- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:6.2.42-6.2.47
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-27
记述了狄奥根尼的诸多机智轶事:对迈狄阿斯的报复、对神灵、祈祷与梦境的看法、对腓力和佩尔狄卡斯的辛辣回应,以及讽刺奢靡、虚伪与恶习的诸多讽刺警句。
ἀλλὰ καὶ Μειδίου κονδυλίσαντος αὐτὸν καὶ εἰπόντος, τρισχίλιαί σοι κεῖνται ἐπὶ τῇ τραπέζῃ, τῇ ἑξῆς πυκτικοὺς λαβὼν ἱμάντας καὶ καταλοήσας αὐτὸν ἔφη, τρισχίλιαί σοι κεῖνται ἐπὶ τῇ τραπέζῃ. Λυσίου τοῦ φαρμακοπώλου πυθομένου εἰ θεοὺς νομίζει, πῶς δέ, εἶπεν, οὐ νομίζω, ὅπου καὶ σὲ θεοῖς ἐχθρὸν ὑπολαμβάνω1; οἱ δὲ Θεόδωρον εἰπεῖν τοῦτο. ἰδών τινα περιρραινόμενον ἐπεῖπεν, ὦ κακόδαιμον, οὐκ ἐπίστασαι ὅτι ὥσπερ τῶν ἐν γραμματικῇ ἁμαρτημάτων περιρραινόμενος οὐκ ἂν ἀπαλλαγείης, οὕτως οὐδὲ τῶν ἐν τῷ βίῳ; ἐνεκάλει τοῖς ἀνθρώποις περὶ τῆς εὐχῆς, αἰτεῖσθαι λέγων αὐτοὺς ἀγαθὰ τὰ αὐτοῖς δοκοῦντα καὶ οὐ τὰ κατʼ ἀλήθειαν.
不仅如此,当迈狄阿斯用拳头打了他并说:“三千德拉克马已为你存放在钱庄桌上了,”次日狄奥根尼便拿起拳击皮条将他痛打一顿,说:“三千德拉克马已为你存放在钱庄桌上了。”卖药人吕西亚斯询问他是否相信神灵的存在,他说: “既然我把你也视为神明所憎恶之人, 我又怎能不信呢?” 但也有人说这话是狄奥多罗斯说的。看到有人正在行洒水净身礼,他便说: “不幸的人啊,难道你不知道,正如你不能靠洒水洗净文法上的错误一样,你也同样无法免除生活中的过失吗?” 他常常谴责人们的祈祷,说他们祈求的是他们自以为善的事物,而非真正善的事物。
πρὸς δὲ τοὺς περὶ τὰ ὀνείρατα ἐπτοημένους ἔλεγεν ὡς ὑπὲρ ὧν μὲν πράττουσιν ὕπαρ, οὐκ ἐπιστρέφονται, ὑπὲρ ὧν δὲ καθεύδοντες φαντασιοῦνται, πολυπραγμονοῦσιν. Ὀλυμπίασι τοῦ κήρυκος ἀνειπόντος, νικᾷ Διώξιππος ἄνδρας, οὗτος μὲν δὴ ἀνδράποδα, ἄνδρας δʼ ἐγώ. Ἠγαπᾶτο δὲ καὶ πρὸς Ἀθηναίων· μειρακίου γοῦν τὸν πίθον αὐτοῦ συντρίψαντος, τῷ μὲν πληγὰς ἔδοσαν, ἐκείνῳ δὲ ἄλλον παρέσχον. φησὶ δὲ Διονύσιος ὁ στωικὸς ὡς μετὰ Χαιρώνειαν συλληφθεὶς ἀπήχθη πρὸς Φίλιππον· καὶ ἐρωτηθεὶς ὅστις εἴη, ἀπεκρίνατο, κατάσκοπος τῆς σῆς ἀπληστίας· ὅθεν θαυμασθεὶς ἀφείθη.
