- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:6.2.60-6.2.65
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-27
记述了狄奥根尼针对奥林匹亚人群、亚历山大大帝、娼妓、柔弱青年及各色无知之辈所作的一系列机智刻薄的警句与对答。
Ἐπανῄει ἀπʼ Ὀλυμπίων· πρὸς οὖν τὸν πυθόμενον εἰ ὄχλος εἴη πολύς, πολὺς μέν, εἶπεν, ὁ ὄχλος, ὀλίγοι δʼ οἱ ἄνθρωποι. τοὺς ἀσώτους εἶπε παραπλησίους εἶναι συκαῖς ἐπὶ κρημνῷ πεφυκυίαις, ὧν τοῦ καρποῦ ἄνθρωπος μὲν οὐκ ἀπογεύεται, κόρακες δὲ καὶ γῦπες ἐσθίουσι. Φρύνης Ἀφροδίτην χρυσῆν ἀναθείσης ἐν Δελφοῖς φασὶ τοῦτον ἐπιγράψαι, ἀπὸ τῆς τῶν Ἑλλήνων ἀκρασίας. Ἀλεξάνδρου ποτὲ ἐπιστάντος αὐτῷ καὶ εἰπόντος, ἐγώ εἰμι Ἀλέξανδρος ὁ μέγας βασιλεύς, κἀγώ, φησί, Διογένης ὁ κύων. ἐρωτηθεὶς τί ποιῶν κύων καλεῖται, ἔφη, τοὺς μὲν διδόντας σαίνων, τοὺς δὲ μὴ διδόντας ὑλακτῶν, τοὺς δὲ πονηροὺς δάκνων.
他从奥林匹亚归来;有人问他人群是否很多,他说:“人群确实很多,但人却很少。”他说,挥霍放荡之人就像生长在悬崖上的无花果树,其果实人类尝不到,乌鸦和秃鹰却来啄食。芙丽涅在德尔斐奉献了一尊黄金阿佛洛狄忒雕像,据说他题词道:“出自希腊人的放荡不羁。”有一次,亚历山大站在他面前说:“我是伟大的国王亚历山大”,他便回答:“而我是狗狄奥根尼。”被问及做了什么而被称作狗时,他说:“向施舍者摇尾乞怜,对不施舍者狂吠,对恶徒则予以咬噬。”
Ἀπὸ συκῆς ὠπώριζε· τοῦ δὲ φυλάττοντος εἰπόντος, αὐτόθεν πρῴην ἄνθρωπος ἀπήγξατο, ἐγὼ οὖν, φησίν, αὐτὴν καθαρῶ. ἰδὼν Ὀλυμπιονίκην εἰς ἑταίραν πυκνότερον ἀτενίζοντα, ἴδε, ἔφη, κριὸν Ἀρειμάνιον ὡς ὑπὸ τοῦ τυχόντος κορασίου τραχηλίζεται. τὰς εὐπρεπεῖς ἑταίρας ἔλεγε θανασίμῳ μελικράτῳ παραπλησίας εἶναι. ἀριστῶντι αὐτῷ ἐν ἀγορᾷ οἱ περιεστῶτες συνεχὲς ἔλεγον, κύον· ὁ δέ, ὑμεῖς, εἶπεν, ἐστὲ κύνες, οἵ με ἀριστῶντα περιεστήκατε. δύο μαλακῶν περικρυπτομένων αὐτὸν ἔφη, μὴ εὐλαβεῖσθε· κύων τευτλία οὐ τρώγει. περὶ παιδὸς πεπορνευκότος ἐρωτηθεὶς πόθεν εἴη, Τεγεάτης1, ἔφη.
他正从一棵无花果树上采摘果子;看守人对他说:“前几天有个人就在那上面上吊了”,他便说:“那么我正要洁净它。”看见一个奥林匹克优胜者目不转睛地凝视着一个娼妓,他说:“瞧啊,那头如阿瑞斯般勇猛的公羊,竟被一个普通的黄毛丫头牵住了脖子!”他常说,美丽的娼妓就像致命的蜜酒。当他在市场上吃午餐时,围观的人不断喊道:“狗啊!”他便说:“围着我吃午餐的你们才是狗呢。”当两个柔弱女气的男子试图躲避他时,他说:“别害怕,狗是不吃甜菜的。”被问及一个做过男妓的少年来自何处时,他说:“来自特盖亚(屋顶之下)。”
ἀφυῆ παλαιστὴν θεασάμενος ἰατρεύοντα ἔφη, τί τοῦτο; ἢ ἵνα τούς ποτέ σε νικήσαντας νῦν καταβάλῃς; θεασάμενος υἱὸν ἑταίρας λίθον εἰς ὄχλον βάλλοντα, πρόσεχε, ἔφη, μὴ τὸν πατέρα πλήξῃς. Δείξαντος αὐτῷ παιδαρίου μάχαιραν ἣν εἰλήφει παρʼ ἐραστοῦ, ἡ μὲν μάχαιρα, ἔφη, καλή, ἡ δὲ λαβὴ2 αἰσχρά· ἐπαινούντων τινῶν τὸν ἐπιδόντα αὐτῷ ἔφη, ἐμὲ δʼ οὐκ ἐπαινεῖτε τὸν ἄξιον λαβεῖν. ἀπαιτούμενος ὑπό τινος τρίβωνα ἔφη, εἰ μὲν ἐχαρίσω, ἔχω· εἰ δʼ ἔχρησας, χρῶμαι. ὑποβολιμαίου τινὸς εἰπόντος αὐτῷ ὅτι χρυσὸν ἔχοι ἐν τῷ ἱματίῳ, ναί, ἔφη, διὰ τοῦτο αὐτὸ ὑποβεβλημένος κοιμᾷ3.
