- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:6.2.37-6.2.41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-27
记述了狄奥根尼的一系列著名轶事,包括见小孩喝水喝汤而抛弃器皿、克兰尼昂对亚历山大的答复、对柏拉图的讽刺回应,以及白昼执灯“寻人”等。
Θεασάμενός ποτε παιδίον ταῖς χερσὶ πῖνον ἐξέρριψε τῆς πήρας τὴν κοτύλην, εἰπών, παιδίον με νενίκηκεν εὐτελείᾳ. ἐξέβαλε δὲ καὶ τὸ τρυβλίον, ὁμοίως παιδίον θεασάμενος, ἐπειδὴ κατέαξε τὸ σκεῦος, τῷ κοίλῳ τοῦ ψωμίου τὴν φακῆν ὑποδεχόμενον. συνελογίζετο δὲ καὶ οὕτως· τῶν θεῶν ἐστι πάντα· φίλοι δὲ οἱ σοφοὶ τοῖς θεοῖς· κοινὰ δὲ τὰ τῶν φίλων. πάντʼ ἄρα ἐστὶ τῶν σοφῶν. θεασάμενός ποτε γυναῖκα ἀσχημονέστερον τοῖς θεοῖς προσπίπτουσαν, βουλόμενος αὐτῆς περιελεῖν τὴν δεισιδαιμονίαν, καθά φησι Ζωίλος ὁ Περγαῖος, προσελθὼν εἶπεν, οὐκ εὐλαβῇ, ὦ γύναι, μή ποτε θεοῦ ὄπισθεν ἑστῶτος—πάντα γάρ ἐστιν αὐτοῦ πλήρη—ἀσχημονήσῃς;1
有一次,他看见一个小孩用双手捧水喝,便从褡裢里扔掉了杯子,说: “一个小孩在简朴上胜过了我。” 同样,当他看到一个小孩在器皿打碎后,用面包凹处盛接扁豆汤时,他也扔掉了自己的钵。他还作了这样的推论:“万物属于神明;智者是神明的朋友;朋友之物共有;因此万物皆属于智者。”有一次,他看到一个妇女以极不端庄的姿势向神明俯伏下拜,为了祛除她的迷信,正如佩尔盖的佐伊洛斯所言,他走上前去说: “妇人啊,难道你不担心,既然神明站在你身后——因为万物皆充满了他——你会做出不端庄的举止吗?”
τῷ Ἀσκληπιῷ ἀνέθηκε πλήκτην, ὃς τοὺς ἐπὶ στόμα πίπτοντας ἐπιτρέχων συνέτριβεν. Εἰώθει δὲ λέγειν τὰς τραγικὰς ἀρὰς αὐτῷ συνηντηκέναι· εἶναι γοῦν "ἄπολις, ἄοικος, πατρίδος ἐστερημένος, πτωχός, πλανήτης, βίον ἔχων τοὐφʼ ἡμέραν." ἔφασκε δʼ ἀντιτιθέναι τύχῃ μὲν θάρσος, νόμῳ δὲ φύσιν, πάθει δὲ λόγον. ἐν τῷ Κρανείῳ ἡλιουμένῳ αὐτῷ Ἀλέξανδρος ἐπιστάς φησιν, αἴτησόν με ὃ θέλεις. καὶ ὅς, ἀποσκότησόν μου, φησί. μακρά τινος ἀναγινώσκοντος καὶ πρὸς τῷ τέλει τοῦ βιβλίου ἄγραφόν τι παραδείξαντος θαρρεῖτε, ἔφη, ἄνδρες· γῆν ὁρῶ. πρὸς τὸν συλλογισάμενον ὅτι κέρατα ἔχει, ἁψάμενος τοῦ μετώπου, ἐγὼ μέν, ἔφη, οὐχ ὁρῶ.
