- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:6.2.20-6.2.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-27
本节记述了锡诺珀的狄奥根尼的身世、因改铸货币而流亡的缘由、投奔安提斯泰尼门下的经历、极端简朴的生活方式,以及他讥讽世人和驳斥柏拉图的轶事。
Διογένης Ἱκεσίου τραπεζίτου Σινωπεύς. φησὶ δὲ Διοκλῆς, δημοσίαν αὐτοῦ τὴν τράπεζαν ἔχοντος τοῦ πατρὸς καὶ παραχαράξαντος τὸ νόμισμα, φυγεῖν. Εὐβουλίδης δʼ ἐν τῷ Περὶ Διογένους αὐτόν φησι Διογένην τοῦτο πρᾶξαι καὶ συναλᾶσθαι τῷ πατρί. οὐ μὴν ἀλλὰ καὶ αὐτὸς περὶ αὑτοῦ φησιν ἐν τῷ Πορδάλῳ ὡς παραχαράξαι τὸ νόμισμα. ἔνιοι δʼ ἐπιμελητὴν γενόμενον ἀναπεισθῆναι ὑπὸ τῶν τεχνιτῶν καὶ ἐλθόντα εἰς Δελφοὺς ἢ εἰς τὸ Δήλιον ἐν τῇ πατρίδι Ἀπόλλωνος πυνθάνεσθαι εἰ ταῦτα πράξει ἅπερ ἀναπείθεται· τοῦ δὲ συγχωρήσαντος τὸ πολιτικὸν νόμισμα1, οὐ συνείς, τὸ κέρμα ἐκιβδήλευσε καὶ φωραθείς, ὡς μέν τινες, ἐφυγαδεύθη, ὡς δέ τινες, ἑκὼν ὑπεξῆλθε φοβηθείς.
来自锡诺珀的狄奥根尼是钱币兑换商希刻西阿斯的儿子。戴奥克利说,由于他的父亲掌管公立钱庄并伪造钱币,他便流亡了。但欧布利德斯在《论狄奥根尼》中说,是狄奥根尼自己做了这事,并与父亲一同流浪。不仅如此,他自己在《豹》中也谈到自己伪造了货币。另有人说,他当上主管后受到工匠们的怂恿,于是前往德尔斐或其故乡阿波罗的得利昂神庙,询问神明自己是否应当去作受怂恿之事;神谕准许改变城邦惯例(货币),而他未领会其意,竟伪造了硬币;事发后,据某些人说他被流放,据另一些人说他因畏惧而自愿潜逃。
ἔνιοι δέ φασι παρὰ τοῦ πατρὸς αὐτὸν λαβόντα τὸ νόμισμα διαφθεῖραι· καὶ τὸν μὲν δεθέντα ἀποθανεῖν, τὸν δὲ φυγεῖν ἐλθεῖν τʼ εἰς Δελφοὺς καὶ πυνθανόμενον οὐκ εἰ παραχαράξει, ἀλλὰ τί ποιήσας ἐνδοξότατος ἔσται, οὕτω λαβεῖν τὸν χρησμὸν τοῦτον. Γενόμενος δὲ Ἀθήνησιν Ἀντισθένει παρέβαλε. τοῦ δὲ διωθουμένου διὰ τὸ μηδένα προσίεσθαι, ἐξεβιάζετο τῇ προσεδρίᾳ. καί ποτε τὴν βακτηρίαν ἐπανατειναμένου αὐτῷ τὴν κεφαλὴν ὑποσχών, παῖε, εἶπεν· οὐ γὰρ εὑρήσεις οὕτω σκληρὸν ξύλον ᾧ με ἀπείρξεις ἕως ἄν τι φαίνῃ λέγων2. τοὐντεῦθεν διήκουσεν αὐτοῦ καὶ ἅτε φυγὰς ὢν ὥρμησεν ἐπὶ τὸν εὐτελῆ βίον.