对于那些为梦境惊慌失措的人,他说他们对自己清醒时所做的事漠不关心,却对自己睡眠中所想象的幻影刨根问底。在奥林匹亚,当传令官宣告: “狄奥克西波斯战胜了男子汉,”狄奥根尼说:“他战胜的不过是奴隶,而我战胜的才是男子汉。”他也受到雅典人的爱戴;至少,当一个年轻人打碎了他的陶瓮时,雅典人鞭打了那年轻人,并为狄奥根尼换了另一个。斯多亚派的狄奥尼修斯说,在喀罗尼亚战役后狄奥根尼被俘虏并押送到腓力面前;被问及他是何人时,他回答: “是对你贪得无厌之心的侦察员;”因此受到腓力的赞赏并获释。
Ἀλεξάνδρου ποτὲ πέμψαντος ἐπιστολὴν πρὸς Ἀντίπατρον εἰς Ἀθήνας διά τινος Ἀθλίου, παρὼν ἔφη· "ἄθλιος παρʼ ἀθλίου διʼ ἀθλίου πρὸς ἄθλιον." Περδίκκου ἀπειλήσαντος, εἰ μὴ ἔλθοι πρὸς αὐτόν, ἀποκτενεῖν, ἔφη, οὐδὲν μέγα· καὶ γὰρ κάνθαρος καὶ φαλάγγιον τοῦτʼ ἂν πράξειεν· ἐκεῖνο δὲ μᾶλλον ἀπειλεῖν ἠξίου ὡς εἰ καὶ χωρὶς ἐμοῦ ζήσαι, εὐδαιμόνως ζήσοιτο2. ἐβόα πολλάκις λέγων τὸν τῶν ἀνθρώπων βίον ῥᾴδιον ὑπὸ τῶν θεῶν δεδόσθαι, ἀποκεκρύφθαι δʼ αὐτῶν ζητούντων μελίπηκτα καὶ μύρα καὶ τὰ παραπλήσια. ὅθεν πρὸς τὸν ὑπὸ τοῦ οἰκέτου ὑποδούμενον, οὔπω, εἶπε, μακάριος εἶ, ἂν μή σε καὶ ἀπομύξῃ· τοῦτο δʼ ἔσται πηρωθέντι σοι τὰς χεῖρας.
有一次,亚历山大通过一个名叫阿特利奥斯的人给在雅典的安提帕特送去一封信,在场的狄奥根尼说: “一个可怜之人,从一个可怜之人处,通过一个可怜之人,送往一个可怜之人。” 当佩尔狄卡斯威胁说如果他不来见自己就要处死他时,狄奥根尼说: “没什么大不了的;因为连甲虫和毒蜘蛛也能做到这点;”他认为佩尔狄卡斯倒不如这样威胁说: “即使离开我,他也能过得幸福。”他常大声喊道,神明赐予人类的生活本是简易的,但因人们寻觅蜜饼、香膏之类的事物而被掩盖了。因此,对于那个由仆人帮着穿鞋的人,他说: “你还不算幸福, 除非他也帮你擦鼻涕;而这只有在你双臂残废时才会发生。”
Θεασάμενός ποτε τοὺς ἱερομνήμονας τῶν ταμιῶν τινα φιάλην ὑφῃρημένον ἀπάγοντας ἔφη, οἱ μεγάλοι κλέπται τὸν μικρὸν ἀπάγουσι. θεασάμενός ποτε μειράκιον λίθους βάλλον ἐπὶ σταυρόν, εὖγε, εἶπε, τεύξῃ γὰρ τοῦ σκοποῦ3. πρὸς τὰ περιστάντα μειράκια καὶ εἰπόντα, βλέπωμεν μὴ δάκῃ ἡμᾶς, θαρρεῖτε, ἔφη, παιδία· κύων τευτλία οὐκ ἐσθίει. πρὸς τὸν ἐπὶ τῇ λεοντῇ θρυπτόμενον, παῦσαι, ἔφη, τὰ τῆς ἀρετῆς στρώματα καταισχύνων. πρὸς τὸν μακαρίζοντα Καλλισθένην καὶ λέγοντα ὡς πολυτελῶν παρʼ Ἀλεξάνδρῳ μετέχει, κακοδαίμων μὲν οὖν ἐστιν, εἶπεν, ὃς καὶ ἀριστᾷ καὶ δειπνεῖ ὅταν Ἀλεξάνδρῳ δόξῃ.
有一次,他看见神庙执事们押送着一名偷盗了酒器(浅盘)的司库,便说: “大盗押送着小盗呢。” 有一次,他看见一个少年向磔柱(十字架)掷石子,便说: “好极了; 因为你终将击中你的目标(得到应有的结局)。” 围在他身旁的少年们说: “我们要当心,别让他咬了我们,”他说: “放心吧, 孩子们:狗是不吃甜菜根的。” 对于一个披着狮皮自鸣得意的人,他说: “住手吧, 别玷污了美德的裹布。” 对于赞美卡利斯提尼并说他在亚历山大身旁享受着奢华生活的人,他说: “他倒是个不幸的人, 只有在亚历山大高兴的时候才能吃上午饭和晚饭。”
Χρημάτων δεόμενος ἀπαιτεῖν ἔλεγε τοὺς φίλους, οὐκ αἰτεῖν. ἐπʼ ἀγορᾶς ποτε χειρουργῶν, εἴθε, ἔφη, καὶ τὴν κοιλίαν ἦν παρατρίψαντα μὴ πεινῆν. μειράκιον θεασάμενος μετὰ σατραπῶν ἐπὶ δεῖπνον ἀπιόν, ἀποσπάσας πρὸς τοὺς οἰκείους ἀπήγαγε καὶ ἐκέλευσε τηρεῖν. πρὸς τὸ κεκοσμημένον μειράκιον πυθόμενόν τι ἔφη οὐ πρότερον λέξειν αὐτῷ, εἰ μὴ ἀνασυράμενος δείξειε πότερον γυνή ἐστιν ἢ ἀνήρ. πρὸς τὸ κοτταβίζον ἐν τῷ βαλανείῳ μειράκιόν φησιν, ὅσῳ βέλτιον, τοσούτῳ χεῖρον. ἐν δείπνῳ προσερρίπτουν αὐτῷ τινες ὀστάρια ὡς κυνί· καὶ ὃς ἀπαλλαττόμενος προσεούρησεν αὐτοῖς ὡς κύων.
