← 第欧根尼·拉尔修

哲人言行录

§6.5.85-6.5.88

克拉特斯的出身著作与散尽家财

介绍了底比斯人克拉特斯的出身及其著作(包括对囊袋城佩拉的讽刺诗与《日记账》等),叙述了他弃绝财富皈依犬儒派的经过以及关于其儿子的轶事。

← 上一节下一节 →

Κράτης Ἀσκώνδου Θηβαῖος. καὶ οὗτος τῶν ἐλλογίμων τοῦ κυνὸς μαθητῶν. Ἱππόβοτος δέ φησιν οὐ Διογένους αὐτὸν μαθητὴν γεγονέναι, ἀλλὰ Βρύσωνος τοῦ Ἀχαιοῦ. τούτου Παίγνια φέρεται τάδε· "Πήρη τις πόλις ἐστὶ μέσῳ ἐνὶ οἴνοπι τύφῳ1, καλὴ καὶ πίειρα, περίρρυπος, οὐδὲν ἔχουσα, εἰς ἣν οὔτε τις εἰσπλεῖ ἀνὴρ μωρὸς παράσιτος, οὔτε λίχνος πόρνης ἐπαγαλλόμενος πυγῇσιν· ἀλλὰ θύμον καὶ σκόρδα φέρει καὶ σῦκα καὶ ἄρτους, ἐξ ὧν οὐ πολεμοῦσι πρὸς ἀλλήλους περὶ τούτων, οὐχ ὅπλα κέκτηνται περὶ κέρματος, οὐ περὶ δόξης."

克拉特斯,阿斯孔达斯之子,底比斯人。他也是犬儒派宗师的杰出门徒之一。但希波博托斯说他并非狄奥根尼的门徒,而是阿开亚人布律松的门徒。他的以下《戏作》流传至今: “有一座名为囊袋(佩拉)的城邑,坐落在酒色般的虚妄之中, 秀美而肥沃,四面污秽,一无所有; 未曾有任何愚蠢的食客驾船驶入其中, 亦无贪恋娼妓丰臀的淫徒涉足; 然而它出产百里香、大蒜、无花果与面包, 居民们不因这些微末之物而彼此交战, 亦不为微薄钱币或虚名而备置武器。”

Ἔστι καὶ ἐφημερὶς ἡ θρυλουμένη οὕτως ἔχουσα· "τίθει μαγείρῳ μνᾶς δέκʼ, ἰατρῷ δραχμήν, κόλακι τάλαντα πέντε, συμβούλῳ καπνόν, πόρνῃ τάλαντον, φιλοσόφῳ τριώβολον." Ἐκαλεῖτο δὲ καὶ Θυρεπανοίκτης διὰ τὸ εἰς πᾶσαν εἰσιέναι οἰκίαν καὶ νουθετεῖν· ἔστιν αὐτοῦ καὶ τόδε· "ταῦτʼ ἔχω ὅσσʼ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν σέμνʼ ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψεν." καὶ ὅτι ἐκ φιλοσοφίας αὐτῷ περιγένοιτο "θέρμων τε χοῖνιξ καὶ τὸ μηδενὸς μέλειν." φέρεται δʼ αὐτοῦ κἀκεῖνο· "ἔρωτα παύει λιμός, εἰ δὲ μή, χρόνος· ἐὰν δὲ τούτοις μὴ δύνῃ χρῆσθαι, βρόχος."

还有一首广为流传的所谓《日记账》,其内容如下: “给厨师记上十个米纳,给医生一个德拉克马, 给谄媚者五个塔兰同,给谏言者一缕青烟, 给妓女一个塔兰同,给哲学家三个奥博尔。” 他又被称为“推门者”,因为他出入每家每户进行训诫。他的诗句还有这样一段: “凡我所学得、所深思、并与缪斯一同 庄严领悟之物,我皆保有;然而诸多丰盛之财物,虚妄已将其卷走。” 以及他从哲学中获得的收获是: “一升羽扇豆,以及对一切漠不关心。” 流传的还有他的那句诗: “饥饿止息爱情,若不然,则是时间; 若你不能使用这些,那便是绳套。”

Ἤκμαζε δὲ κατὰ τὴν τρίτην καὶ δεκάτην καὶ ἑκατοστὴν Ὀλυμπιάδα. Τοῦτόν φησιν Ἀντισθένης ἐν ταῖς Διαδοχαῖς θεασάμενον ἔν τινι τραγῳδίᾳ Τήλεφον σπυρίδιον ἔχοντα καὶ τἄλλα λυπρὸν ᾆξαι ἐπὶ τὴν κυνικὴν φιλοσοφίαν· ἐξαργυρισάμενόν τε τὴν οὐσίαν—καὶ γὰρ ἦν τῶν ἐπιφανῶν—ἀθροίσαντα πρὸς τὰ [ἑκατὸν] διακόσια τάλαντα, τοῖς πολίταις διανεῖμαι ταῦτα. αὐτὸν δὲ καρτερῶς οὕτω φιλοσοφεῖν ὡς καὶ Φιλήμονα τὸν κωμικὸν αὐτοῦ μεμνῆσθαι. φησὶ γοῦν· "καὶ τοῦ θέρους μὲν εἶχεν ἱμάτιον δασύ, ἵνʼ ὡς Κράτης ᾖ, τοῦ δὲ χειμῶνος ῥάκος." φησὶ δὲ Διοκλῆς πεῖσαι αὐτὸν Διογένην2 τὴν οὐσίαν μηλόβοτον ἀνεῖναι καὶ εἴ τι ἀργύριον εἴη, εἰς θάλατταν βαλεῖν.

