← 第欧根尼·拉尔修

哲人言行录

§6.2.48-6.2.53

对市井众人的嘲讽以及与柏拉图的争辩

本段记述了狄奥根尼针对劣等歌手、运动员、逃奴、盗贼等各色人物所发出的尖锐机智与讽刺,并记录了他与柏拉图就理念论展开的针锋相对的争辩。

← 上一节下一节 →

Τὸν κιθαρῳδὸν ἀεὶ καταλειπόμενον ὑπὸ τῶν ἀκροατῶν ἠσπάσατο, χαῖρε ἀλέκτορ· τοῦ δὲ εἰπόντος, διὰ τί; ὅτι, ἔφη, ᾅδων πάντας ἐγείρεις. μειρακίου ἐπιδεικνυμένου πληρώσας τὸ προκόλπιον θέρμων ἀντικρὺ ἔκαπτε· τοῦ δὲ πλήθους εἰς αὐτὸν ἀφορῶντος θαυμάζειν ἔφη πῶς ἐκεῖνον ἀφέντες εἰς αὐτὸν ὁρῶσι. λέγοντος δʼ αὐτῷ τινος ἰσχυρῶς δεισιδαίμονος, μιᾷ πληγῇ τὴν κεφαλήν σου διαρρήξω, ἐγὼ δέ γε, εἶπε, πταρὼν ἐξ ἀριστερῶν τρέμειν σε ποιήσω. Ἡγησίου παρακαλοῦντος χρῆσαί τι αὐτῷ τῶν συγγραμμάτων, μάταιος, ἔφη, τυγχάνεις, ὦ Ἡγησία, ὃς ἰσχάδας μὲν γραπτὰς οὐχ αἱρῇ, ἀλλὰ τὰς ἀληθινάς· ἄσκησιν δὲ παριδὼν τὴν ἀληθινὴν ἐπὶ τὴν γεγραμμένην ὁρμᾷς.

对那个总是被听众遗弃的琴歌艺人,他致意道:“你好,公鸡!”那人问道:“为什么这么叫?”狄奥根尼说:“因为你的歌声唤醒了所有人。”当一个年轻人在作公开演讲时,他把衣兜装满了羽扇豆,坐在对面大嚼起来;当人群朝他注视时,他说自己感到奇怪,人们为何弃那人于不顾而看着自己。有个极其迷信的人对他说:“我一击就能打碎你的脑袋,”他便说:“而我只要在你左边打个喷嚏,就能叫你直打哆嗦。”当赫革西亚斯请求他出借自己的某部著作时,他说:“赫革西亚斯啊,你真是个糊涂人,你不会选择画上的无花果干,而是要真实的;却忽视了真实的修练,奔向写在文字里的修练。”

Πρός τε τὸν ὀνειδίσαντα αὐτῷ τὴν φυγήν, ἀλλὰ τούτου γʼ ἕνεκεν, εἶπεν, ὦ κακόδαιμον, ἐφιλοσόφησα. καὶ πάλιν εἰπόντος τινός, Σινωπεῖς σου φυγὴν κατέγνωσαν, ἐγὼ δέ γε, εἶπεν, ἐκείνων μονήν1. ἰδών ποτʼ Ὀλυμπιονίκην πρόβατα νέμοντα, ταχέως, εἶπεν, ὦ βέλτιστε, μετέβης ἀπὸ τῶν Ὀλυμπίων ἐπὶ τὰ Νέμεα. ἐρωτηθεὶς διὰ τί οἱ ἀθληταὶ ἀναίσθητοί εἰσιν, ἔφη, ὅτι κρέασιν ὑείοις καὶ βοείοις ἀνῳκοδόμηνται. ᾔτει ποτὲ ἀνδριάντα· ἐρωτηθεὶς δὲ διὰ τί τοῦτο ποιεῖ, μελετῶ, εἶπεν, ἀποτυγχάνειν. αἰτῶν τινα—καὶ γὰρ τοῦτο πρῶτον ἐποίει διὰ τὴν ἀπορίαν —ἔφη, εἰ μὲν καὶ ἄλλῳ δέδωκας, δὸς κἀμοί· εἰ δὲ μή, ἀπʼ ἐμοῦ ἄρξαι.

