← 第欧根尼·拉尔修

哲人言行录

§6.2.54-6.2.59

被称为疯了的苏格拉底及其对婚姻与奢华的机智警句

记述了狄奥根尼的诸多机智应答与警句,展现了他与柏拉图及城邦居民的问答、对奢靡与吝啬的讽刺,以及犬儒派对待名声和生活的独特态度。

← 上一节下一节 →

Ἐρωτηθεὶς ὑπό τινος, ποῖός τίς σοι Διογένης δοκεῖ; Σωκράτης, εἶπε, μαινόμενος1. ἐρωτηθεὶς ποίῳ καιρῷ δεῖ γαμεῖν, ἔφη, τοὺς μὲν νέους μηδέπω, τοὺς δὲ πρεσβυτέρους μηδεπώποτε. ἐρωτηθεὶς τί θέλοι κονδύλου λαβεῖν, περικεφαλαίαν, ἔφη. μειράκιον ἰδὼν καλλωπιζόμενον ἔφη, εἰ μὲν πρὸς ἄνδρας, ἀτυχεῖς· εἰ δὲ πρὸς γυναῖκας, ἀδικεῖς. ἰδών ποτε μειράκιον ἐρυθριῶν, θάρρει, ἔφη· τοιοῦτόν ἐστι τῆς ἀρετῆς τὸ χρῶμα. δυοῖν ποτε νομικοῖν ἀκούσας τοὺς δύο κατέκρινεν, εἰπὼν τὸν μὲν κεκλοφέναι, τὸν δὲ μὴ ἀπολωλεκέναι. ἐρωτηθεὶς ποῖον οἶνον ἡδέως πίνει, ἔφη, τὸν ἀλλότριον. πρὸς τὸν εἰπόντα, πολλοί σου καταγελῶσιν, ἀλλʼ ἐγώ, ἔφη, οὐ καταγελῶμαι.

有人问他:“在你看来狄奥根尼是个怎样的人?”他回答说:“一个发了疯的苏格拉底。”被问及应当在何时结婚时,他说:“年轻人还不到时候,年长者则绝不应当。”被问及挨了一拳想得到什么时,他说:“一顶头盔。”看见一个年轻人正在精心修饰打扮,他说:“如果是为了男人,你是不幸的;如果是为了女人,你是不义的。”有一次,看见一个年轻人脸红,他说:“放心吧,这正是美德的颜色。”有一次,听了两个诉讼当事人的陈词之后,他将两人都判定有罪,说一个偷了东西,而另一个什么也没丢。被问及乐于喝什么样的酒时,他说:“别人的酒。”对那个说“许多人都在嘲笑你”的人,他说:“可我却没有被嘲笑倒。”

Πρὸς τὸν εἰπόντα κακὸν εἶναι τὸ ζῆν, οὐ τὸ ζῆν, εἶπεν, ἀλλὰ τὸ κακῶς ζῆν. πρὸς τοὺς συμβουλεύοντας τὸν ἀποδράντα αὐτοῦ δοῦλον ζητεῖν, γελοῖον, ἔφη, εἰ Μάνης μὲν χωρὶς Διογένους ζῇ, Διογένης δὲ χωρὶς Μάνου οὐ δυνήσεται. ἀριστῶν ἐλάας, πλακοῦντος ἐπεισενεχθέντος, ῥίψας φησίν, "ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο·" καὶ ἄλλοτε, "μάστιξεν δʼ ἐλάαν2." ἐρωτηθεὶς ποταπὸς εἴη κύων; ἔφη πεινῶν μὲν Μελιταῖος, χορτασθεὶς δὲ Μολοττικός, τούτων οὓς ἐπαινοῦντες οἱ πολλοὶ οὐ τολμῶσι διὰ τὸν πόνον συνεξιέναι αὐτοῖς ἐπὶ τὴν θήραν· οὕτως οὐδʼ ἐμοὶ δύνασθε συμβιοῦν διὰ τὸν φόβον τῶν ἀλγηδόνων.

对那个说活着是一件恶事的人,他说:“不是活着,而是恶劣地活着才是恶事。”对那些劝他去寻找逃跑奴隶的人,他说:“如果马涅斯没有狄奥根尼能活,而狄奥根尼没有马涅斯就活不下去,那才叫可笑呢。”正吃着橄榄作为午餐时,有人端上了甜饼,他将它扔掉并说:“外邦人,快闪开给僭主让路!”又有一次,他说:“他抽鞭策马前行(他抽打并吃下了橄榄)。”被问及他是哪种狗时,他说:“饥饿时是马耳他哈巴狗,吃饱后是莫洛苏斯大猎犬;众人赞美这种猎犬,却因劳苦而不敢与它们一同外出狩猎。同样,你们也因惧怕辛劳痛苦而无法与我共同生活。”