还有人说,他是从父亲那里拿到钱币后将其毁坏;父亲被囚禁致死,他则逃亡前往德尔斐,询问的不是是否应当改铸货币,而是做什么才能享有最高的声誉,并因此得到了这个神谕。 他来到雅典后投奔了安提斯泰尼。安提斯泰尼因不收门徒而推拒他,他却以恒常的坚守强行留下。有一次,安提斯泰尼举起手杖朝向他,狄奥根尼伸出头说: “打吧,”他说: “因为你找不到一根足够坚硬的木头,只要你看起来还在讲论着什么,就能将我阻隔开来。” 从此他便听从其教诲,且由于身为流亡者,他毅然踏上了简朴生活的道路。
Μῦν θεασάμενος διατρέχοντα, καθά φησι Θεόφραστος ἐν τῷ Μεγαρικῷ, καὶ μήτε κοίτην ἐπιζητοῦντα μήτε σκότος εὐλαβούμενον ἢ ποθοῦντά τι τῶν δοκούντων ἀπολαυστῶν, πόρον ἐξεῦρε τῆς περιστάσεως. τρίβωνα διπλώσας πρῶτος κατά τινας διὰ τὸ ἀνάγκην ἔχειν καὶ ἐνεύδειν αὐτῷ, πήραν τʼ ἐκομίσατο, ἔνθα αὐτῷ τὰ σιτία ἦν, καὶ παντὶ τόπῳ ἐχρῆτο εἰς πάντα, ἀριστῶν τε καὶ καθεύδων καὶ διαλεγόμενος. ὅτε καὶ τοὺς Ἀθηναίους ἔφασκε, δεικνὺς τὴν τοῦ Διὸς στοὰν καὶ τὸ Πομπεῖον, αὐτῷ κατεσκευακέναι ἐνδιαιτᾶσθαι.
正如泰奥弗拉斯托斯在《墨伽拉人篇》中所说,狄奥根尼看见一只老鼠跑过,既不寻找床铺,也不畏惧黑暗,亦不渴求任何被视为享受之物,便从中寻得了摆脱自身困境的出路。据某些人说,由于也有在其中睡觉的需要,他是第一个将粗斗篷折叠成双层的人;他又备了一个干粮袋来装食物,并将任何地方作任何用途,在此吃午餐、睡觉与辩论。当时他指着宙斯柱廊和迎宾馆说,雅典人建造这些正是为了给他居住。
βακτηρίᾳ δʼ ἐπεστηρίζετο ἀσθενήσας· ἔπειτα μέντοι καὶ διὰ παντὸς ἐφόρει, οὐ μὴν ἐν ἄστει, ἀλλὰ καθʼ ὁδὸν αὐτῇ τε καὶ τῇ πήρᾳ, καθά φησιν Ἀθηνόδωρος ὁ Ἀθηναίων προστατήσας καὶ Πολύευκτος ὁ ῥήτωρ καὶ Λυσανίας ὁ Αἰσχρίωνος. ἐπιστείλας δέ τινι οἰκίδιον αὐτῷ προνοήσασθαι, βραδύνοντος, τὸν ἐν τῷ Μητρῴῳ πίθον ἔσχεν οἰκίαν, ὡς καὶ αὐτὸς ἐν ταῖς ἐπιστολαῖς διασαφεῖ. καὶ θέρους μὲν ἐπὶ ψάμμου ζεστῆς ἐκυλινδεῖτο, χειμῶνος δʼ ἀνδριάντας κεχιονισμένους περιελάμβανε, πανταχόθεν ἑαυτὸν συνασκῶν.
他生病时拄着手杖;后来他便一直随身携带手杖,不过并非在城内,而是在旅途中携带手杖和干粮袋,正如曾任雅典领袖的阿忒诺多洛斯、演说家波吕欧克托斯以及埃斯克里翁之子吕萨尼亚斯所言。他曾托人给自己备一间小屋,因那人迟迟未办,他便在母神庙的陶瓮中安了家,正如他自己在书信中所言明的那样。夏天他在滚烫的沙地上打滚,冬天则去拥抱积雪的雕像,全方位地磨砺自己。
Δεινός τʼ ἦν κατασοβαρεύσασθαι τῶν ἄλλων. καὶ τὴν μὲν Εὐκλείδου σχολὴν ἔλεγε χολήν, τὴν δὲ Πλάτωνος διατριβὴν κατατριβήν, τοὺς δὲ Διονυσιακοὺς ἀγῶνας μεγάλα θαύματα μωροῖς ἔλεγε καὶ τοὺς δημαγωγοὺς ὄχλου διακόνους. ἔλεγε δὲ καὶ ὡς ὅτε μὲν ἴδοι κυβερνήτας ἐν τῷ βίῳ καὶ ἰατροὺς καὶ φιλοσόφους, συνετώτατον εἶναι τῶν ζῴων νομίζειν3 τὸν ἄνθρωπον· ὅτε δὲ πάλιν ὀνειροκρίτας καὶ μάντεις καὶ τοὺς προσέχοντας τούτοις ἢ τοὺς ἐπὶ δόξῃ καὶ πλούτῳ πεφυσημένους, οὐδὲν ματαιότερον νομίζειν ἀνθρώπου. συνεχές τε ἔλεγεν εἰς τὸν βίον παρεσκευάσθαι δεῖν λόγον ἢ βρόχον.