当需要钱财时,他说自己是向朋友索还,而不是乞讨。有一次在市场上自慰时,他说: “但愿 只要摩擦肚子也能不挨饿。” 看到一个少年正要同总督们去赴宴,他一把拉住他,将他带回亲属身边并吩咐看管好他。对于一个打扮得花枝招展向他打听事情的少年,他说除非他撩起衣裳证明自己究竟是女人还是男人,否则决不回答他。对于在浴室里玩掷杯游戏(科塔博斯)的少年,他说: “技艺越精,品质越劣。” 在一次宴席上,有些人像对狗一样向他扔小骨头;他在离开时像狗一样向他们身上撒尿。
Τοὺς ῥήτορας καὶ πάντας τοὺς ἐνδοξολογοῦντας τρισανθρώπους ἀπεκάλει ἀντὶ τοῦ τρισαθλίους. τὸν ἀμαθῆ πλούσιον πρόβατον εἶπε χρυσόμαλλον. θεασάμενος ἐπὶ ἀσώτου οἰκίᾳ ἐπιγεγραμμένον, πράσιμος, ᾔδειν, εἶπεν, ὅτι οὕτω κραιπαλῶσα ῥᾳδίως ἐξεμέσοις τὸν κεκτημένον. πρὸς τὸ καταιτιώμενον μειράκιον τὸ πλῆθος τῶν ἐνοχλούντων, παῦσαι γάρ, ἔφη, καὶ σὺ τὰ δείγματα τοῦ πασχητιῶντος περιφέρων4. πρὸς τὸ ῥυπαρὸν βαλανεῖον, οἱ ἐνθάδε, ἔφη, λουσάμενοι ποῦ λοῦνται; παχέος κιθαρῳδοῦ πρὸς πάντων μεμφομένου αὐτὸς μόνος ἐπῄνει· ἐρωτηθεὶς δὲ διὰ τί, ἔφη, ὅτι τηλικοῦτος ὢν κιθαρῳδεῖ καὶ οὐ λῃστεύει.
他把那些修辞学家和所有追逐名望的赞颂者称为“三重的人”,借以替代“三重可怜之人”。他把没有教养的富人称为“金毛羊”。看到一座浪荡子的宅邸上写着: “待售,”他说: “我就知道, 你醉得这么厉害,迟早会把房主吐出来的。” 对于那个抱怨骚扰者众多的少年,他说: “只要你自己 停止到处招摇被动同性恋者的标记就行了。” 对于那所肮脏的浴室,他说: “在此洗过澡的人, 该去哪里洗净身子呢?” 当一个身材肥硕的琴歌艺人遭到所有人指责时,唯独他一人称赞;被问及原因时,他说: “因为他长得这么庞大,却在弹琴唱歌而不是去当强盗。”
- 6.2.42ὅπου καὶ σὲ θεοῖς ἐχθρὸν ὑπολαμβάνω
ὅπου 在此并非表示处所,而是转作连词,表原因或前提,意为“既然……”、“鉴于……”。把吕西亚斯认定为“神明所憎恶之人”构成了相信神明存在的逻辑前提。
- 6.2.44εἰ καὶ χωρὶς ἐμοῦ ζήσαι, εὐδαιμόνως ζήσοιτο
间接引语(由 ὡς 引导)中的斜相祈愿语气。因主句动词 ἠξίου 为过去时,直接引语中的条件句动词转为斜相祈愿式(ζήσαι, ζήσοιτο)。
- 6.2.45τεύξῃ γὰρ τοῦ σκοποῦ
σκοπός 兼具“射击的目标”与“终局/目的”两重含义。狄奥根尼一语双关,既指少年会击中眼前的石掷目标(磔柱),又暗示他若不轨行径继续,终将落得被处以磔刑的下场。
- 6.2.47παῦσαι γὰρ ... περιφέρων
παῦσαι 是动词 παύω 的抑中动态祈使语气第二人称单数,后接补充性分词 περιφέρων,表示“停止携带/展示……”。γάρ 在回答中用于促使对方认清事实的解释性语气。
