- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:6.2.66-6.2.70
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-27
记述了狄奥根尼关于乞讨、死亡、直言以及放浪形骸的公众举止等机智言行,随后阐述了他关于心灵与肉体双重锻炼及其效用的思想。
Ὀνειδιζόμενος ὅτι ἐν καπηλείῳ πίνει, καὶ γὰρ ἐν κουρείῳ, φησί, κείρομαι. ὀνειδιζόμενος ὅτι παρʼ Ἀντιπάτρου τριβώνιον ἔλαβεν, ἔφη, "οὔτοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα." Πρὸς τὸν ἐνσείσαντα αὐτῷ δοκόν, εἶτα εἰπόντα, φύλαξαι, πλήξας αὐτὸν τῇ βακτηρίᾳ εἶπε, φύλαξαι. πρὸς τὸν λιπαροῦντα τὴν ἑταίραν, τί θέλεις, ἔφη, τυχεῖν, ὦ ταλαίπωρε, οὗ τὸ ἀποτυχεῖν ἄμεινόν ἐστι1; πρὸς τὸν μυριζόμενον, βλέπε, εἶπε, μὴ ἡ τῆς κεφαλῆς σου εὐωδία δυσωδίαν σου τῷ βίῳ παράσχῃ. τοὺς μὲν οἰκέτας ἔφη τοῖς δεσπόταις, τοὺς δὲ φαύλους ταῖς ἐπιθυμίαις δουλεύειν.
他因在小酒馆饮酒而受指责时,他说:“因为我也在理发店里理发。”因接受了安提帕特的一件粗斗篷而受指责时,他说:“诸神的荣耀恩赐决不可弃置。”有人用木梁撞到了他,随后喊道“小心”,他便用拐杖打了那人一下,说道:“小心!”对一个对娼妓死缠烂打的人,他说:“可怜的人啊,你为何想要得到那得不到反而更好的东西呢?”对一个涂抹香膏的人,他说:“当心你头上的香气给你的生活带来臭名。”他说家奴服侍主人,而卑鄙之徒服侍欲望。
Ἐρωτηθεὶς διὰ τί ἀνδράποδα ἐκλήθη, ὅτι, φησί, τοὺς πόδας ἀνδρῶν εἶχον, τὴν δὲ ψυχὴν ὁποίαν σὺ νῦν ὁ ἐξετάζων. ἄσωτον ᾔτει μνᾶν· πυθομένου δὲ διὰ τί τοὺς μὲν ἄλλους ὀβολὸν αἰτεῖ, αὐτὸν δὲ μνᾶν, ὅτι, εἶπε, παρὰ μὲν τῶν ἄλλων πάλιν ἐλπίζω λαβεῖν, παρὰ δὲ σοῦ θεῶν ἐν γούνασι κεῖται εἰ πάλιν λήψομαι. ὀνειδιζόμενος ὅτι αὐτὸς αἰτεῖ, Πλάτωνος μὴ αἰτοῦντος, κἀκεῖνος, εἶπεν, αἰτεῖ, ἀλλʼ "ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι." ἰδὼν τοξότην ἀφυῆ παρὰ τὸν σκοπὸν ἐκάθισεν, εἰπών, ἵνα μὴ πληγῶ τοὺς ἐρῶντας ἔφη πρὸς ἡδονὴν ἀτυχεῖν2.
