← 第欧根尼·拉尔修

哲人言行录

§6.2.26-6.2.30

狄奥根尼对柏拉图的讽刺与被鬻为奴

文中记述了狄奥根尼踩踏柏拉图地毯并讥讽其冗长多言的轶事,随后列举了他对学者、音乐家和天文学家等虚伪矛盾之处的尖锐讽刺。接着记载了他被俘后在奴隶市场上自称能统治他人,并为买主克塞尼亚德斯之子提供健全教育的经过。

← 上一节下一节 →

Πατῶν αὐτοῦ ποτε τὰ στρώματα κεκληκότος φίλους παρὰ Διονυσίου, ἔφη, πατῶ τὴν Πλάτωνος κενοσπουδίαν· πρὸς ὃν ὁ Πλάτων, ὅσον, ὦ Διόγενες, τοῦ τύφου διαφαίνεις, δοκῶν μὴ τετυφῶσθαι1. οἱ δέ φασι τὸν Διογένην εἰπεῖν, πατῶ τὸν Πλάτωνος τῦφον· τὸν δὲ φάναι, ἑτέρῳ γε τύφῳ, Διόγενες· Σωτίων δʼ ἐν τῷ τετάρτῳ φησὶ τοῦτο πρὸς αὐτὸν εἰπεῖν τὸν Πλάτωνα τὸν κύνα. Διογένης οἶνόν ποτʼ ᾔτησεν αὐτόν, τότε δὲ καὶ ἰσχάδας. ὁ δὲ κεράμιον ὅλον ἔπεμψεν αὐτῷ· καὶ ὅς, σύ, φησίν, ἐὰν ἐρωτηθῇς δύο καὶ δύο πόσα ἐστίν, Εἴκοσιν ἀποκρινῇ; οὕτως οὔτε πρὸς τὰ αἰτούμενα δίδως οὔτε πρὸς τὰ ἐρωτώμενʼ ἀποκρίνῃ. ἔσκωψε δὴ ὡς ἀπεραντολόγον.

有一次,在柏拉图招待从狄奥尼修斯处前来的朋友们时,狄奥根尼踩着柏拉图的地毯说: “我踩踏的是柏拉图的虚荣。” 柏拉图对他说: “狄奥根尼啊,你自以为不傲慢,却显露出何等的傲慢!” 另有人说,狄奥根尼说的是: “我踩踏的是柏拉图的傲慢。” 而柏拉图回答: “狄奥根尼,那是用另一种傲慢!” 索提翁在第四卷中说,对这只“犬”(狄奥根尼)说这话的正是柏拉图。狄奥根尼曾向柏拉图讨酒,当时还要了无花果干。柏拉图送了他整整一罐。狄奥根尼便说: “你 要是被问及二加二等于几,难道会回答二十吗?你既不根据所求之物来给,也不照着所问之事来答。” 他以此讥讽柏拉图说话啰唆、无边无际。

Ἐρωτηθεὶς ποῦ τῆς Ἑλλάδος ἴδοι ἀγαθοὺς ἄνδρας, ἄνδρας μέν, εἶπεν, οὐδαμοῦ, παῖδας δʼ ἐν Λακεδαίμονι. σπουδαιολογουμένῳ ποτὲ ὡς οὐδεὶς προσῄει2, ἐπέβαλε τερετίζειν· ἀθροισθέντων δέ, ὠνείδισεν ὡς ἐπὶ μὲν τοὺς φληνάφους ἀφικνουμένων σπουδαίως, ἐπὶ δὲ τὰ σπουδαῖα βραδυνόντων [ὀλιγώρως]. ἔλεγέ τε περὶ μὲν τοῦ παρορύττειν καὶ λακτίζειν ἀγωνίζεσθαι τοὺς ἀνθρώπους, περὶ δὲ καλοκἀγαθίας μηδένα. τούς τε γραμματικοὺς ἐθαύμαζε τὰ μὲν τοῦ Ὀδυσσέως κακὰ ἀναζητοῦντας, τὰ δʼ ἴδια ἀγνοοῦντας. καὶ μὴν καὶ τοὺς μουσικοὺς τὰς μὲν ἐν τῇ λύρᾳ χορδὰς ἁρμόττεσθαι, ἀνάρμοστα δʼ ἔχειν τῆς ψυχῆς τὰ ἤθη·

