- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:6.2.76-6.2.81
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-27
本节记述了狄奥根尼对门生及公众人物的吸引力、其晚年去世及其死因的各种异说、遗体安葬过程与纪念碑文,最后以其著作目录、同名异人列举以及其外貌生活习惯的记述作为全传的结语。
τὸ τρίτον αὐτὸν ἀφιγμένον1 μηδὲν ἧττον συνεῖναι τοῖς παισὶ συμφιλοσοφοῦντα. τοιαύτη τις προσῆν ἴυγξ τοῖς Διογένους λόγοις. ἤκουσε δʼ αὐτοῦ καὶ Φωκίων ὁ ἐπίκλην χρηστὸς καὶ Στίλπων ὁ Μεγαρεὺς καὶ ἄλλοι πλείους ἄνδρες πολιτικοί. Λέγεται δὲ πρὸς τὰ ἐνενήκοντα ἔτη βιοὺς τελευτῆσαι. περὶ δὲ τοῦ θανάτου διάφοροι λέγονται λόγοι· οἱ μὲν γὰρ πολύποδα φαγόντα ὠμὸν χολερικῇ ληφθῆναι καὶ ὧδε τελευτῆσαι· οἱ δὲ τὸ πνεῦμα συγκρατήσαντα, ὧν ἐστι καὶ Κερκιδᾶς ὁ Μεγαλοπολίτης [ἢ Κρής], λέγων ἐν τοῖς μελιάμβοις οὕτως· "οὐ μὰν ὁ πάρος γε Σινωπεὺς τῆνος ὁ βακτροφόρας, διπλοείματος, αἰθεριβόσκας,"
据说第三次是他本人(父亲)赶来,但同样与儿子们一道伴随狄奥根尼,一同探讨哲学。狄奥根尼的言论竟附带着如此巨大的魔力诱惑。被称为善人的福基翁以及墨加拉的斯提尔波,还有许多其他政治家,也都听过他的讲学。 据说他活到将近九十岁才去世。关于他的死因流传着不同的说法:有人说他生吃了章鱼,染上霍乱(剧烈胃肠炎)而死;另一些人则说他憋住呼吸而自尽,美伽罗波利斯[或克里特]的刻耳喀达斯便持此说,他在其短长格抒情诗中如此写道: “昔日那位锡诺珀人绝非如此, 那位携着拐杖、身着双层斗篷、生活在大气之下的男子,
" ἀλλʼ ἀνέβα χεῖλος ποτʼ ὀδόντας ἐρείσας [καὶ τὸ πνεῦμα συνδακών]. ἦς γὰρ ἀλαθέως Διογένης Ζανὸς γόνος οὐράνιός τε κύων." Ἄλλοι φασὶ πολύπουν κυσὶ συμμερίσασθαι βουλόμενον οὕτω δηχθῆναι τοῦ ποδὸς τὸν τένοντα καὶ καταστρέψαι. οἱ μέντοι γνώριμοι αὐτοῦ, καθά φησιν Ἀντισθένης ἐν Διαδοχαῖς, εἴκαζον τὴν τοῦ πνεύματος συγκράτησιν. ἐτύγχανε μὲν γὰρ διάγων ἐν τῷ Κρανείῳ τῷ πρὸ τῆς Κορίνθου γυμνασίῳ· κατὰ δὲ τὸ ἔθος ἧκον οἱ γνώριμοι καὶ αὐτὸν καταλαμβάνουσιν ἐγκεκαλυμμένον καὶ εἴκασαν αὐτὸν κοιμᾶσθαι· οὐδὲ γὰρ ἦν τις νυσταλέος καὶ ὑπνηλός. ὅθεν, ἀποπετάσαντες τὸν τρίβωνα ἔκπνουν αὐτὸν καταλαμβάνουσι καὶ ὑπέλαβον τοῦτο πρᾶξαι βουλόμενον λοιπὸν ὑπεξελθεῖν τοῦ βίου.