他向阿斯克勒庇俄斯奉献了一个打人者,凡遇俯伏在地上的人,这人便跑上去痛打他们。他常说悲剧中的诅咒应验在了自己身上;因为他正是: “无城、无家、丧失了祖国, 乞讨、流浪、仅靠着日用之资糊口。” 他还说,自己以勇气对抗命运,以自然对抗习俗,以理性对抗激情。当他在克兰尼昂树林晒太阳时,亚历山大走近他对他说: “向我求取你想要的任何东西吧。” 狄奥根尼说: “请不要遮住我的阳光。” 有一次,有人朗读一部冗长的书卷,在卷末展示出一处空白,狄奥根尼说: “振作起来, 诸位;我看见陆地了!” 对于那个用三段论推导出他有角的人,他摸了摸自己的额头说: “就我而言, 我可没看见。”
ὁμοίως καὶ πρὸς τὸν εἰπόντα ὅτι κίνησις οὐκ ἔστιν, ἀναστὰς περιεπάτει. πρὸς τὸν λέγοντα περὶ τῶν μετεώρων, ποσταῖος, ἔφη, πάρει ἀπὸ τοῦ οὐρανοῦ; εὐνούχου μοχθηροῦ ἐπιγράψαντος ἐπὶ τὴν οἰκίαν, μηδὲν εἰσίτω κακόν, ὁ οὖν κύριος, ἔφη, τῆς οἰκίας ποῦ εἰσέλθῃ;2 τῷ μύρῳ τοὺς πόδας ἀλειψάμενος ἔφη ἀπὸ μὲν τῆς κεφαλῆς εἰς τὸν ἀέρα ἀπιέναι τὸ μύρον, ἀπὸ δὲ τῶν ποδῶν εἰς τὴν ὄσφρησιν. ἀξιούντων Ἀθηναίων μυηθῆναι αὐτὸν καὶ λεγόντων ὡς ἐν ᾅδου προεδρίας οἱ μεμυημένοι τυγχάνουσι, γελοῖον, ἔφη, εἰ Ἀγησίλαος μὲν καὶ Ἐπαμεινώνδας ἐν τῷ βορβόρῳ διάξουσιν, εὐτελεῖς δέ τινες μεμυημένοι ἐν ταῖς μακάρων νήσοις ἔσονται.
同样,对于声称运动并不存在的人,他站起来来回走动。对于大谈天体现象的人,他说: “你从天上下来 有几天了?” 一个恶毒的太监在自家庭院上写道: “不许任何恶物入内,”狄奥根尼说: “那么房子的主人 该从哪里进去呢?” 他把香膏涂在脚上,说香膏涂在头上会散逸到空气中,涂在脚上却能上升到嗅觉中。雅典人劝他加入密仪,并说加入密仪的人在哈得斯享有首席之荣,他说: “要是阿格西劳斯和伊巴密浓达要在泥淖中度日, 而某些加入过密仪的卑贱之辈却将身处福岛,那可真是太荒谬了。”
Πρὸς τοὺς ἑρπύσαντας ἐπὶ τὴν τράπεζαν μῦς, ἰδού, φησί, καὶ Διογένης παρασίτους τρέφει. Πλάτωνος εἰπόντος αὐτὸν κύνα, ναί, ἔφη· ἐγὼ γὰρ ἐπανῆλθον ἐπὶ τοὺς πεπρακότας. ἐκ τοῦ βαλανείου ἐξιὼν τῷ μὲν πυθομένῳ εἰ πολλοὶ ἄνθρωποι λοῦνται, ἠρνήσατο· τῷ δʼ, εἰ πολὺς ὄχλος, ὡμολόγησε. Πλάτωνος ὁρισαμένου, Ἄνθρωπός ἐστι ζῷον δίπουν ἄπτερον, καὶ εὐδοκιμοῦντος, τίλας ἀλεκτρυόνα εἰσήνεγκεν αὐτὸν εἰς τὴν σχολὴν καί φησιν, οὗτός ἐστιν ὁ Πλάτωνος ἄνθρωπος. ὅθεν τῷ ὅρῳ προσετέθη τὸ πλατυώνυχον. πρὸς τὸν πυθόμενον ποίᾳ ὥρᾳ δεῖ ἀριστᾶν, εἰ μὲν πλούσιος, ἔφη, ὅταν θέλῃ· εἰ δὲ πένης, ὅταν ἔχῃ.
