← 第欧根尼·拉尔修

哲人言行录

§6.2.31-6.2.36

克塞尼亚德斯之子的教育与讽刺德摩斯梯尼

狄奥根尼对克塞尼亚德斯之子的严格教育方式及其临终嘱托,以及他讽刺德摩斯梯尼和警诫世人的诸多言行轶事。

← 上一节下一节 →

Κατεῖχον δὲ οἱ παῖδες πολλὰ ποιητῶν καὶ συγγραφέων καὶ τῶν αὐτοῦ Διογένους, πᾶσάν τʼ ἔφοδον σύντομον πρὸς τὸ εὐμνημόνευτον ἐπήσκει. ἐν οἴκῳ τʼ ἐδίδασκε διακονεῖσθαι λιτῇ τροφῇ χρωμένους καὶ ὕδωρ πίνοντας, ἐν χρῷ κουρίας τε καὶ ἀκαλλωπίστους εἰργάζετο καὶ ἀχίτωνας καὶ ἀνυποδήτους καὶ σιωπηλοὺς καὶ καθʼ αὑτοὺς βλέποντας ἐν ταῖς ὁδοῖς. ἐξῆγε δʼ αὐτοὺς καὶ ἐπὶ κυνηγέσια. οἱ δὲ καὶ αὐτοῦ Διογένους ἐπιμέλειαν ἐποιοῦντο καὶ πρὸς τοὺς γονέας αἰτητικῶς εἶχον1. ὁ δʼ αὐτός φησι παρὰ τῷ Ξενιάδῃ καὶ γηρᾶσαι αὐτὸν καὶ θανόντα ταφῆναι πρὸς τῶν υἱῶν αὐτοῦ. ἔνθα καὶ πυνθανομένου τοῦ Ξενιάδου πῶς αὐτὸν θάψειεν, ἔφη, ἐπὶ πρόσωπον·

孩子们熟记了诗人、散文作家以及狄奥根尼本人的许多作品,狄奥根尼训练他们掌握一切便于记忆的捷径。在家里,他教导他们自己照料生活,吃粗简的食物,喝水;使他们剪贴头皮的短发,不施修饰,不穿内袍,赤着脚,沉默不语,在路上行走时眼睛只看自己脚下的路。他还带他们出去打猎。孩子们也照料狄奥根尼本人,并在父母面前为他说情。这位作者还说,狄奥根尼在克塞尼亚德斯家一直活到老,死后由克塞尼亚德斯的儿子们安葬。当时,克塞尼亚德斯询问应当如何安葬他,他说: “面朝下。”

τοῦ δʼ ἐρομένου διὰ τί; ὅτι μετʼ ὀλίγον, εἶπε, μέλλει τὰ κάτω ἄνω στρέφεσθαι. τοῦτο δὲ διὰ τὸ ἐπικρατεῖν ἤδη τοὺς Μακεδόνας ἢ ἐκ ταπεινῶν ὑψηλοὺς γίνεσθαι. εἰσαγαγόντος τινὸς αὐτὸν εἰς οἶκον πολυτελῆ καὶ κωλύοντος πτύσαι, ἐπειδὴ ἐχρέμψατο, εἰς τὴν ὄψιν αὐτοῦ ἔπτυσεν, εἰπὼν χείρονα τόπον μὴ εὑρηκέναι. οἱ δὲ τοῦτο Ἀριστίππου φασί. φωνήσας ποτέ, ἰὼ ἄνθρωποι, [καὶ] συνελθόντων, καθίκετο τῇ βακτηρίᾳ, εἰπών, ἀνθρώπους ἐκάλεσα, οὐ καθάρματα, ὥς φησιν Ἑκάτων ἐν τῷ πρώτῳ τῶν Χρειῶν. φασὶ δὲ καὶ Ἀλέξανδρον εἰπεῖν ὡς εἴπερ Ἀλέξανδρος μὴ ἐγεγόνειν, ἠθέλησα ἂν Διογένης γενέσθαι.

克塞尼亚德斯问: “为什么?” 他说: “因为不久之后, 下面的一切都要倒转到上面来。” 这是因为马其顿人当时已经占据优势,正由卑微变得强大。有一次,有人领他进了一座奢华的宅邸,并禁止他随地吐痰;他清了清嗓子后,就吐到了那人的脸上,说自己找不出比这更差的地方了。有人把这事归在阿里斯提卜名下。有一次,他大声喊道: “喂,人啊!” 众人聚集过来后,他便挥动拐杖打去,说: “我叫的是人,不是下贱的人渣,”正如赫卡同在《言行录》第一卷中所说。人们还说,亚历山大也曾说过,如果自己不是亚历山大,他情愿成为狄奥根尼。

