- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:6.1.14-6.1.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-27
叙述了安提斯泰尼的论辩才华及其作为斯多亚派先驱的影响,列举了他十卷著作的完整篇目;记载了他患病临终前与狄奥根尼的对话、悼亡题诗及同名人物,并宣告过渡至犬儒派与斯多亚派哲学家。
Τοῦτον μόνον ἐκ πάντων Σωκρατικῶν Θεόπομπος ἐπαινεῖ καί φησι δεινόν τʼ εἶναι καὶ διʼ ὁμιλίας ἐμμελοῦς ὑπαγαγέσθαι πάνθʼ ὁντινοῦν. δῆλον δʼ ἐκ τῶν συγγραμμάτων κἀκ τοῦ Ξενοφῶντος Συμποσίου. δοκεῖ δὲ καὶ τῆς ἀνδρωδεστάτης Στωικῆς κατάρξαι· ὅθεν καὶ Ἀθήναιος ὁ ἐπιγραμματοποιὸς περὶ αὐτῶν φησὶν οὕτως· "ὦ στωικῶν μύθων εἰδήμονες, ὦ πανάριστα δόγματα ταῖς ἱεραῖς ἐνθέμενοι σελίσιν, τὰν ἀρετὰν ψυχᾶς ἀγαθὸν μόνον1· ἅδε γὰρ ἀνδρῶν μούνα καὶ βιοτὰν ῥύσατο καὶ πόλιας. σαρκὸς δʼ ἡδυπάθημα, φίλον τέλος ἀνδράσιν ἄλλοις, ἡ μία τῶν Μνήμης ἤνυσε θυγατέρων2."
在所有苏格拉底的弟子中,塞奥彭普斯唯独称赞他,称他不仅才智出众,而且能通过和谐悦耳的交谈使任何人顺服。这一点无论从他的著作还是从色诺芬的《会饮篇》都清晰可见。他也被认为开创了最为阳刚坚毅的斯多亚学派;因此题铭诗人阿忒纳奥斯亦就他们作诗云: “斯多亚学说的通晓者啊,你们在神圣的简册中 载入了至善至美的信条, 即唯有心灵的德行才是善;因为唯有德行 拯救了人类的生命与城邦。 至于肉体的纵情享乐——其他世人所钟爱的终极目的, 不过是由记忆女神的一位女儿所写就。”
Οὗτος ἡγήσατο καὶ τῆς Διογένους ἀπαθείας καὶ τῆς Κράτητος ἐγκρατείας καὶ τῆς Ζήνωνος καρτερίας, αὐτὸς ὑποθέμενος τῇ πολιτείᾳ τὰ θεμέλια. ὁ δὲ Ξενοφῶν ἥδιστον μὲν εἶναι περὶ τὰς ὁμιλίας φησὶν αὐτόν, ἐγκρατέστατον δὲ περὶ τἄλλα. Φέρονται δʼ αὐτοῦ συγγράμματα τόμοι δέκα· πρῶτος ἐν ᾧ Περὶ λέξεως ἢ περὶ χαρακτήρων. Αἴας ἢ Αἴαντος λόγος. Ὀδυσσεὺς ἢ περὶ Ὀδυσσέως. Ορέστου ἀπολογία ἢ περὶ τῶν δικογράφων. Ἰσογραφὴ ἢ Λυσίας καὶ Ἰσοκράτης. Πρὸς τὸν Ἰσοκράτους Ἀμάρτυρον. Τόμος δεύτερος ἐν ᾧ
这位安提斯泰尼亦开导了狄奥根尼的无欲不动心(apatheia)、克拉特斯的克己自制(enkrateia)以及芝诺的坚毅耐劳(karteria),是他亲自为这一立国蓝图奠定了基石。色诺芬则说他在交谈中最具魅力,但在其他一切事务上则最具自制力。 他的著作流传下来的共有十卷。第一卷收录有: 《论措辞,或论性格》;《埃阿斯,或埃阿斯的演说》;《奥德修斯,或论奥德修斯》;《俄瑞斯忒斯的辩护,或论讼词撰写人》;《文体齐等,或吕西亚斯与伊索克拉底》;《反驳伊索克拉底的〈无证词之诉〉》。 第二卷收录有:
Περὶ ζῴων φύσεως. Περὶ παιδοποιίας ἢ περὶ γάμου ἐρωτικός. Περὶ τῶν σοφιστῶν φυσιογνωμονικός. Περὶ δικαιοσύνης καὶ ἀνδρείας προτρεπτικὸς πρῶτος, δεύτερος, τρίτος. Περὶ Θεόγνιδος δʼ εʼ. Τόμος τρίτος ἐν ᾧ Περὶ ἀγαθοῦ. Περὶ ἀνδρείας. Περὶ νόμου ἢ περὶ πολιτείας. Περὶ νόμου ἢ περὶ καλοῦ καὶ δικαίου. Περὶ ἐλευθερίας καὶ δουλείας. Περὶ πίστεως. Περὶ ἐπιτρόπου ἢ περὶ τοῦ πείθεσθαι. Περὶ νίκης οἰκονομικός. Τόμος τέταρτος ἐν ᾧ Κῦρος. Ἡρακλῆς ὁ μείζων ἢ περὶ ἰσχύος. Τόμος πέμπτος ἐν ᾧ Κῦρος ἢ περὶ βασιλείας. Ἀσπασία. Τόμος ἕκτος ἐν ᾧ Ἀλήθεια. Περὶ τοῦ διαλέγεσθαι ἀντιλογικός. Σάθων ἢ περὶ τοῦ ἀντιλέγειν α′ β′ γ′. Περὶ διαλέκτου.