对于爬到桌子上的老鼠,他说: “看哪, 狄奥根尼也在供养清客呢。” 柏拉图骂他是狗,他说: “没错; 因为我又回到了出卖我的人那里。” 从浴室出来时,有人问是否有许多人(人类)在洗澡,他予以否认;但有人问是否有大群乌合之众时,他表示赞同。柏拉图给出了“人是没有羽毛的二足动物”这一定义并大获好评,狄奥根尼拔光了一只公鸡的毛,带进学园说: “这就是柏拉图的人。” 于是定义中被增补了“具有宽扁指甲”一句。对于打听应该在何时吃午饭的人,他说: “如果是富人, 想吃就吃;如果是穷人,有得吃就吃。”
Ἐν Μεγάροις ἰδὼν τὰ μὲν πρόβατα τοῖς δέρμασιν ἐσκεπασμένα, τοὺς δὲ παῖδας αὐτῶν γυμνούς, ἔφη, λυσιτελέστερόν ἐστι Μεγαρέως κριὸν εἶναι ἢ υἱόν. πρὸς τὸν ἐντινάξαντα αὐτῷ δοκόν, εἶτα εἰπόντα, φύλαξαι, πάλιν γάρ με, ἔφη, παίειν μέλλεις; ἔλεγε τοὺς μὲν δημαγωγοὺς ὄχλου διακόνους, τοὺς δὲ στεφάνους δόξης ἐξανθήματα. λύχνον μεθʼ ἡμέραν ἅψας περιῄει λέγων ἄνθρωπον ζητῶ. εἱστήκει ποτε κατακρουνιζόμενος· τῶν δὲ περιεστώτων ἐλεούντων, παρὼν Πλάτων ἔφη, εἰ βούλεσθʼ αὐτὸν ἐλεῆσαι, ἀπόστητε, ἐνδεικνύμενος φιλοδοξίαν αὐτοῦ. ἐντρίψαντος αὐτῷ κόνδυλόν τινος, Ἡράκλεις, ἔφη, οἷόν με χρῆμʼ ἐλάνθανε τὸ μετὰ περικεφαλαίας περιπατεῖν3.
在墨伽拉,他看到羊身上披着皮毛,而人们的孩子却赤身裸体,便说: “做墨伽拉人的公羊比做他的儿子合算得多。” 有人用木料撞了他,随后喊道: “当心!” 狄奥根尼说: “难道你打算 再打我一次吗?” 他说民众煽动家是乌合之众的仆役,荣誉的冠冕是虚荣的皮疹。他在白昼点燃油灯走来走去,说: “我在寻找一个人。” 有一次他站在暴雨倾泻的水流下;围观的人纷纷同情他,在场的柏拉图说: “如果你们想同情他,就走开吧,”揭露了他的虚荣心。有人用拳头打了他一下,他说: “赫拉克勒斯啊, 我怎么竟疏忽了要戴着头盔走路这回事!”
- 6.2.37οὐκ εὐλαβῇ, ὦ γύναι, μή ποτε θεοῦ ὄπισθεν ἑστῶτος ... ἀσχημονήσῃς;
由动词 εὐλαβῇ 引出的表担忧/防备的虚拟语气从句(μή ποτε ... ἀσχημονήσῃς)中,插入了属格绝对结构 θεοῦ ὄπισθεν ἑστῶτος 以及说明原因的插入句 πάντα γάρ ἐστιν αὐτοῦ πλήρη。οὐ 引导的反问句表达“难道你不应当提防……吗?”的促请含义。
- 6.2.39ὁ οὖν κύριος, ἔφη, τῆς οἰκίας ποῦ εἰσέλθῃ;
ποῦ εἰσέλθῃ 是由疑问副词 ποῦ 配合不定过去时虚拟语气(第三人称单数)构成的审议性虚拟语气(deliberative subjunctive),表达“那么房主该从何处进入呢?”这一充满困惑与反讽的疑问。
- 6.2.41οἷόν με χρῆμʼ ἐλάνθανε τὸ μετὰ περικεφαλαίας περιπατεῖν
感叹短语 οἷον χρῆμα(多么惊人的事)作表语,动词 ἐλάνθανε 支配表示受影响/未察觉之人的宾格 με,而带冠词的不定词短语 τὸ μετὰ περικεφαλαίας περιπατεῖν 则作句子的主语。字面意为:“戴着头盔到处走动这等大事,竟一直瞒过了我(为我所疏忽)!”