Ἀναπήρους ἔλεγεν οὐ τοὺς κωφοὺς καὶ τυφλούς, ἀλλὰ τοὺς μὴ ἔχοντας πήραν. εἰσελθών ποτε ἡμιξύρητος εἰς νέων συμπόσιον, καθά φησι Μητροκλῆς ἐν ταῖς Χρείαις, πληγὰς ἔλαβε· μετὰ δὲ ἐγγράψας τὰ ὀνόματα εἰς λεύκωμα τῶν πληξάντων περιῄει ἐξημμένος, ἕως αὐτοὺς ὕβρει περιέθηκε καταγινωσκομένους καὶ ἐπιπληττομένους. ἔλεγεν ἑαυτὸν κύνα εἶναι τῶν ἐπαινουμένων, ἀλλὰ μηδένα τολμᾶν τῶν ἐπαινούντων συνεξιέναι ἐπὶ τὴν θήραν. πρὸς τὸν εἰπόντα, Πύθια νικῶ ἄνδρας, ἐγὼ μὲν οὖν, εἶπεν, ἄνδρας, σὺ δʼ ἀνδράποδα.

他说,残废之人不是聋子和瞎子,而是那些没有褡裢的人。有一次,他剃了半边头发走进年轻人的宴会,正如梅特罗克勒斯在《言行录》中所说,他遭到了殴打;事后,他把殴打他的人的名字写在一块涂白的木板上,挂在身上到处走动,直到那些人受到众人的谴责和训斥,蒙受奇耻大辱。他说自己是属于那种受人称赞的猎犬,然而称赞它的人却没有一个敢同它一起外出打猎。对于那个说: “我在皮托竞技会中击败了成年男子”的人,狄奥根尼说: “击败真正男子的是我, 你击败的不过是奴隶而已。”

Πρὸς τοὺς εἰπόντας, γέρων εἶ καὶ λοιπὸν ἄνες, τί δέ, ἔφη, εἰ δόλιχον ἔτρεχον, πρὸς τῷ τέλει ἔδει με ἀνεῖναι καὶ μὴ μᾶλλον ἐπιτεῖναι; κληθεὶς ἐπὶ δεῖπνον οὐκ ἔφη παρέσεσθαι· μηδὲ γὰρ πρῴην αὐτῷ χάριν ἐγνωκέναι2. γυμνοῖς ποσὶ χιόνα ἐπάτει καὶ τἄλλα ὅσα ἄνω προείρηται· καὶ ὠμὰ δὲ κρέα ἐπεχείρησε φαγεῖν, ἀλλʼ οὐ διῴκησε. κατέλαβέ ποτε Δημοσθένην τὸν ῥήτορα ἐν πανδοκείῳ ἀριστῶντα. τοῦ δʼ ὑποχωροῦντος, τοσούτῳ μᾶλλον, ἔφη, ἔσῃ ἐν τῷ πανδοκείῳ. ξένων δέ ποτε θεάσασθαι θελόντων Δημοσθένην, τὸν μέσον δάκτυλον ἐκτείνας, οὗτος ὑμῖν, ἔφη, ἐστὶν ὁ Ἀθηναίων δημαγωγός.

对于那些对他说: “你已经老了,剩下的日子就放松一下吧”的人,他说: “怎么会这样? 要是我在跑长跑,难道在接近终点时应当松劲,而不是更加奋力冲刺吗?” 有人邀请他赴宴,他说自己不会去;因为前几天去赴宴时,他也未曾对主人产生过感激之情。他光着脚在雪地里行走,并实践前文提到的其他操练;而且他还尝试吃生肉,但肠胃无法消化。有一次,他撞见修辞学家德摩斯梯尼在客栈里吃午饭。当德摩斯梯尼往里面退避时,他说: “你越是往后退, 就越是在客栈里面了。” 有一次,一些外邦人想要见一见德摩斯梯尼,狄奥根尼伸出中指说: “瞧,这就是你们的 雅典民众煽动家(德玛戈戈斯)。”

ἐκβαλόντος δʼ ἄρτον τινὸς καὶ αἰσχυνομένου ἀνελέσθαι, βουλόμενος αὐτὸν νουθετῆσαι, κεράμου τράχηλον δήσας ἔσυρε διὰ τοῦ Κεραμεικοῦ. Μιμεῖσθαι ἔλεγε τοὺς χοροδιδασκάλους· καὶ γὰρ ἐκείνους ὑπὲρ τόνον ἐνδιδόναι ἕνεκα τοῦ τοὺς λοιποὺς ἅψασθαι τοῦ προσήκοντος τόνου. τοὺς πλείστους ἔλεγε παρὰ δάκτυλον μαίνεσθαι· ἐὰν οὖν τις τὸν μέσον προτείνας πορεύηται, δόξει τῳ μαίνεσθαι, ἐὰν δὲ τὸν λιχανόν, οὐκέτι. τὰ πολλοῦ ἄξια τοῦ μηδενὸς ἔλεγε πιπράσκεσθαι καὶ ἔμπαλιν· ἀνδριάντα γοῦν τρισχιλίων πιπράσκεσθαι, χοίνικα δʼ ἀλφίτων δύο χαλκῶν.