而是双唇紧扣牙齿而升天 [并咬紧呼吸而自绝]。因为真实地, 狄奥根尼乃宙斯之后裔,是天上的犬。” 另有人说,他因想将章鱼分给狗群,被咬伤了足腱,因而毙命。然而他的门人,正如安提斯泰尼在《学统录》中所说,推测他是憋气而亡。因为他当时正住在科林斯城前的克拉涅翁竞技场中;门人们依例前来,发现他蒙着头,便以为他睡着了;因为他绝非昏睡嗜睡之人。于是他们掀开斗篷,发现他已经气绝,遂认为他是想彻底离开人世才这样做的。
Ἔνθα καὶ στάσις, ὥς φασιν, ἐγένετο τῶν γνωρίμων, τίνες αὐτὸν θάψουσιν· ἀλλὰ καὶ μέχρι χειρῶν ἦλθον. ἀφικομένων δὲ τῶν πατέρων καὶ τῶν ὑπερεχόντων, ὑπὸ τούτοις ταφῆναι2 τὸν ἄνδρα παρὰ τῇ πύλῃ τῇ φερούσῃ εἰς τὸν Ἰσθμόν. ἐπέστησάν τʼ αὐτῷ κίονα καὶ ἐπʼ αὐτῷ λίθου Παρίου κύνα. ὕστερον δὲ καὶ οἱ πολῖται αὐτοῦ χαλκαῖς εἰκόσιν ἐτίμησαν αὐτὸν καὶ ἐπέγραψαν οὕτω· "γηράσκει καὶ χαλκὸς ὑπὸ χρόνου, ἀλλὰ σὸν οὔτι κῦδος ὁ πᾶς αἰών, Διόγενες, καθελεῖ· μοῦνος ἐπεὶ βιοτᾶς αὐτάρκεα δόξαν ἔδειξας θνατοῖς καὶ ζωᾶς οἶμον ἐλαφροτάταν."
据说在此地门人们还为究竟谁来埋葬他而发生内讧,甚至动了手。但当父执长辈和显要人物赶到时,此人在他们的主持下被安葬在通往地峡的城门旁。人们为他立了一根石柱,并在柱上置了一尊帕罗斯大理石雕刻的犬像。后来,他的同胞公民们也用青铜雕像表彰他,并题写了如下铭文: “纵使青铜在岁月中老去,狄奥根尼啊, 但永恒的时光绝不会摧毁你的光荣; 因为唯有你向凡人指明了自足生活之典范, 以及生命最为轻快之道。”
Ἔστι καὶ ἡμῶν ἐν τῷ προκελευσματικῷ μέτρῳ· "Α. Διόγενες, ἄγε λέγε τίς ἔλαβέ σε μόρος ἐς Ἄϊδος. Δ. ἔλαβέ με κυνὸς ἄγριον ὀδάξ." Ἔνιοι δέ φασι τελευτῶντα αὐτὸν [καὶ] ἐντείλασθαι ἄταφον ῥῖψαι ὡς πᾶν θηρίον αὐτοῦ μετάσχοι, ἢ εἴς γε βόθρον συνῶσαι καὶ ὀλίγην κόνιν ἐπαμῆσαι· οἱ δέ, εἰς τὸν Ἰλισσὸν ἐμβαλεῖν, ἵνα τοῖς ἀδελφοῖς χρήσιμος γένηται. Δημήτριος δʼ ἐν τοῖς Ὁμωνύμοις φησὶ τῆς αὐτῆς ἡμέρας Ἀλέξανδρον μὲν ἐν Βαβυλῶνι, Διογένην δʼ ἐν Κορίνθῳ τελευτῆσαι. ἦν δὲ γέρων κατὰ τὴν τρίτην καὶ δεκάτην καὶ ἑκατοστὴν Ὀλυμπιάδα.
我们在原促音节韵律中也有这样一首诗: “问:狄奥根尼,来吧,说说是何种宿命将你 送至哈得斯?答:是一条恶犬的撕咬将我带走。” 有人说他在临终时嘱咐将自己暴尸荒野,以便所有野兽都能分食其肉体;或者将他扔入坑中,略微拂上一层尘土;还有人说他嘱咐将其投入伊利索斯河,以便能对他的弟兄们(鱼类)有所用处。 德米特里在《同名异人录》中说,亚历山大在巴比伦去世与狄奥根尼在科林斯去世是在同一天。他在第一百一十三届奥林匹亚德时已是一位老人。
Φέρεται δʼ αὐτοῦ βιβλία τάδε· διάλογοι· Κεφαλίων. Ἰχθύας. Κολοιός. Πόρδαλος. Δῆμος Ἀθηναίων. Πολιτεία. Τέχνη ἠθική. Περὶ πλούτου. Ἐρωτικός. Θεόδωρος. Ὑψίας. Ἀρίσταρχος. Περὶ θανάτου. Ἐπιστολαί. Τραγῳδίαι ἑπτά· Ἑλένη. Θυέστης. Ἡρακλῆς. Ἀχιλλεύς. Μήδεια. Χρύσιππος. Οἰδίπους. Σωσικράτης δʼ ἐν τῷ πρώτῳ τῆς Διαδοχῆς καὶ Σάτυρος ἐν τῷ τετάρτῳ τῶν Βίων οὐδὲν εἶναι Διογένους φασί· τά τε τραγῳδάριά φησιν ὁ Σάτυρος Φιλίσκου εἶναι τοῦ Αἰγινήτου, γνωρίμου τοῦ Διογένους. Σωτίων δʼ ἐν τῷ ἑβδόμῳ ταῦτα μόνα φησὶ Διογένους εἶναι, Περὶ ἀρετῆς, Περὶ ἀγαθοῦ, Ἐρωτικόν, Πτωχόν, Τολμαῖον, Πόρδαλον, Κάσανδρον, Κεφαλίωνα, Φιλίσκον, Ἀρίσταρχον, Σίσυφον, Γανυμήδην, Χρείας, Ἐπιστολάς.