看见一个笨拙的摔跤手在行医,他说:“这是怎么回事?难道是为了把当年战胜你的对手现在打倒在地吗?”看见一个娼妓的儿子把石头扔进人群,他说:“当心点,别砸中你父亲!”一个男童向他展示从情人那里得到的一把短剑,他说:“短剑倒是漂亮,但握柄(得到的手段)却很丑陋。”有人赞美那个向他施舍的人,他说:“你们怎么不赞美值得接受施舍的我呢?”有人向他讨还一件粗斗篷,他说:“如果你是赠予我的,我已经拥有了;如果是借给我的,我正在穿用着。”一个弃儿对他说他的外袍里藏有黄金,他说:“是的,正因如此你才像弃儿一样垫在身下睡着呢。”
ἐρωτηθεὶς τί αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη, εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν πρὸς πᾶσαν τύχην παρεσκευάσθαι. ἐρωτηθεὶς πόθεν εἴη, κοσμοπολίτης, ἔφη. θυόντων τινῶν τοῖς θεοῖς ἐπὶ τῷ υἱὸν γενέσθαι, ἔφη, περὶ δὲ τοῦ ποδαπὸς ἐκβῇ οὐ θύετε; ἔρανόν ποτʼ ἀπαιτούμενος πρὸς τὸν ἐρανάρχην ἔφη, "τοὺς ἄλλους ἐράνιζʼ4, ἀπὸ δʼ Ἕκτορος ἴσχεο χεῖρας." Τὰς ἑταίρας ἔφη βασιλέων εἶναι βασιλίσσας· πράττειν γὰρ ὅ τι ἂν δόξῃ αὐταῖς. ψηφισαμένων Ἀθηναίων Ἀλέξανδρον Διόνυσον, κἀμέ, ἔφη, Σάραπιν ποιήσατε. πρὸς τὸν ὀνειδίζοντα ὅτι εἰς τόπους ἀκαθάρτους εἰσίοι, καὶ γὰρ ὁ ἥλιος, ἔφη, εἰς τοὺς ἀποπάτους, ἀλλʼ οὐ μιαίνεται.
被问及从哲学中得到了什么,他说:“即使没有别的,至少也做好了应对一切命运的准备。”被问及来自何处,他说:“我是世界公民。”有人因生了儿子而向神明献祭,他说:“关于他将来会长成怎样的人,你们怎么不献祭呢?”有一次,会费征收官向他催缴会费,他说:“向其他人征集(击杀)去吧,但对手赫克托耳休要下手!”他说娼妓是国王的女王,因为她们想做什么就做什么。雅典人决议奉亚历山大为狄奥尼索斯时,他说:“也把我立为萨拉皮斯吧!”对那个指责他出入不洁之地的人,他说:“太阳也照进厕所,却未受玷污。”
Ἐν ἱερῷ δειπνῶν, μεταξὺ ῥυπαρῶν ἄρτων παρατεθέντων, ἄρας αὐτοὺς ἔρριψεν, εἰπὼν εἰς ἱερὸν μηδὲν δεῖν ῥυπαρὸν εἰσιέναι. πρὸς τὸν εἰπόντα, οὐδὲν εἰδὼς φιλοσοφεῖς, ἔφη, εἰ καὶ προσποιοῦμαι σοφίαν, καὶ τοῦτο φιλοσοφεῖν ἐστι. πρὸς τὸν συνιστάντα τὸν παῖδα καὶ λέγοντα ὡς εὐφυέστατός ἐστι καὶ τὰ ἤθη κράτιστος, τί οὖν, εἶπεν, ἐμοῦ χρῄζει; τοὺς λέγοντας μὲν τὰ σπουδαῖα, μὴ ποιοῦντας δέ, ἔλεγε μηδὲν διαφέρειν κιθάρας· καὶ γὰρ ταύτην μήτʼ ἀκούειν μήτʼ αἰσθάνεσθαι. εἰς θέατρον εἰσῄει ἐναντίος τοῖς ἐξιοῦσιν· ἐρωτηθεὶς δὲ διὰ τί, τοῦτο, ἔφη, ἐν παντὶ τῷ βίῳ ἐπιτηδεύω ποιεῖν.