被问及为何奴隶被称为“男足之奴”(andrapoda)时,他说:“因为他们有着男人的双脚,却有着像现在发问的你一样的灵魂。”他向一个挥霍无度者讨要一明那;那人问为何他向别人只讨一奥波尔,却向自己讨一明那,他说:“因为从别人那里我还指望能再次得到,而从你这里,我能否再次得到全在诸神的膝头(全凭天意不可期)。”因自己乞讨而柏拉图不乞讨受指责时,他说:“他也乞讨,不过是凑近脑袋,免得别人听见罢了。”看见一个拙劣的射手,他便坐在箭靶旁,说:“免得被射中。”他说相爱的人在快乐上一无所获(遭遇不幸)。
Ἐρωτηθεὶς εἰ κακὸν ὁ θάνατος, πῶς, εἶπε, κακός, οὗ παρόντος οὐκ αἰσθανόμεθα; πρὸς Ἀλέξανδρον ἐπιστάντα καὶ εἰπόντα, οὐ φοβῇ με; τί γάρ, εἶπεν, εἶ; ἀγαθὸν ἢ κακόν; τοῦ δὲ εἰπόντος, ἀγαθόν, τίς οὖν, εἶπε, τὸ ἀγαθὸν φοβεῖται; τὴν παιδείαν εἶπε τοῖς μὲν νέοις σωφροσύνην, τοῖς δὲ πρεσβυτέροις παραμυθίαν, τοῖς δὲ πένησι πλοῦτον, τοῖς δὲ πλουσίοις κόσμον εἶναι. πρὸς Διδύμωνα τὸν μοιχὸν ἰατρεύοντά ποτε κόρης ὀφθαλμόν, ὅρα, φησί, μὴ τὸν ὀφθαλμὸν τῆς παρθένου θεραπεύων τὴν κόρην φθείρῃς3. εἰπόντος τινὸς ὅτι ὑπὸ τῶν φίλων ἐπιβουλεύεται, καὶ τί δεῖ πράττειν, ἔφη, εἰ δεήσει τοῖς φίλοις καὶ τοῖς ἐχθροῖς ὁμοίως χρῆσθαι;
被问及死亡是否为一件恶事时,他说:“当它在场时我们并未感知,它又怎会是恶呢?”面对走近身前问他“你难道不怕我吗”的亚历山大,他说:“那么,你究竟是个什么东西呢?是个好东西还是个坏东西?”对方回答说“是个好东西”,他便说:“那么谁会害怕好东西呢?”他说教育对年轻人是节制,对老年人是慰藉,对穷人是财富,对富人是装饰。有一次,通奸者狄杜蒙正在医治一个少女(kore)的眼睛,狄奥根尼对他说:“当心,别在医治处女的眼睛时毁掉了她的瞳孔(kore)。”有人说自己正遭到朋友们的暗算,他说:“如果不得不把朋友和敌人都同样对待,那人还应当做些什么呢?”
Ἐρωτηθεὶς τί κάλλιστον ἐν ἀνθρώποις, ἔφη, παρρησία. εἰσελθὼν εἰς διδασκάλου καὶ Μούσας μὲν ἰδὼν πολλάς, μαθητὰς δὲ ὀλίγους, σὺν θεοῖς, ἔφη, διδάσκαλε, πολλοὺς μαθητὰς ἔχεις. εἰώθει δὲ πάντα ποιεῖν ἐν τῷ μέσῳ, καὶ τὰ Δήμητρος καὶ τὰ Ἀφροδίτης. καὶ τοιούτους τινὰς ἠρώτα λόγους· εἰ τὸ ἀριστᾶν μηδέν ἐστιν ἄτοπον, οὐδʼ ἐν ἀγορᾷ ἐστιν ἄτοπον· οὐκ ἔστι δʼ ἄτοπον τὸ ἀριστᾶν· οὐδʼ ἐν ἀγορᾷ ἄρα ἐστὶν ἄτοπον. χειρουργῶν τʼ ἐν τῷ μέσῳ συνεχές, εἴθε ἦν, ἔλεγε, καὶ τὴν κοιλίαν παρατριψάμενον τοῦ λιμοῦ παύσασθαι· ἀναφέρεται δὲ καὶ ἄλλα εἰς αὐτόν, ἃ μακρὸν ἂν εἴη καταλέγειν πολλὰ ὄντα.