流传于世的他的著作有以下这些:对话录;《凯法利翁》《鱼》《寒鸦》《豹》《雅典民众》《理想国》《伦理的技艺》《论财富》《恋爱篇》《狄奥多罗斯》《许普西亚斯》《阿里斯塔库斯》《论死亡》《书信集》悲剧七部: 《海伦》《堤厄斯忒斯》《赫拉克勒斯》《阿喀琉斯》《美狄亚》《克律西波斯》《俄狄浦斯》但索西克拉泰斯在《学统录》第一卷中,萨提鲁斯在《列传》第四卷中均说这些绝非狄奥根尼所作;萨提鲁斯说那些小悲剧出自埃癸那的斐利斯库斯之手,此人是狄奥根尼的弟子。而索提翁在第七卷中则称仅有以下著作出自狄奥根尼之手:《论美德》、《论善》、《恋爱篇》、《乞丐》、《大胆者》、《豹》、《卡珊德罗斯》、《凯法利翁》、《斐利斯库斯》、《阿里斯塔库斯》、《西西弗斯》、《伽倪墨得斯》、《言行录》、《书信集》。
Γεγόνασι δὲ Διογένεις πέντε· πρῶτος Ἀπολλωνιάτης, φυσικός· ἀρχὴ δʼ αὐτῷ τοῦ συγγράμματος ἥδε· Λόγου παντὸς ἀρχόμενον δοκέει μοι χρεὼν εἶναι τὴν ἀρχὴν ἀναμφισβήτητον παρέχεσθαι3. δεύτερος Σικυώνιος, ὁ γράψας τὰ περὶ Πελοπόννησον· τρίτος αὐτὸς οὗτος· τέταρτος στωικός, γένος Σελευκεύς, ὁ καὶ Βαβυλώνιος καλούμενος διὰ τὴν γειτονίαν· πέμπτος Ταρσεύς, γεγραφὼς περὶ ποιητικῶν ζητημάτων ἃ λύειν ἐπιχειρεῖ. Τὸν δὴ φιλόσοφον Ἀθηνόδωρός φησιν ἐν ὀγδόῃ Περιπάτων ἀεὶ στιλπνὸν φαίνεσθαι διὰ τὸ ἀλείφεσθαι.
名为狄奥根尼者共有五人:第一位是阿波罗尼亚人,自然哲学家;其著作的开篇如下: “依我之见,开启任何论述者,理当提出无可争议的出发点。” 第二位是西库翁人,曾撰写有关伯罗奔尼撒的历史;第三位即是他本人;第四位是斯多亚派哲学家,出身塞琉西亚,因临近而被称为巴比伦人;第五位是塔尔苏斯人,曾撰写有关诗学问题的著作并试图予以解答。 雅典诺多鲁斯在《漫步篇》第八卷中说,这位哲学家(狄奥根尼)因经常以油涂擦身体,故而总显得光润润的。
- 6.2.76τὸ τρίτον αὐτὸν ἀφιγμένον
接续前节末尾 λέγεται(据说)所支配的宾格不定式句式。代词 αὐτόν 指代在两个儿子(安德罗斯特内斯与斐利斯库斯)先后前往后亲自前来的父亲奥内西克利图斯。τὸ τρίτον 作状语性宾格,意为“第三次”。
- 6.2.78ὑπὸ τούτοις ταφῆναι
介词 ὑπό 后接与格 τούτοις(指代前句中的“父执长辈与显要人物”),充当间接引语中不定式 ταφῆναι 的施动者或主持者。虽然古典希腊语散文中个人施动者通常用 ὑπό +属格表示,但在后期希腊语及诗歌表达中,ὑπό +与格亦可表示在某人的主持、庇护或亲手操办下。
- 6.2.81Λόγου παντὸς ἀρχόμενον δοκέει μοι χρεὼν εἶναι τὴν ἀρχὴν ἀναμφισβήτητον παρέχεσθαι
引用阿波罗尼亚的狄奥根尼著作的开篇名句。非人称动词 δοκέει μοι(依我之见)支配 χρεὼν εἶναι(理当……),其后不定式 παρέχεσθαι(提出/展示)的逻辑主语是单数阳性宾格分词 ἀρχόμενον(开端者/着手者)。整句骨架为:“依我之见,凡开启任何论述的人,理当使出发点成为无可争议的。”