Ἐρωτηθεὶς εἰ οἱ σοφοὶ πλακοῦντα ἐσθίουσι, πάντα, εἶπεν, ὡς καὶ οἱ λοιποὶ ἄνθρωποι. ἐρωτηθεὶς διὰ τί προσαίταις μὲν ἐπιδιδόασι, φιλοσόφοις δὲ οὔ, ἔφη, ὅτι χωλοὶ μὲν καὶ τυφλοὶ γενέσθαι ἐλπίζουσι, φιλοσοφῆσαι δʼ οὐδέποτε. φιλάργυρον ᾔτει· τοῦ δὲ βραδύνοντος, ἄνθρωπε, εἶπεν, εἰς τροφήν σε αἰτῶ, οὐκ εἰς ταφήν. ὀνειδιζόμενός ποτε ἐπὶ τῷ παραχαράξαι τὸ νόμισμα ἔφη, ἦν ποτε χρόνος ἐκεῖνος ὅτʼ ἤμην ἐγὼ τοιοῦτος ὁποῖος σὺ νῦν· ὁποῖος δʼ ἐγὼ νῦν, σὺ οὐδέποτε. καὶ πρὸς ἄλλον ἐπὶ τῷ αὐτῷ ὀνειδίσαντα, καὶ γὰρ ἐνεούρουν θᾶττον, ἀλλὰ νῦν οὔ.

被问及智者是否也吃甜饼时,他说:“什么都吃,正如其他人一样。”被问及为何人们给乞丐施舍却不给哲学家施舍时,他说:“因为人们料想自己可能会变成瘸子和瞎子,却决不会认为自己能从事哲学。”他向一个吝啬鬼乞讨;当那人迟疑不决时,他说:“伙计,我向你乞讨是为了糊口,不是为了埋葬。”有一次,因伪造货币而遭到谴责时,他说:“曾经有一段时期,我正是你现在的这副模样;但我现在的模样,你却永远也成不了。”对另一个因同样的事责备他的人,他说:“确实,从前我也曾尿床,但现在不会了。”

Εἰς Μύνδον ἐλθὼν καὶ θεασάμενος μεγάλας τὰς πύλας, μικρὰν δὲ τὴν πόλιν, ἄνδρες Μύνδιοι, ἔφη, κλείσατε τὰς πύλας, μὴ ἡ πόλις ὑμῶν ἐξέλθῃ. θεασάμενός ποτε πορφυροκλέπτην πεφωραμένον ἔφη, "ἔλλαβε πορφύρεος θάνατος καὶ Μοῖρα κραταιή." Κρατέρου ἀξιοῦντος πρὸς αὐτὸν ἀπιέναι, ἀλλὰ βούλομαι, ἔφη, ἐν Ἀθήναις ἅλα λείχειν ἢ παρὰ Κρατέρῳ τῆς πολυτελοῦς τραπέζης ἀπολαύειν. Ἀναξιμένει τῷ ῥήτορι παχεῖ ὄντι προσελθών, ἐπίδος καὶ ἡμῖν, ἔφη, τοῖς πτωχοῖς τῆς γαστρός3· καὶ γὰρ αὐτὸς κουφισθήσῃ καὶ ἡμᾶς ὠφελήσεις. διαλεγομένου ποτὲ τοῦ αὐτοῦ τάριχος προτείνας περιέσπασε τοὺς ἀκροατάς· ἀγανακτοῦντος δέ, τὴν Ἀναξιμένους, ἔφη, διάλεξιν ὀβολοῦ τάριχος διαλέλυκεν.

到了明多斯,看见城门很大而城池很小,便说:“明多斯人啊,关上你们的城门吧,免得你们的城池跑出去了!”有一次,看见一个偷紫袍的贼当场被捕,他说:“紫色的死亡与强大的命运攫住了他。”当克拉特罗斯邀请他前往自己那里时,他说:“可我宁愿在雅典舔食盐巴,也不愿在克拉特罗斯那里享用奢华的盛宴。”走近肥胖的修辞学家阿那克西美尼,他说:“也分给我们这些穷人一些肚腩吧;因为你自己会变得轻松,同时也能对我们有所补益。”有一次,当这同一个人正在演说时,他拿出一块咸鱼引开了听众;当那人愤愤不平之时,他说:“一条值一个奥博尔的咸鱼瓦解了阿那克西美尼的演说。”

Ὀνειδιζόμενός ποτε ὅτι ἐν ἀγορᾷ ἔφαγεν, ἐν ἀγορᾷ γάρ, ἔφη, καὶ ἐπείνησα. ἔνιοι δὲ τούτου φασὶν εἶναι κἀκεῖνο, ὅτι Πλάτων θεασάμενος αὐτὸν λάχανα πλύνοντα, προσελθὼν ἡσυχῆ εἴποι αὐτῷ· εἰ Διονύσιον ἐθεράπευες, οὐκ ἂν λάχανα ἔπλυνες· τὸν δʼ ἀποκρίνασθαι ὁμοίως ἡσυχῆ, καὶ σὺ εἰ λάχανα ἔπλυνες, οὐκ ἂν Διονύσιον ἐθεράπευες. πρὸς τὸν εἰπόντα, οἱ πλείους σου καταγελῶσι, κἀκείνων τυχόν, εἶπεν, οἱ ὄνοι· ἀλλʼ οὔτʼ ἐκεῖνοι τῶν ὄνων ἐπιστρέφονται, οὔτʼ ἐγὼ ἐκείνων. θεασάμενός ποτε μειράκιον φιλοσοφοῦν, εὖγε, εἶπεν, ὅτι τοὺς τοῦ σώματος ἐραστὰς ἐπὶ τὸ τῆς ψυχῆς κάλλος μετάγεις.