当被问及在希腊何处见过优秀的男子时,他说: “成年男子, 哪儿也没见过;但少年倒在拉刻代蒙见过。” 有一次,当他严肃地谈论道理时,没有一个人走近前来,他便开始吹起调子哼唱;众人聚集过来后,他责备他们对无聊的琐事趋之若鹜,对严肃的正事却轻慢迟缓。他又说,人们为刨土和踢打(摔跤与搏击)而竞技,却无人为高尚美德(善美)而竞争。他还对文法学者们感到惊异,他们探究奥德修斯的灾难,却对自己身上的祸患一无所知;他也对音乐家们感到惊奇,他们能调谐竖琴上的琴弦,自己灵魂的品格却全然失调;

τοὺς μαθηματικοὺς ἀποβλέπειν μὲν πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην, τὰ δʼ ἐν ποσὶ πράγματα παρορᾶν· τοὺς ῥήτορας λέγειν μὲν ἐσπουδακέναι τὰ δίκαια, πράττειν δὲ μηδαμῶς· ἀλλὰ μὴν καὶ τοὺς φιλαργύρους ψέγειν μὲν τὸ ἀργύριον, ὑπεραγαπᾶν δέ. κατεγίνωσκε δὲ καὶ τῶν ἐπαινούντων μὲν τοὺς δικαίους, ὅτι χρημάτων ἐπάνω εἶεν, ζηλούντων δὲ τοὺς πολυχρημάτους. ἐκίνει δʼ αὐτὸν καὶ τὸ θύειν μὲν τοῖς θεοῖς ὑπὲρ ὑγιείας, ἐν αὐτῇ δὲ τῇ θυσίᾳ κατὰ τῆς ὑγιείας δειπνεῖν. ἄγασθαι δὲ καὶ τῶν δούλων οἳ λαβροφαγοῦντας ὁρῶντες τοὺς δεσπότας μηδὲν ἁρπάζοιεν τῶν ἐσθιομένων.

天文学家们仰望太阳和月亮,却忽视脚下的事物;修辞学家们热衷于宣扬正义,却绝不去实践;甚至那些贪恋钱财的人口中指责金钱,暗中却过度溺爱它。他还谴责那些赞美正直之人超越金钱、却又嫉妒腰缠万贯者的人。让他感到荒谬的还有:人们向诸神献祭祈求健康,却在献祭宴席上暴饮暴食以害健康。他又赞赏那些奴隶,看到主人们狼吞虎咽,却丝毫不抢夺所吃之食。

ἐπῄνει τοὺς μέλλοντας γαμεῖν καὶ μὴ γαμεῖν3, καὶ τοὺς μέλλοντας καταπλεῖν καὶ μὴ καταπλεῖν, καὶ τοὺς μέλλοντας πολιτεύεσθαι καὶ μὴ πολιτεύεσθαι, καὶ τοὺς παιδοτροφεῖν καὶ μὴ παιδοτροφεῖν, καὶ τοὺς παρασκευαζομένους συμβιοῦν τοῖς δυνάσταις καὶ μὴ προσιόντας. ἔλεγε δὲ καὶ δεῖν τὰς χεῖρας ἐπὶ τοὺς φίλους ἐκτείνειν μὴ συγκεκαμμένοις τοῖς δακτύλοις. φησὶ δὲ Μένιππος ἐν τῇ Διογένους Πράσει ὡς ἁλοὺς καὶ πωλούμενος ἠρωτήθη τί οἶδε ποιεῖν. ἀπεκρίνατο, ἀνδρῶν ἄρχειν· καὶ πρὸς τὸν κήρυκα, κήρυσσε, ἔφη, εἴ τις ἐθέλει δεσπότην αὑτῷ πρίασθαι. κωλυθεὶς καθίζεσθαι, οὐδέν, ἔφη, διαφέρει· καὶ γὰρ τοὺς ἰχθῦς ὅπως ἂν κέοιντο πιπράσκεσθαι.