《论动物的本性》;《论生儿育女,或论婚姻,爱欲篇》;《论智者,观相术之书》;《论正义与勇气,劝勉篇第一、第二、第三》;《论塞奥格尼斯,第四、第五》。 第三卷收录有: 《论善》;《论勇气》;《论法律,或论国家》;《论法律,或论美与正义》;《论自由与奴役》;《论信义》;《论监护人,或论顺从》;《论胜利,家政之书》。 第四卷收录有: 《居鲁士》;《大赫拉克勒斯,或论力量》。 第五卷收录有: 《居鲁士,或论王权》;《阿斯帕齐娅》。 第六卷收录有: 《真理》;《论辩谈,论驳篇》;《萨同,或论反驳,第一、第二、第三》;《论方言》。
Τόμος ἕβδομος ἐν ᾧ Περὶ παιδείας ἢ ὀνομάτων α′ β′ γ′ δ′ ε′. Περὶ ὀνομάτων χρήσεως ἐριστικός. Περὶ ἐρωτήσεως καὶ ἀποκρίσεως. Περὶ δόξης καὶ ἐπιστήμης α′ β′ γ′ δ′. Περὶ τοῦ ἀποθανεῖν. Περὶ ζωῆς καὶ θανάτου. Περὶ τῶν ἐν ᾅδου. Περὶ φύσεως α′ β′. Ἐρώτημα περὶ φύσεως β′. Δόξαι ἢ ἐριστικός. Περὶ τοῦ μανθάνειν προβλήματα. Τόμος ὄγδοος ἐν ᾧ Περὶ μουσικῆς. Περὶ ἐξηγητῶν. Περὶ Ὁμήρου. Περὶ ἀδικίας καὶ ἀσεβείας. Περὶ Κάλχαντος. Περὶ κατασκόπου. Περὶ ἡδονῆς. Τόμος ἔνατος ἐν ᾧ Περὶ Ὀδυσσείας. Περὶ τῆς ῥάβδου. Αθηνᾶ ἢ περὶ Τηλεμάχου. Περὶ Ἑλένης καὶ Πηνελόπης. Περὶ Πρωτέως. Κύκλωψ ἢ περὶ Ὀδυσσέως.
第七卷收录有: 《论教育,或论名称,第一、第二、第三、第四、第五》;《论名称的使用,诘问篇》;《论问答》;《论意见与知识,第一、第二、第三、第四》;《论死亡》;《论生与死》;《论冥府中的诸人》;《论自然,第一、第二》;《关于自然的提问,第二》;《意见,或诘问篇》;《论学习的诸难题》。 第八卷收录有: 《论音乐》;《论诠释者》;《论荷马》;《论不正与不虔敬》;《论卡尔卡斯》;《论侦察者》;《论快乐》。 第九卷收录有: 《论奥德赛》;《论手杖》;《雅典娜,或论忒勒玛科斯》;《论海伦与珀涅罗珀》;《论普罗透斯》;《库克洛普斯,或论奥德修斯》;
Περὶ οἴνου χρήσεως ἢ περὶ μέθης ἢ περὶ τοῦ Κύκλωπος. Περὶ Κίρκης. Περὶ Ἀμφιαράου. Περὶ τοῦ Ὀδυσσέως καὶ Πηνελόπης καὶ περὶ τοῦ κυνός. Τόμος δέκατος ἐν ᾧ Ἡρακλῆς ἢ Μίδας. Ἡρακλῆς ἢ περὶ φρονήσεως ἢ ἰσχύος. Κῦρος ἢ ἐρώμενος. Κῦρος ἢ κατάσκοποι. Μενέξενος ἢ περὶ τοῦ ἄρχειν. Ἀλκιβιάδης. Ἀρχέλαος ἢ περὶ βασιλείας. Καὶ ταῦτα μέν ἐστιν ἃ συνέγραψεν. Ὧι Τίμων διὰ τὸ πλῆθος ἐπιτιμῶν3 παντοφυῆ φλέδονά φησιν αὐτόν. ἐτελεύτησε δὲ ἀρρωστίᾳ· ὅτε καὶ Διογένης εἰσιὼν πρὸς αὐτὸν ἔφη, μήτι χρεία φίλου; καί ποτε παρʼ αὐτὸν ξιφίδιον ἔχων εἰσῄει. τοῦ δʼ εἰπόντος, τίς ἂν ἀπολύσειέ με τῶν πόνων; δείξας τὸ ξιφίδιον, ἔφη, τοῦτο· καὶ ὅς, τῶν πόνων, εἶπον, οὐ τοῦ ζῆν.