被问及人类之中最美好的是什么,他说:“言论自由。”走进一个教师的学堂,看见许多缪斯雕像却只有寥寥几个学生,他说:“托神之福,先生,你有许多学生呢。”他习惯于在公众面前做一切事情,无论是得墨忒耳之事还是阿佛洛狄忒之事。他常提出这样的论证:“如果吃午餐并无不妥,那么在市场上用餐也无不妥;而吃午餐并无不妥;因此在市场上用餐也无不妥。”他在公众面前不断手淫,还说:“要是也能揉揉肚子就止住饥饿该多好啊!”关于他还有许多其他传闻,因为数量繁多,一一列举将篇幅过长。
Διττὴν δʼ ἔλεγεν εἶναι τὴν ἄσκησιν, τὴν μὲν ψυχικήν, τὴν δὲ σωματικήν· ταύτην καθʼ ἣν ἐν γυμνασίᾳ συνεχεῖ γινόμεναι φαντασίαι4 εὐλυσίαν πρὸς τὰ τῆς ἀρετῆς ἔργα παρέχονται. εἶναι δʼ ἀτελῆ τὴν ἑτέραν χωρὶς τῆς ἑτέρας, οὐδὲν ἧττον εὐεξίας καὶ ἰσχύος ἐν τοῖς προσήκουσι γενομένης, ὡς περὶ τὴν ψυχὴν καὶ περὶ τὸ σῶμα. παρετίθετο δὲ τεκμήρια τοῦ ῥᾳδίως ἀπὸ τῆς γυμνασίας ἐν τῇ ἀρετῇ καταγίνεσθαι· ὁρᾶν τε γὰρ ἔν τε ταῖς τέχναις ταῖς βαναύσοις καὶ ταῖς ἄλλαις οὐ τὴν τυχοῦσαν ὀξυχειρίαν τοὺς τεχνίτας ἀπὸ τῆς μελέτης περιπεποιημένους τούς τʼ αὐλητὰς καὶ τοὺς ἀθλητὰς ὅσον ὑπερφέρουσιν ἑκάτεροι τῇ ἰδίᾳ πονήσει τῇ συνεχεῖ, καὶ ὡς οὗτοι εἰ μετήνεγκαν τὴν ἄσκησιν καὶ ἐπὶ τὴν ψυχήν, οὐκ ἂν ἀνωφελῶς καὶ ἀτελῶς ἐμόχθουν5.
他说锻炼是双重的,一部分是心灵的,另一部分是肉体的;后者指在持续的体操锻炼中产生的表象,为实践德性的行为提供了灵活性。他还说,若无另一方,任何一方都是不完全的,因为在合适的事项中产生的良好体态与力量,对于心灵与对于身体同样必不可少。他提出证据,说明人如何能轻易地从锻炼进入德性:因为无论在机械手艺中还是在其他技艺中,都可以看到工匠们通过练习获得了非同寻常的敏捷身手,而吹笛者和运动员又各自因其持续的辛劳付出了多大的卓越努力;如果这些人将这种锻炼也转移到心灵上,他们的辛劳就不会是毫无益处且不完全的了。
- 6.2.66οὗ τὸ ἀποτυχεῖν ἄμεινόν ἐστι
关系代名词 οὗ 是由支配属格的动词 τυχεῖν 所要求的宾语,其先行词被省略。关系从句的主语为带冠词不定式 τὸ ἀποτυχεῖν(“未得到、落空”)。字面结构为:“[那个]未得到反而更好的[东西]”。
- 6.2.67τοὺς ἐρῶντας ἔφη πρὸς ἡδονὴν ἀτυχεῖν
短语 πρὸς ἡδονήν 既可理解为关涉(“就快感而言”),也可理解为目的(“为了快感”)。动词 ἀτυχεῖν 意为“遭遇不幸、不得志、落空”;整句意指相爱之人为了追求快感,却在快感上一无所获或反受其害。
- 6.2.68τὴν κόρην φθείρῃς
名词 κόρη 既意为“少女”,也意为“瞳孔”。此处承接前文的 κόρης ὀφθαλμόν(少女的眼睛)与 τὸν ὀφθαλμὸν τῆς παρθένου(处女的眼睛),形成了双关语(paronomasia),讽刺这个通奸者在假意医治少女眼睛的同时,可能会败坏少女的贞洁(或损伤瞳孔)。
- 6.2.70ταύτην καθʼ ἣν ἐν γυμνασίᾳ συνεχεῖ γινόμεναι φαντασίαι
指示代词 ταύτην 回指前文的 τὴν δὲ σωματικήν(肉体的锻炼),引导一个同格性的解释说明(“即这样一种锻炼,按照这种锻炼……”)。随后的句子进而强调两者缺一不可,心灵与肉体的锻炼必须结合。
- 6.2.70οὐκ ἂν ἀνωφελῶς καὶ ἀτελῶς ἐμόχθουν
这是间接引语中与过去事实相反的虚拟条件句归结从句。直接引语形式即为 εἰ μετήνεγκαν... οὐκ ἂν ... ἐμόχθουν(“如果他们当时转移了……他们就不会……徒劳辛劳了”),保留了过去直陈式加 ἄν 的反事实结构。