在神庙用餐时,中间端上来了肮脏的面包,他拿起来扔了出去,说神庙里不该有任何肮脏之物进入。对那个说“你一无所知却在从事哲学”的人,他说:“即便我只是假托智慧,这本身也是在从事哲学。”有人向他推荐自己的儿子,说他极有天资且品德极佳,狄奥根尼说:“那他还要我做什么呢?”他说那些言语高尚却不付诸实践的人与琴毫无二致,因为琴既听不见也感知不到。他逆着走出剧场的人流走入剧场;被问及原因时,他说:“这正是我一生都在践行之事。”
Ἰδών ποτε νεανίσκον θηλυνόμενον, οὐκ αἰσχύνῃ, ἔφη, χείρονα τῆς φύσεως περὶ σεαυτοῦ βουλευόμενος5; ἡ μὲν γάρ σε ἄνδρα ἐποίησε, σὺ δὲ σεαυτὸν βιάζῃ γυναῖκα εἶναι. ἰδὼν ἄφρονα ψαλτήριον ἁρμοζόμενον οὐκ αἰσχύνῃ, ἔφη, τοὺς μὲν φθόγγους τῷ ξύλῳ προσαρμόττων, τὴν δὲ ψυχὴν εἰς τὸν βίον μὴ ἁρμόττων; πρὸς τὸν εἰπόντα, ἀνεπιτήδειός εἰμι πρὸς φιλοσοφίαν, τί οὖν, ἔφη, ζῇς, εἰ τοῦ καλῶς ζῆν μὴ μέλει σοι; πρὸς τὸν καταφρονοῦντα τοῦ πατρός, οὐκ αἰσχύνῃ, ἔφη, καταφρονῶν τούτου διʼ ὃν μέγα φρονεῖς; ἰδὼν εὐπρεπῆ νεανίσκον ἀπρεπῶς λαλοῦντα, οὐκ αἰσχύνῃ, ἔφη, ἐξ ἐλεφαντίνου κολεοῦ μολυβδίνην ἕλκων μάχαιραν;
有一次,看见一个举止娇媚的青年,他说:“你做出比自然更劣等的决断对待自己,难道不觉得羞耻吗?因为自然造就你为一个男人,你却强迫自己成为一个女人。”看见一个蠢人正在调校竖琴,他说:“你把乐音调和于木料,却不将自己的灵魂调和于生活,难道不觉得羞耻吗?”对那个说“我不适合从事哲学”的人,他说:“既然你不在意好好活着,那你为什么还要活着呢?”对那个蔑视自己父亲的人,他说:“你因他而昂首自负,却蔑视此人,难道不觉得羞耻吗?”看见一个俊美的青年口出鄙俗污秽之言,他说:“从象牙剑鞘中拔出一把铅质短剑,难道不觉得羞耻吗?”
- 6.2.61Τεγεάτης
一语双关:表面上指阿卡迪亚城邦特盖亚的居民(Τεγεάτης),实际上谐音暗指在“屋顶/妓院”(τέγος)之下从事皮肉生意的人。
- 6.2.62λαβὴ
双关语:λαβή字面指短剑的“剑柄”,引申义则指“把柄、拿取的方式”(此处指从情人手中接受礼物的可耻行径)。
- 6.2.62ὑποβεβλημένος κοιμᾷ
将弃儿/冒名替儿(ὑποβολιμαῖος)与动词ὑποβάλλω的完成时分词ὑποβεβλημένος(垫在身下、被暗中替换调包)联系起来的双关,既指将金钱藏在外衣下垫着睡,又暗讽对方私生弃儿的出身。
- 6.2.63τοὺς ἄλλους ἐράνιζʼ
对荷马史诗诗句(如《伊利亚特》αὐτοὺς ἄλλους ἐνάριζʼ, ἀπὸ δʼ Ἕκτορος ἴσχεο χεῖρας,“去诛杀/剥夺其余的人,但切莫对赫克托耳动手”)的戏仿,将动词ἐνάριζε(剥除铠甲、诛杀)替换为谐音的ἐράνιζε(征缴会费/征募摊派)。
- 6.2.65χείρονα τῆς φύσεως περὶ σεαυτοῦ βουλευόμενος
中性复数宾格χείρονα作βουλευόμενος的宾语(意为“对自身做出更劣等的决断/谋划”),其后跟比较属格τῆς φύσεως(“比自然更为劣等”),指此人所选择的生活方式比自然赋予他的本性更为下作。