对于那个拿流放之事羞辱他的人,他说:“可正是由于这个缘故,不幸的人啊,我才研究哲学的。”又有人说:“西诺珀人判处了你流放,”他便说:“而我判处了他们留守家园。”有一次,看见一位奥林匹亚冠军正在牧羊,他说:“好伙计,你可真快就从奥林匹亚运动会转到了涅墨亚运动会(牧场)啊。”被问及为何运动员们感知迟钝时,他说:“因为他们是用猪肉和牛肉构筑起来的。”有一次他向一座雕像乞讨;被问及为何这样做时,他说:“我正在练习碰壁。”当他向某人乞讨时——因为他起初由于穷困才这样做——他说:“如果你曾给过别人,就也给我吧;如果还没有,就从我开始吧。”

Ἐρωτηθείς ποτε ὑπὸ τυράννου ποῖος εἴη ἀμείνων χαλκὸς εἰς ἀνδριάντα, ἔφη, ἀφʼ οὗ Ἁρμόδιος καὶ Ἀριστογείτων ἐχαλκεύθησαν. ἐρωτηθεὶς πῶς χρῆται Διονύσιος τοῖς φίλοις, ἔφη, ὡς θυλάκοις, τοὺς μὲν πλήρεις κρημνῶν, τοὺς δὲ κενοὺς ῥίπτων. νεογάμου ἐπιγράψαντος ἐπὶ τὴν οἰκίαν, "ὁ τοῦ Διὸς παῖς καλλίνικος Ἡρακλῆς ἐνθάδε κατοικεῖ. μηδὲν εἰσίτω κακόν·" ἐπέγραψε· μετὰ τὸν πόλεμον ἡ συμμαχία. τὴν φιλαργυρίαν εἶπε μητρόπολιν πάντων τῶν κακῶν. ἄσωτον θεασάμενος ἐν πανδοκείῳ ἐλάας ἐσθίοντʼ ἔφη, εἰ οὕτως ἠρίστας, οὐκ ἂν οὕτως ἐδείπνεις2.

有一次,僭主问他什么样的青铜更适合做雕像,他说:“铸造哈尔摩狄奥斯和阿里斯托革顿的那种青铜。”被问及狄奥尼修斯如何对待朋友时,他说:“像对待皮袋一样:装满的吊起来,空了的扔掉。”当一个新婚男子在宅邸上题写:“宙斯之子、美妙的胜利者赫拉克勒斯居住于此;莫使任何邪恶之物入内,”狄奥根尼在下面题道:“战后缔结的盟约。”他说爱钱乃是一切恶行的母城(根源)。看到一个浪荡子在小旅馆里吃橄榄,他说:“如果你以前午饭吃得像这样,晚饭就不会吃成这副模样了。”

Τοὺς ἀγαθοὺς ἄνδρας θεῶν εἰκόνας εἶναι· τὸν ἔρωτα σχολαζόντων ἀσχολίαν. ἐρωτηθεὶς τί ἄθλιον ἐν βίῳ, ἔφη, γέρων ἄπορος. ἐρωτηθεὶς τί τῶν θηρίων κάκιστα δάκνει, ἔφη, τῶν μὲν ἀγρίων συκοφάντης, τῶν δὲ ἡμέρων κόλαξ. ἰδών ποτε δύο κενταύρους κάκιστα ἐζωγραφημένους ἔφη· πότερος τούτων Χείρων ἐστί; τὸν πρὸς χάριν λόγον ἔφη μελιτίνην ἀγχόνην εἶναι. τὴν γαστέρα Χάρυβδιν ἔλεγε τοῦ βίου. ἀκούσας ποτὲ ὅτι Διδύμων ὁ αὐλητὴς μοιχὸς ἑάλω, ἄξιος, ἔφη, ἐκ τοῦ ὀνόματος κρέμασθαι3. ἐρωτηθεὶς διὰ τί τὸ χρυσίον χλωρόν ἐστιν, ἔφη, ὅτι πολλοὺς ἔχει τοὺς ἐπιβουλεύοντας. ἰδὼν γυναῖκα ἐν φορείῳ, οὐ κατὰ τὸ θηρίον, ἔφη, ἡ γαλεάγρα.

他说善人是神明的形象,爱情是闲人的忙碌。被问及生活中什么是悲惨的,他说:“贫困的老人。”被问及何种野兽咬人最狠,他说:“野兽之中是诬告者,驯兽之中是谄媚者。”有一次,看见两只画得极差的半人马,他说:“这两个之中哪个是喀戎(较劣者)?”他说取悦于人的言辞是浸了蜜的绞索。他把肚腹称为生活的卡律布狄斯(大漩涡)。有一次听说吹笛人狄狄蒙因通奸被捕,他说:“按他的名字(睾丸),他理当被吊起来。”被问及金子为何呈现惨淡的黄色,他说:“因为图谋它的人太多了。”看见轿子里的女人,他说:“这只诱捕鼬鼠的笼子并不配那头野兽。”

Ἰδών ποτε δραπέτην ἐπὶ φρέατι καθήμενον ἔφη, μειράκιον, βλέπε μὴ ἐμπέσῃς. ἰδὼν [μειρακύλλιον] ἱματιοκλέπτην ἐν τῷ βαλανείῳ ἔφη, ἐπʼ ἀλειμμάτιον ἢ ἐπʼ ἄλλʼ ἱμάτιον; ἰδών ποτε γυναῖκας ἀπʼ ἐλαίας ἀπηγχονισμένας, εἴθε γάρ, ἔφη, πάντα τὰ δένδρα τοιοῦτον καρπὸν ἤνεγκεν. ἰδὼν λωποδύτην ἔφη, "τἰπτε σὺ ὧδε, φέριστε; ἦ τινα συλήσων νεκύων κατατεθνηώτων;" ἐρωτηθεὶς εἰ παιδισκάριον ἢ παιδάριον ἔχοι, ἔφη, οὔ· τοῦ δὲ εἰπόντος, ἐὰν οὖν ἀποθάνῃς, τίς σε ἐξοίσει; ἔφη, ὁ χρῄζων τῆς οἰκίας.

