← 第欧根尼·拉尔修

哲人言行录

§6.3.82-6.3.83

莫尼穆的生平逸事言论与著作

记述狄奥根尼的弟子莫尼穆装疯逃离银行家主人以求学哲学,以及喜剧诗人米南德对他的提及与名言,并附其著作列表。

← 上一节下一节 →

Μόνιμος Συρακόσιος μαθητὴς μὲν Διογένους, οἰκέτης δέ τινος τραπεζίτου Κορινθίου, καθά φησι Σωσικράτης. πρὸς τοῦτον συνεχὲς ἀφικνούμενος ὁ Ξενιάδης ὁ τὸν Διογένην ἐωνημένος τὴν ἀρετὴν αὐτοῦ καὶ τῶν ἔργων καὶ τῶν λόγων διηγούμενος εἰς ἔρωτα τἀνδρὸς ἐνέβαλε τὸν Μόνιμον. αὐτίκα γὰρ ἐκεῖνος μανίαν προσποιηθεὶς τό τε κέρμα διερρίπτει καὶ πᾶν τὸ ἐπὶ τῆς τραπέζης ἀργύριον, ἕως αὐτὸν ὁ δεσπότης παρῃτήσατο· καὶ ὃς εὐθέως Διογένους ἦν. παρηκολούθησε δὲ καὶ Κράτητι τῷ κυνικῷ συχνὰ καὶ τῶν ὁμοίων εἴχετο, ὅτε καὶ μᾶλλον ὁρῶν αὐτὸν ὁ δεσπότης ἐδόκει μαίνεσθαι1.

叙拉古的莫尼穆曾是狄奥根尼的弟子,但据索西克拉泰斯所述,他原是科林斯某位银行家的家奴。买下狄奥根尼的克塞尼亚德斯常来找这位银行家,他叙述了狄奥根尼在言行上的卓越德行,从而激发了莫尼穆对那人的热切向往。因为他随即装疯,乱掷零钱和钱台上的全部银币,直到主人将他辞退;于是他立即归属于狄奥根尼。他还经常追随犬儒派的克拉特斯,坚持类似的行径,彼时主人看见他,更觉得他发疯了。

Ἐγένετο δʼ ἀνὴρ ἐλλόγιμος, ὡς καὶ Μένανδρον αὐτοῦ τὸν κωμικὸν μεμνῆσθαι. ἔν τινι γοῦν τῶν δραμάτων ἐν τῷ Ἱπποκόμῳ εἶπεν οὕτως· "Μόνιμός τις ἦν ἄνθρωπος, ὦ Φίλων, σοφός, ἀδοξότερος μικρῷ δʼ. Α. ὁ τὴν πήραν ἔχων; Β. πήρας μὲν οὖν τρεῖς· ἀλλʼ ἐκεῖνος ῥῆμά τι ἐφθέγξατʼ οὐδὲν ἐμφερές, μὰ τὸν Δία, τῷ γνῶθι σαυτόν, οὐδὲ τοῖς βοωμένοις τούτοις, ὑπὲρ δὲ ταῦθʼ ὁ προσαιτῶν καὶ ῥυπῶν· τὸ γὰρ ὑποληφθὲν τῦφον εἶναι πᾶν ἔφη2." οὗτος μὲν ἐμβριθέστατος ἐγένετο, ὥστε δόξης μὲν καταφρονεῖν, πρὸς δʼ ἀλήθειαν παρορμᾶν. Γέγραφε δὲ παίγνια σπουδῇ λεληθυίᾳ μεμιγμένα καὶ Περὶ ὁρμῶν δύο καὶ Προτρεπτικόν.

他成为了一位著名人物,以至于连喜剧诗人米南德也提及了他。至少在一部剧作《养马人》中,他如此说道: “曾有一位叫莫尼穆的人,斐洛啊,是个智者, 只是名气稍显逊色。甲:是那个背着褡裢的人吗?乙:何止褡裢,三个呢!但那个人说出了一句话, 指宙斯起誓,绝不像 ‘认识你自己’,也不像那些被四处叫嚷的 格言,而是远超于它们——那个行乞且污秽不堪的男子! 因为他说,一切被设想的事物皆是虚妄的烟云。” 他成了一个极其严正沉稳之人,以至于轻视声誉,一心追求真理。 他写过掺杂着隐蔽严肃性的幽默小品,以及两卷《论冲动》和一部《劝勉篇》。

语法注2 条
  1. 6.3.82ὁρῶν αὐτὸν ὁ δεσπότης ἐδόκει μαίνεσθαι

    主要动词 ἐδόκει 的句法结构有两种可能解释:(1) 以 ὁ δεσπότης 为主格主语,取“认为、断定”之意(δοκέω 带主格主语作主动判断),并为不定式 μαίνεσθαι 补出未明言的逻辑主格宾格 αὐτόν;(2) 以莫尼穆为 ἐδόκει 的人称主语(“他显得发疯了”),而将分词短语 ὁρῶν αὐτὸν ὁ δεσπότης 视作句式中断(anacoluthon)或悬垂主格。从语法连贯性出发,此处采 (1),主语 ὁ δεσπότης 与分词 ὁρῶν 呼应,意为“主人看见他,便认为(他)发疯了”。

  2. 6.3.83τὸ γὰρ ὑποληφθὲν τῦφον εἶναι πᾶν ἔφη

    间接引语中的“宾格加不定式”结构(AcI)。逻辑主语是因分隔修辞(hyperbaton)而分开的 τὸ ὑποληφθὲν ... πᾶν(“一切被设想的事物/一切成见”),τῦφον(“烟雾、虚妄、幻觉”)作不定式 εἶναι 的述语宾格。该句言简意赅地概括了莫尼穆视一切世俗臆见(doxa)为虚妄迷梦的哲学立场。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:6.3.82-6.3.83