《论饮酒的使用,或论沉醉,或论库克洛普斯》;《论喀耳刻》;《论安菲阿剌俄斯》;《论奥德修斯与珀涅罗珀,兼论狗》。 第十卷收录有: 《赫拉克勒斯,或米达斯》;《赫拉克勒斯,或论明智,或论力量》;《居鲁士,或被爱者》;《居鲁士,或侦察者们》;《美涅克塞诺斯,或论统治》;《阿尔喀比亚德》;《阿尔克拉奥斯,或论王权》。 以上便是他所撰写的全部著作。 提蒙因其著作浩瀚而责难他,称他为“天生的杂谈空谈家”。他因病去世;当时狄奥根尼走进来探望他,说道: “莫非需要朋友的帮助吗?” 有一次,狄奥根尼带着一把短剑走进来。当安提斯泰尼说: “谁能把我从这些痛苦中解救出来呢?” 狄奥根尼指着短剑说: “这个。” 安提斯泰尼便答道: “我是说从痛苦中解脱,而不是从生命中解脱。”
ἐδόκει γάρ πως μαλακώτερον φέρειν τὴν νόσον ὑπὸ φιλοζωίας. καὶ ἔστιν ἡμῶν εἰς αὐτὸν οὕτως ἔχον· "τὸν βίον ἦσθα κύων, Ἀντίσθενες, ὧδε πεφυκὼς ὥστε δακεῖν κραδίην ῥήμασιν, οὐ στόμασιν· ἀλλʼ ἔθανες φθισικός, τάχʼ ἐρεῖ τις ἴσως· τί δὲ τοῦτο; πάντως εἰς Ἀΐδην δεῖ τινʼ ὁδηγὸν ἔχειν." Γεγόνασι δὲ καὶ ἄλλοι Ἀντισθένεις τρεῖς· Ἡρακλείτειος εἷς, καὶ ἕτερος Ἐφέσιος, καὶ Ῥόδιός τις ἱστορικός. Ἐπειδὴ δὲ τοὺς ἀπʼ Ἀριστίππου διεληλύθαμεν καὶ Φαίδωνος, νῦν ἑλκύσωμεν τοὺς ἀπʼ Ἀντισθένους κυνικούς τε καὶ στωικούς4. καὶ ἐχέτω ὧδε.
因为他似乎由于贪生,忍受病痛时显得有些软弱。我们为他所作的诗如下: “安提斯泰尼啊,你生前是一只犬,天赋之质 使你以言辞而非利齿噬咬人心; 但你死于痨病——或许有人会如此说。那又如何? 无论怎样,去往冥府总须有一位向导。” 名为安提斯泰尼的还有另外三人:一人是赫拉克利特派学者,另一人是厄弗所人,还有一人是来自罗得岛的历史学家。 既然我们已经叙述完毕阿里斯提波与淮多的流派,现在就让我们引介源自安提斯泰尼的犬儒派与斯多亚派哲学家吧。其内容如下。
- 6.1.14τὰν ἀρετὰν ψυχᾶς ἀγαθὸν μόνον
该宾格短语在句中充当上一行 πανάριστα δόγματα(至善信条)的同位语或说明性补充,相当于省略了系动词 εἶναι 的间接引语从句。采用了多利安方言形式(τὰν ἀρετὰν 即 τὴν ἀρετήν,ψυχᾶς 即 ψυχῆς)。
- 6.1.14ἡ μία τῶν Μνήμης ἤνυσε θυγατέρων
主语为 ἡ μία τῶν Μνήμης θυγατέρων(记忆女神诸女之一,即某位缪斯)。动词 ἤνυσε(完成、促成)的直接宾语是诗行开头的 σαρκὸς δʼ ἡδυπάθημα(肉体之享乐),中间的 φίλον τέλος ἀνδράσιν ἄλλοις 是其同位语短语。
- 6.1.18Ὧι Τίμων διὰ τὸ πλῆθος ἐπιτιμῶν
与格关系代词 ᾧ 由分词 ἐπιτιμῶν(指责、非难)所支配(该动词习惯支配与格)。先行词可指前文提到的著作总量(中性单数),亦可指安提斯泰尼本人(阳性单数),意为“提蒙因其卷帙浩繁而向他/其著作加以指责”。
- 6.1.19νῦν ἑλκύσωμεν τοὺς ἀπʼ Ἀντισθένους κυνικούς τε καὶ στωικούς
劝勉式虚拟语气 ἑλκύσωμεν(字面意为“让我们拉过来/引入”)在此作比喻用法,意为“让我们将……列出/作为接下来的论述对象”,与前半句的完成时直陈式 διεληλύθαμεν(我们已经叙述完毕)形成结构上的承接与转折。