有人掉了面包,因感到羞耻而不好意思捡起来;狄奥根尼为了劝诫他,便在一只陶罐的颈部系上绳子,拖着它穿过了陶工区(凯拉米科斯)。他说自己是在效法合唱指挥;因为指挥们也是把音调定得偏高,以便让其他人能达到合适的音准。他说,大多数人与发疯仅有一指之差:如果有人伸出中指走路,就会被认为发疯,但若是伸出食指,就不再被如此认为了。他说,极其贵重的东西被分文不值地出售,反之亦然;比如一座雕像卖三千德拉克马,而一霍尼克斯大麦面只卖两卡尔库斯。

Τῷ πριαμένῳ αὐτὸν Ξενιάδῃ φησί, ἄγε ὅπως τὸ προσταττόμενον ποιήσεις3. τοῦ δʼ εἰπόντος, "ἄνω ποταμῶν χωροῦσι παγαί," εἰ δὲ ἰατρὸν ἐπρίω νοσῶν, οὐκ ἄν, ἔφη, αὐτῷ ἐπείθου, ἀλλʼ εἶπες ἂν ὡς ἄνω ποταμῶν χωροῦσι παγαί; ἤθελέ τις παρʼ αὐτῷ φιλοσοφεῖν· ὁ δέ οἱ σαπέρδην δοὺς ἐκέλευσεν ἀκολουθεῖν. ὡς δʼ ὑπʼ αἰδοῦς ῥίψας ἀπῆλθε, μετὰ χρόνον ὑπαντήσας αὐτῷ καὶ γελάσας λέγει, τὴν σὴν καὶ ἐμὴν φιλίαν σαπέρδης διέλυσε. Διοκλῆς δʼ οὕτως ἀναγράφει. εἰπόντος τινὸς αὐτῷ, ἐπίταττε ἡμῖν, Διόγενες, ἀπαγαγὼν αὐτὸν ἡμιωβολίου τυρὸν ἐδίδου φέρειν· ἀρνησαμένου δέ, τὴν σήν, ἔφη, καὶ ἐμὴν φιλίαν ἡμιωβολίου τυρίδιον διαλέλυκε.

他对买下他的克塞尼亚德斯说: “来吧,务必遵照吩咐行事。” 克塞尼亚德斯说: “江河之水向源头倒流了。” 狄奥根尼说: “如果你生病时买了一个医生,难道你不会听从他, 反而会说江河之水向源头倒流了吗?” 有人想跟他学习哲学;狄奥根尼给了他一条咸鱼,命令他跟在后面走。那人因羞耻而扔下鱼走开了;过了些时候,狄奥根尼遇见他,笑着说: “你我之间的友谊,被一条咸鱼瓦解了。” 狄奥克勒斯则是这样记载的:有人对他说: “吩咐我们吧,狄奥根尼。” 狄奥根尼把他带出去,拿了值半个奥波尔的奶酪让他拿着走;那人拒绝了,狄奥根尼便说: “你我之间的友谊, 被一块半个奥波尔的小奶酪瓦解了。”

语法注3 条
  1. 6.2.31πρὸς τοὺς γονέας αἰτητικῶς εἶχον

    “ἔχω + 副词 + πρός + 宾格”表示对某人持有某种态度或倾向;副词 αἰτητικῶς 源自 αἰτέω(请求),在此意为孩子们常常向父母为狄奥根尼提出请求、为他说情。

  2. 6.2.34μηδὲ γὰρ πρῴην αὐτῷ χάριν ἐγνωκέναι

    在间接引语中,完成时不定式 ἐγνωκέναι 的逻辑主语依据语境为狄奥根尼本人。惯用语 χάριν γιγνώσκειν τινί 意为“对某人心存感激”,加上否定词 μηδέ,构成了拒绝赴宴的理由:因为前几天赴宴时他也不曾对那人感到过感激。

  3. 6.2.36ἄγε ὅπως τὸ προσταττόμενον ποιήσεις

    在感叹式命令词 ἄγε 之后,“ὅπως + 将来时直陈式(ποιήσεις)”省去了主句动词,单独构成表示强烈命令或敦促的从句,意为“务必做到 / 留心去做所吩咐的事”。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:6.2.31-6.2.36