有一次,因在市场上吃东西而遭到谴责,他说:“因为我恰恰是在市场上饿了。”有人说下面这则轶事也是属于他的:柏拉图见他正在洗野菜,便走近轻轻对他说道:“如果你侍奉狄奥尼修斯,就不会在这里洗野菜了”;狄奥根尼也同样轻声回答:“而你如果洗野菜,就不会去侍奉狄奥尼修斯了。”对那个说“大多数人都在嘲弄你”的人,他说:“也许驴子也在嘲笑他们;但他们既不在意那些驴子,我也不去理会他们。”有一次,看见一个年轻人正在研习哲学,他说:“好样的,因为你把那些肉体的爱慕者引向了灵魂的美丽!”

Θαυμάζοντός τινος τὰ ἐν Σαμοθράκῃ ἀναθήματα, ἔφη, πολλῷ ἂν ἦν πλείω εἰ καὶ οἱ μὴ σωθέντες ἀνετίθεσαν· οἱ δὲ τοῦτο Διαγόρου φασὶ τοῦ Μηλίου. εὐμόρφῳ μειρακίῳ ἀπιόντι εἰς συμπόσιον ἔφη, χείρων ἐπανήξεις· τοῦ δʼ ἐπανελθόντος καὶ τῇ ἑξῆς εἰπόντος, καὶ ἀπῆλθον καὶ χείρων οὐκ ἐγενόμην, ἔφη, Χείρων μὲν οὔ, Εὐρυτίων δέ4. δύσκολον ᾔτει· τοῦ δʼ εἰπόντος, ἐάν με πείσῃς· ἔφη, εἴ σε ἐδυνάμην πεῖσαι, ἔπεισα ἄν σε ἀπάγξασθαι. ἐπανήρχετο ἐκ Λακεδαίμονος εἰς Ἀθήνας· πρὸς οὖν τὸν πυθόμενον, ποῖ καὶ πόθεν; ἐκ τῆς ἀνδρωνίτιδος, εἶπεν, εἰς τὴν γυναικωνῖτιν.

有人在萨莫色雷斯赞叹那些还愿还礼的供品时,他说:“如果那些未获拯救的人也献上供品,数量还会多得多呢”(不过有人说这话出自米洛斯的狄阿戈拉斯之口)。一个俊美的年轻人去赴宴时,狄奥根尼对他说:“你回来时会变得更糟(变成喀戎)”;那年轻人回来后第二天说:“我既赴了宴,也没有变得更糟”,狄奥根尼说:“确实不是喀戎,而是欧律提翁(烂醉之徒)啊。”他向一个脾气乖戾的人乞讨;那人说:“如果你能说服我”;狄奥根尼说:“如果我能说服你,我早就说服你去上吊了。”他从拉刻代蒙返回雅典;有人问他:“从何处来,往何处去?”他说:“从男人的居所,到女人的闺房。”

语法注4 条
  1. 6.2.54Σωκράτης, εἶπε, μαινόμενος

    εἶπε 的主语被省略。传统上,“发疯的苏格拉底”是柏拉图用来评价狄奥根尼的著名短语,但在本处的语境中,按承接的句式也可理解为狄奥根尼被问及自己时的回答。此处统一作为狄奥根尼本人的应答来翻译。

  2. 6.2.55μάστιξεν δʼ ἐλάαν

    戏仿荷马史诗(如《伊利亚特》第23卷)的诗句 μάστιξεν δʼ ἐλάαν(“他扬鞭驱马前行”)。动词 ἐλαύνω 的不定式 ἐλάαν(驱赶)与名词 ἐλαία(橄榄)的宾格同音,狄奥根尼借此作双关语,暗指自己击打或吞食橄榄。

  3. 6.2.57ἐπίδος καὶ ἡμῖν ... τῆς γαστρός

    在祈使动词 ἐπίδος(分享、分给)之后,ἡμῖν τοῖς πτωχοῖς 是与格间接宾语(“给我们穷人”),而 τῆς γαστρός 则是部分属格(“你腹部的一部分”)。

  4. 6.2.59χείρων ἐπανήξεις ... Χείρων μὲν οὔ, Εὐρυτίων δέ

    形容词比较级 χείρων(更糟、更劣)与贤明半人马喀戎(Χείρων)的名字谐音双关。当年轻人反驳说自己赴宴并未“变糟”时,狄奥根尼机锋一转,指出他固然没变成喀戎(高尚的半人马),却变成了欧律提翁(因酗酒闹事而臭名昭著的半人马)。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:6.2.54-6.2.59