他的全盛期在第一百一十三届奥林匹亚德。 安提斯泰尼在《师承录》中说,他在某部悲剧里看见忒勒福斯手提小篮、其余衣衫褴褛的模样,便飞奔投向犬儒哲学;他把自己的家产变卖成银钱——因为他原出身显贵——筹集了将近二百个塔兰同,将这些财物分发给公民们。而他践行哲学如此坚毅,以致喜剧诗人菲利蒙也提及了他。菲利蒙就说: “在夏天他穿着厚厚的粗毛斗篷, 好显得像克拉特斯一样,但在冬天却穿一件破衣。” 狄奥克利斯则说,狄奥根尼说服他将地产荒废为放羊牧场,若有银钱,便尽数抛入大海。

Καὶ Κράτητος μέν, φησίν, ὁ οἶκος ὑπʼ Ἀλεξάνδρου * * Ἱππαρχίας δὲ ὑπὸ Φιλίππου3. πολλάκις τε τῇ βακτηρίᾳ τῶν συγγενῶν τινας προσιόντας καὶ ἀποτρέποντας ἐδίωκε καὶ ἦν γενναῖος. φησὶ δὲ Δημήτριος ὁ Μάγνης τραπεζίτῃ τινὶ παρακαταθέσθαι τἀργύριον, συνθέμενον, εἰ μὲν οἱ παῖδες ἰδιῶται γένοιντο, αὐτοῖς ἀποδοῦναι· εἰ δὲ φιλόσοφοι, τῷ δήμῳ διανεῖμαι· μηδενὸς γὰρ ἐκείνους δεήσεσθαι φιλοσοφοῦντας. Ἐρατοσθένης δέ φησιν, ἐξ Ἱππαρχίας, περὶ ἧς λέξομεν, γενομένου παιδὸς αὐτῷ ὄνομα Πασικλέους, ὅτʼ ἐξ ἐφήβων ἐγένετο, ἀγαγεῖν αὐτὸν ἐπʼ οἴκημα παιδίσκης καὶ φάναι τοῦτον αὐτῷ πατρῷον εἶναι τὸν γάμον·

他还说,克拉特斯的住宅被亚历山大[……],而希帕尔基亚的住宅则被腓力[……]。他常以木杖驱赶那些前来规劝他的亲属,性情刚毅。马格内西亚的德米特里乌斯说,他曾把银钱寄存在某个钱庄掌柜那里,并约定好,如果他的儿子们成了庸常之人,便把钱还给他们;但如果成了哲学家,就分发给民众;因为他们若践行哲学,便无所欠缺。埃拉托斯特尼则说,他与希帕尔基亚(我们将谈到她)生了一个儿子名叫帕西克勒斯,当他刚过少年时期,克拉特斯便把他带到一个卖淫女子的屋中,并称这就是传自父亲的婚礼。

语法注3 条
  1. 6.5.85μέσῳ ἐνὶ οἴνοπι τύφῳ

    仿作荷马《奥德赛》第19卷172行“在酒色般的汪洋之中”(μέσῳ ἐνὶ οἴνοπι πόντῳ)。此处以“虚妄/愚昧(τῦφος)”替代了“汪洋(πόντος)”,将犬儒派理想中的囊袋(πήρα)比作漂浮在世俗浮华与迷妄汪洋中的城邑或岛屿。

  2. 6.5.87πεῖσαι αὐτὸν Διογένην

    不定词 πεῖσαι(说服)所带的双重宾格结构。结合上下文,主格性宾格为 Διογένην(狄奥根尼),宾格宾语为 αὐτόν(他[克拉特斯])。虽然词序倒装,但逻辑上只能是狄奥根尼作为施动者去劝说克拉特斯。

  3. 6.5.88ὁ οἶκος ὑπʼ Ἀλεξάνδρου * * Ἱππαρχίας δὲ ὑπὸ Φιλίππου

    正文中存在动词(或被动分词)的脱文(以 * * 标示)。从史实推测,此处指亚历山大摧毁(或重建)克拉特斯之家(以及腓力对待希帕尔基亚之家)。各语种译文依照所给原文保留缺省,不做无根据的补足。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:6.5.85-6.5.88