弟名叫帕西克勒斯,是欧几里得的门徒。 法沃里努斯在《回忆录》第二卷中记载了他的一件趣事。他说,克拉特斯在某件事上恳求体育训练所长官时,摸了摸对方的臀部;长官大怒,他便说: “怎么了?难道这部位不像你的膝盖一样也是你的吗?” 他又常说,要找到一个全无瑕疵的人是不可能的,就如在一颗石榴里总会有一粒腐烂的籽一样。他激怒了琴歌歌手尼科德罗莫斯,被打青了眼眶;于是他在额头上贴了块小木牌,上面题写道: “尼科德罗莫斯作。”
τὰς πόρνας ἐπίτηδες ἐλοιδόρει, συγγυμνάζων ἑαυτὸν πρὸς τὰς βλασφημίας. Δημήτριον τὸν Φαληρέα πέμψαντα αὐτῷ ἄρτους καὶ οἶνον ὠνείδισεν εἰπών, εἴθε γὰρ αἱ κρῆναι καὶ ἄρτους ἔφερον. δῆλον οὖν ὡς ὕδωρ ἔπινεν. ὑπὸ τῶν Ἀθήνησιν ἀστυνόμων ἐπιτιμηθεὶς ὅτι σινδόνα ἠμφίεστο, ἔφη, καὶ Θεόφραστον ὑμῖν δείξω σινδόνα περιβεβλημένον· ἀπιστούντων δέ, ἀπήγαγεν ἐπὶ κουρεῖον καὶ ἔδειξε κειρόμενον. ἐν Θήβαις ὑπὸ τοῦ γυμνασιάρχου μαστιγωθείσ—οἱ δέ, ἐν Κορίνθῳ ὑπʼ Εὐθυκράτουσ—καὶ ἑλκόμενος τοῦ ποδὸς ἐπέλεγεν ἀφροντιστῶν, "ἕλκε ποδὸς τεταγὼν διὰ βηλοῦ θεσπεσίοιο2."
他故意辱骂妓女,以此锻炼自己承受恶言恶语的能力。 当法勒隆的德米特里乌斯送给他面包与葡萄酒时,他责怪对方说: “但愿泉水里也涌出面包来!” 由此可见,他是只饮清水的。在雅典,市政官因他穿着细麻布衣衫而斥责他,他说: “我也可以让你们看看狄奥弗拉斯托斯身披细麻布衣衫的样子。” 官吏们不信,他便把他们带到一家理发店,让他们看正在剃头的狄奥弗拉斯托斯。在底比斯,他被体育训练所长官笞打——也有人说是在科林斯被欧梯克拉特斯笞打——并被抓住脚拖着走,他却若无其事地吟诵道: “抓起脚跟,拽过神圣的门槛。”
Διοκλῆς δέ φησιν ἑλχθῆναι αὐτὸν ὑπὸ Μενεδήμου τοῦ Ἐρετρικοῦ. ἐπειδὴ γὰρ εὐπρεπὴς ἦν καὶ ἐδόκει χρησιμεύειν Ἀσκληπιάδῃ τῷ Φλιασίῳ, ἁψάμενος αὐτοῦ τῶν μηρῶν ὁ Κράτης ἔφη, ἔνδον Ἀσκληπιάδης. ἐφʼ ᾧ δυσχεράναντα τὸν Μενέδημον ἕλκειν αὐτόν, τὸν δὲ τοῦτο ἐπιλέγειν. Ζήνων δʼ αὖ ὁ Κιτιεὺς ἐν ταῖς Χρείαις καὶ κώδιον αὐτόν φησί ποτε προσράψαι τῷ τρίβωνι ἀνεπιστρεπτοῦντα. ἦν δὲ καὶ τὴν ὄψιν αἰσχρὸς καὶ γυμναζόμενος ἐγελᾶτο. εἰώθει δὲ λέγειν ἐπαίρων τὰς χεῖρας, θάρρει, Κράτης, ὑπὲρ ὀφθαλμῶν καὶ τοῦ λοιποῦ σώματος·
但狄奥克利斯说,拖拽他的是厄勒特里亚的梅内德穆斯。因为梅内德穆斯相貌俊美,且被认为服务于弗利乌斯的阿斯克勒庇阿德斯,克拉特斯摸着他的大腿说: “阿斯克勒庇阿德斯在里面。” 梅内德穆斯为此恼怒而拖拽他,他则吟诵了上述诗句。 基提翁的芝诺在《言行录》中又说,克拉特斯曾经浑然不顾世俗目光,把一块羊皮缝在粗斗篷上。他相貌丑陋,锻炼身体时常遭人嘲笑。他习惯举起双手说: “鼓起勇气吧,克拉特斯,为了你的眼睛和身体的其余部分;
τούτους δʼ ὄψει τοὺς καταγελῶντας, ἤδη καὶ συνεσπασμένους ὑπὸ νόσου καί σε μακαρίζοντας, αὑτοὺς δὲ καταμεμφομένους ἐπὶ τῇ ἀργίᾳ. ἔλεγε δὲ μέχρι τούτου δεῖν φιλοσοφεῖν, μέχρι ἂν δόξωσιν οἱ στρατηγοὶ εἶναι ὀνηλάται. ἐρήμους ἔλεγε τοὺς μετὰ κολάκων ὄντας ὥσπερ τοὺς μόσχους ἐπειδὰν μετὰ λύκων ὦσιν· οὔτε γὰρ ἐκείνοις τοὺς προσήκοντας οὔτε τούτοις συνεῖναι3, ἀλλὰ τοὺς ἐπιβουλεύοντας. συναισθανόμενος ὅτι ἀποθνήσκει, ἐπῇδε πρὸς ἑαυτὸν λέγων, "στείχεις δή, φίλε κυρτών, βαίνεις τʼ εἰς Ἀΐδαο δόμους κυφὸς διὰ γῆρας." ἦν γὰρ κυφὸς ὑπὸ χρόνου.