有一次,看见一个逃奴坐在井口上,他说:“年轻人,当心别掉下去。”在浴室里看见一个偷衣贼,他说:“你是为了小油瓶而来,还是为了另一件外衣?”有一次,看见几个女人悬在橄榄树上吊死,他说:“但愿所有的树都结出这样的果实。”看见一个剥衣贼,他说:“高尚的人啊,你为何在此?难道是为了剥取那些已死的尸体吗?”被问及他是否有女佣或男仆,他说:“没有。”对方问:“那么如果你死了,谁来把你抬出去埋葬呢?”他说:“想要这宅子的人。”

Μειράκιον εὔμορφον ἀφυλάκτως ἰδὼν κοιμώμενον, νύξας, ἐπέγειραι, ἔφη, "μή τίς τοι εὕδοντι μεταφρένῳ ἐν δόρυ πήξῃ." πρὸς τὸν πολυτελῶς ὀψωνοῦντα, "ὠκύμορος δή μοι, τέκος, ἔσσεαι, οἷʼ ἀγοράζεις;" Πλάτωνος περὶ ἰδεῶν διαλεγομένου καὶ ὀνομάζοντος τραπεζότητα καὶ κυαθότητα, ἐγώ, εἶπεν, ὦ Πλάτων, τράπεζαν μὲν καὶ κύαθον ὁρῶ· τραπεζότητα δὲ καὶ κυαθότητα οὐδαμῶς· καὶ ὅς, κατὰ λόγον, ἔφη· οἷς μὲν γὰρ κύαθος καὶ τράπεζα θεωρεῖται, ὀφθαλμοὺς ἔχεις· ᾧ δὲ τραπεζότης καὶ κυαθότης βλέπεται, νοῦν οὐκ ἔχεις.

看见一个俊美的年轻人在毫无防备地沉睡,他推了推他并说:“醒来吧,‘免得趁你沉睡之际有人把矛刺入你的脊背’。”对一个极尽奢华购买精美食物的人,他说:“‘我的孩子,你很快就会短命夭折,竟买下这等货色。’”当柏拉图论述理念并提到‘桌子性’与‘杯子性’时,狄奥根尼说:“柏拉图啊,我看得见桌子和杯子,至于桌子性和杯子性却根本看不到。”柏拉图便说:“合情合理;因为能看见杯子和桌子的眼睛你倒是有,但能看出桌子性和杯子性的理智你却没有。”

语法注3 条
  1. 6.2.49Σινωπεῖς σου φυγὴν κατέγνωσαν, ἐγὼ δέ γε, εἶπεν, ἐκείνων μονήν

    动词 καταγιγνώσκω 支配“人(属格)+判罚/罪名(宾格)”的双重补足成分。狄奥根尼顺承了说话者的句式(Σινωπεῖς σου φυγὴν κατέγνωσαν,“西诺珀人判处了你流放”),通过颠倒属格与主语(ἐγὼ δέ γε... ἐκείνων μονήν,“而我判处了他们留守家园”),保留了表示人的属格(ἐκείνων)与表示判罚的宾格(μονήν)。

  2. 6.2.50εἰ οὕτως ἠρίστας, οὐκ ἂν οὕτως ἐδείπνεις

    在从句与主句中均使用直陈式未完成过去时(ἠρίστας, ἐδείπνεις)的混合与事实相反条件句。条件从句(εἰ οὕτως ἠρίστας)表示对过去事实的相反假设(“如果你过去习惯像这样吃简陋的午餐”),而带有 ἄν 的主句(οὐκ ἂν οὕτως ἐδείπνεις)则表示现在与事实相反的结果(“现在就不会吃这样寒酸的晚餐了”)。

  3. 6.2.51ἄξιος... ἐκ τοῦ ὀνόματος κρέμασθαι

    此句利用了笛手名字“狄狄蒙(Διδύμων)”与解剖学上指代睾丸的“双生子(δίδυμοι)”之间的双关。介词短语 ἐκ τοῦ ὀνόματος 兼具“按其名字所昭示的”(喻指依据/理由)和“通过其名字(即睾丸)悬挂”(指物理悬挂点)的双重含义。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:6.2.48-6.2.53