他称赞那些将要结婚而未结婚的人、将要出海而未出海的人、将要从政而未从政的人、将要抚养孩子而未抚养的人,以及那些准备去与权贵共同生活却未去接近的人。他还说,伸向朋友的手不应当蜷曲着手指。梅尼普斯在《狄奥根尼的拍卖》中说,他被俘并被拍卖时,有人问他懂得做什么。他回答: “统治人。” 他又对传令官说: “喊话吧, 看看有没有人想给自己买一个主人。” 当被禁止坐下时,他说: “这毫无 分别;因为鱼无论怎样摆放,都是要被卖掉的。”

θαυμάζειν τʼ ἔφη εἰ χύτραν μὲν καὶ λοπάδα ὠνούμενοι κομποῦμεν· ἄνθρωπον δὲ μόνῃ τῇ ὄψει ἀρκούμεθα. ἔλεγε τῷ Ξενιάδῃ τῷ πριαμένῳ αὐτόν, δεῖν πείθεσθαι αὐτῷ, εἰ καὶ δοῦλος εἴη· καὶ γὰρ εἰ ἰατρὸς ἢ κυβερνήτης ἦν δοῦλος, πεισθῆναι ἂν αὐτῷ4. Εὔβουλος δέ φησιν ἐν τῷ ἐπιγραφομένῳ Διογένους Πρᾶσις οὕτως ἄγειν τοὺς παῖδας τοῦ Ξενιάδου, μετὰ τὰ λοιπὰ μαθήματα ἱππεύειν, τοξεύειν, σφενδονᾶν, ἀκοντίζειν· ἔπειτʼ ἐν τῇ παλαίστρᾳ οὐκ ἐπέτρεπε τῷ παιδοτρίβῃ ἀθλητικῶς ἄγειν, ἀλλʼ αὐτὸ μόνον ἐρυθήματος χάριν καὶ εὐεξίας.

他还说,令他惊奇的是,我们买陶锅和平底锅时要敲击听声,买人时却仅凭外表就心满意足。他对买下他的克塞尼亚德斯说,即便自己是奴隶,对方也必须听从他;因为如果医生或舵手是奴隶,人们也会听从他们的。欧布罗斯在题为《狄奥根尼的拍卖》的书中说,狄奥根尼如此教导克塞尼亚德斯的儿子们:在其他学业之后,教他们骑马、射箭、使用投石器、掷标枪;此后在角力学校里,他不许教练将他们当成竞技运动员来训练,而仅仅为了面色红润与体魄强健。

语法注4 条
  1. 6.2.26ὅσον, ὦ Διόγενες, τοῦ τύφου διαφαίνεις, δοκῶν μὴ τετυφῶσθαι

    感叹代词 ὅσον 带部分属格 τοῦ τύφου,意为“何等的虚骄/傲慢”。分词 δοκῶν 具让步义(“自以为/表面显得……”),支配完成时被动态不定式 τετυφῶσθαι。否定词 μή 用于带有主观色彩的分词结构中。

  2. 6.2.27σπουδαιολογουμένῳ ποτὲ ὡς οὐδεὶς προσῄει

    与格分词 σπουδαιολογουμένῳ 既可视为与动词 προσῄει 相关的利益/关涉与格(“当他谈论严肃之事时,无人走向他”),亦可视为表示时间/情境的与格,指主语狄奥根尼本人。

  3. 6.2.29τοὺς μέλλοντας γαμεῖν καὶ μὴ γαμεῖν

    在 τοὺς μέλλοντας γαμεῖν καὶ μὴ γαμεῖν 结构中,连词 καὶ 连接意图与未付诸行动的事实,带有转折意味(“正打算结婚而[终究]未结”)。后文关于出海、从政、育儿、投靠权贵的排比句均遵循相同的句法模式。

  4. 6.2.30καὶ γὰρ εἰ ἰατρὸς ἢ κυβερνήτης ἦν δοῦλος, πεισθῆναι ἂν αὐτῷ

    间接引语中的非真实条件句。从句使用未完成过去直陈式 ἦν(与现在事实相反的假定,“若医生或舵手是奴隶”);主句由不定式加 ἄν(πεισθῆναι ἄν)构成,代表原直陈式不定过去时加 ἄν(ἐπείσθη ἄν)。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:6.2.26-6.2.30