他极善于傲慢地蔑视他人。他称欧几里得的学派(schole)为胆汁(chole),称柏拉图的辩谈(diatribe)为虚耗光阴(katatribe),称酒神节的竞技赛会为“傻子们的大奇观”,称民选政客为“暴民的仆役”。他还说,每当他在生活中看到舵手、医生与哲学家时,就觉得人是万物中最聪明的;但每当看到解梦者、占卜师及其听信者,或是因虚名和财富而自负者时,就觉得没有任何东西比人更虚妄愚蠢。他经常说,为了应付生活,必须准备好理性(logos)或是绞索(brochos)。
Καί ποτε Πλάτωνα ἐν δείπνῳ πολυτελεῖ κατανοήσας ἐλάας ἁψάμενον, τί, φησίν, ὁ σοφὸς εἰς Σικελίαν πλεύσας τῶν τραπεζῶν τούτων χάριν, νῦν παρακειμένων οὐκ ἀπολαύεις; καὶ ὅς, ἀλλὰ νὴ τοὺς θεούς, φησί, Διόγενες, κἀκεῖ τὰ πολλὰ πρὸς ἐλάας καὶ τὰ τοιαῦτα ἐγινόμην. ὁ δέ, τί οὖν ἔδει πλεῖν εἰς Συρακούσας; ἢ τότε ἡ Ἀττικὴ οὐκ ἔφερεν ἐλάας; Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῇ ἱστορίᾳ Ἀρίστιππον εἰπεῖν τοῦτο. καὶ ἄλλοτε ἰσχάδας ἐσθίων ἀπήντετʼ αὐτῷ φησί τε, ἔξεστί σοι μετασχεῖν· τοῦ δὲ λαβόντος καὶ φαγόντος, ἔφη, μετασχεῖν εἶπον, οὐ καταφαγεῖν.
有一次,他在奢华的宴席上看到柏拉图正伸手拿橄榄,便说: “怎么, 为了这些筵席航行到西西里的智者, 如今筵席摆在面前,你反倒不去享用吗?” 柏拉图答道: “凭诸神起誓, 狄奥根尼啊, 我在那里也大多只是吃橄榄之类的东西。” 狄奥根尼便说: “那么何必航行去叙拉古呢?难道当时的阿提卡不产橄榄吗?” 然而法沃里努斯在《杂史》中说这话是阿里斯提波说的。又有一次,狄奥根尼正在吃无花果干,遇见柏拉图便说: “你可以分一份。” 柏拉图拿过去全吃光了,狄奥根尼便说: “我是说分一份,不是全吃光。”
- 6.2.20τοῦ δὲ συγχωρήσαντος τὸ πολιτικὸν νόμισμα
属格独立结构。名词 νόμισμα 兼具“通货/硬币”与“习俗/城邦法度”双重含义。神谕本意指后者(变革城邦习俗),狄奥根尼却误解为字面意义(伪造硬币)。此处承前省略了动词 παραχαράξαι(改铸、变易)的概念,需结合上下文理解其双关意图。
- 6.2.21ἕως ἄν τι φαίνῃ λέγων
连词 ἕως ἄν 引导时间从句,接第二人称单数虚拟式 φαίνῃ,并带补充性分词 λέγων,意为“只要你看起来还在讲论着什么(有价值的内容)”。通常 φαίνομαι 搭配分词表示“显而易见地……”,在此处带有口语色彩,意指“只要看你还在说出有教益的言辞”。
- 6.2.24ὅτε μὲν ἴδοι ... νομίζειν ... ὅτε δὲ πάλιν ... νομίζειν
由间接引语(ἔλεγε δὲ καὶ ὡς...)所统摄的并列对照结构。表示过去反复发生的从属从句(ὅτε μὲν ἴδοι / ὅτε δὲ πάλιν [ἴδοι])使用祈愿式,其结论部分由不定式 νομίζειν 承担。不定式的逻辑主语是狄奥根尼本人,通过 μὲν ... δέ 的强烈对比突出了人类在智慧与愚妄之间的分裂。