因为你将看到这些嘲笑你的人自己也因疾病而萎缩痉挛,称赞你是有福的,并为他们自己的怠惰而自怨自艾。” 他常说,人应当研习哲学,直到那些将领们看起来不过是赶驴者为止。他说,与谄媚者为伍的人,正如狼群中的牛犊一般孤立无援;因为无论是前者还是后者身边,都没有亲善之人相伴,反倒尽是图谋不轨之徒。当他觉察到自己行将就木时,对自己唱道: “你终究要去了,亲爱的驼子, 因年迈而弯着身躯,迈向哈得斯的冥府。” 因为岁月使他驼了背。
Πρὸς Ἀλέξανδρον πυθόμενον εἰ βούλεται αὐτοῦ τὴν πατρίδα ἀνορθωθῆναι, ἔφη, καὶ τί δεῖ; πάλιν γὰρ ἴσως Ἀλέξανδρος ἄλλος αὐτὴν κατασκάψει. ἔχειν δὲ πατρίδα ἀδοξίαν καὶ πενίαν ἀνάλωτα τῇ τύχῃ καὶ Διογένους εἶναι πολίτης4 ἀνεπιβουλεύτου φθόνῳ. μέμνηται δὲ αὐτοῦ καὶ Μένανδρος ἐν Διδύμαις οὕτως· "συμπεριπατήσεις γὰρ τρίβωνʼ ἔχουσʼ ἐμοί, ὥσπερ Κράτητι τῷ κυνικῷ ποθʼ ἡ γυνή, καὶ θυγατέρʼ ἐξέδωκʼ ἐκεῖνος, ὡς ἔφη αὐτός, ἐπὶ πείρᾳ δοὺς τριάκονθʼ ἡμέρας." Μαθηταὶ δʼ αὐτοῦ.
当亚历山大问他是否希望祖国重建时,他说: “何必呢?因为也许另一个亚历山大又会将其夷为平地。” 他又说,他拥有不受命运支配的默默无闻与贫困作为祖国,并且是不会招致嫉妒的狄奥根尼的同胞公民。米南德在《双生姊妹》中也这样提及他: “因为你将披着粗斗篷与我一同漫游, 正如当年妻子之于犬儒派克拉特斯一样; 而且他嫁出女儿时,正如他自己所言, 是先交出试婚三十天。” 他的门徒有以下诸人。
- 6.5.89τοὺς δὲ τῶν μοιχευόντων τραγικούς
承接前一截末尾的 φάναι 所引导的间接引语(宾格加不定式结构)。省略了由前文 τὸν γάμον 承引的名词 γάμους 作为主语,支配谓语形容词 τραγικούς(意为“通奸者的婚姻是悲剧性的”)。
- 6.5.90ἕλκε ποδὸς τεταγὼν διὰ βηλοῦ θεσπεσίοιο
对《伊利亚特》第1卷第591行(赫淮斯托斯被掷下奥林匹斯山:ῥῖψε ποδὸς τεταγὼν διὰ βηλοῦ θεσπεσίοιο)的戏仿,将动词 ῥῖψε(抛掷)替换为了 ἕλκε(拖拽)。分词 τεταγών 是表“抓住”(相当于 λαβών)的史诗重叠过去分词。
- 6.5.92οὔτε γὰρ ἐκείνοις τοὺς προσήκοντας οὔτε τούτοις συνεῖναι
在指示代词的对照中,ἐκείνοις 指代前文较远的对象(“与谄媚者为伍的人”),而 τούτοις 指代紧邻的比喻对象(“牛犊”)。τοὺς προσήκοντας(亲善之人/亲属)是不定式 συνεῖναι 的宾格主语,受 οὔτε... οὔτε 的并列否定支配。
- 6.5.93ἔχειν δὲ πατρίδα ἀδοξίαν καὶ πενίαν ἀνάλωτα τῇ τύχῃ καὶ Διογένους εἶναι πολίτης
间接引语的不定式结构(ἔχειν, εἶναι)。前半句中 πατρίδα 为谓语名词,ἀδοξίαν καὶ πενίαν 为宾语;后半句中与不定式 εἶναι 连用的谓语名词 πολίτης 未采用宾格(πολίτην),而是采用了主格(主格不定式结构,吸引现象),因其与主句隐含的主语(克拉特斯本人)保持一致。
