← 第欧根尼·拉尔修

哲人言行录

§6.1.1-6.1.6

安提斯泰尼的出身、承传与格言

本节记述犬儒学派始祖安提斯泰尼的出身、围绕其混血血统的言行、从受教于高尔吉亚到从师苏格拉底的渊源,以及他敏锐机智的大量格言与言行录。

← 上一节下一节 →

Ἀντισθένης Ἀντισθένους Ἀθηναῖος. ἐλέγετο δʼ οὐκ εἶναι ἰθαγενής· ὅθεν καὶ πρὸς τὸν ὀνειδίζοντα εἰπεῖν, καὶ ἡ μήτηρ τῶν θεῶν Φρυγία ἐστίν. ἐδόκει γὰρ εἶναι Θρᾴττης μητρός· ὅθεν καὶ ἐν Τανάγρᾳ κατὰ τὴν μάχην εὐδοκιμήσας ἔδωκε λέγειν Σωκράτει ὡς οὐκ ἂν ἐκ δυοῖν Ἀθηναίων οὕτω γεγόνοι γενναῖος1. καὶ αὐτὸς δὲ τοὺς Ἀθηναίους ἐπὶ τῷ γηγενεῖς εἶναι σεμνυνομένους ἐκφαυλίζων ἔλεγε μηδὲν εἶναι κοχλιῶν καὶ ἀττελέβων εὐγενεστέρους. Οὗτος κατʼ ἀρχὰς μὲν ἤκουσε Γοργίου τοῦ ῥήτορος· ὅθεν τὸ ῥητορικὸν εἶδος ἐν τοῖς διαλόγοις ἐπιφέρει καὶ μάλιστα ἐν τῇ Ἀληθείᾳ καὶ τοῖς Προτρεπτικοῖς.

安提斯泰尼是雅典人安提斯泰尼之子。然而据说他并非纯正血统的公民;因此,面对辱骂他这一点的人,他说: “连诸神之母也是弗里吉亚人。” 因为他被认为是由一位色雷斯母亲所生;因此,当他在塔纳格拉战役中立下卓著战功时,使得苏格拉底说出:若双亲皆为雅典人,他绝不会成为如此高贵的人。他自己亦蔑视那些因本土所生[土著]而自夸的雅典人,称他们“丝毫不比蜗牛和蝗虫更高贵”。 起初他听从修辞学家高尔吉亚讲学;因此他将修辞学的体裁引入自己的对话录中,尤其是在《真理篇》和《劝导篇》中。

φησὶ δʼ Ἕρμιππος ὅτι προείλετο ἐν τῇ τῶν Ἰσθμίων πανηγύρει ψέξαι τε καὶ ἐπαινέσαι Ἀθηναίους, Θηβαίους, Λακεδαιμονίους· εἶτα μέντοι παραιτήσασθαι ἰδόντα πλείους ἐκ τῶν πόλεων ἀφιγμένους. Ὕστερον δὲ παρέβαλε Σωκράτει, καὶ τοσοῦτον ὤνατο αὐτοῦ, ὥστε παρῄνει τοῖς μαθηταῖς γενέσθαι αὐτῷ πρὸς Σωκράτην συμμαθητάς. οἰκῶν τʼ ἐν Πειραιεῖ καθʼ ἑκάστην ἡμέραν τοὺς τετταράκοντα σταδίους ἀνιὼν ἤκουε Σωκράτους, παρʼ οὗ καὶ τὸ καρτερικὸν λαβὼν καὶ τὸ ἀπαθὲς ζηλώσας κατῆρξε πρῶτος τοῦ κυνισμοῦ. καὶ ὅτι ὁ πόνος ἀγαθὸν συνέστησε διὰ τοῦ μεγάλου Ἡρακλέους καὶ τοῦ Κύρου, τὸ μὲν ἀπὸ τῶν Ἑλλήνων, τὸ δὲ ἀπὸ τῶν βαρβάρων ἑλκύσας.

赫尔米普斯说,他曾打算在伊斯特米亚竞技会的集会上谴责并赞扬雅典人、底比斯人和拉刻代蒙人;但随后,看到来自这些城邦的人大多抵达,便打消了这个念头。 后来他归附于苏格拉底,并从他那里获益极深,以至于劝告自己的门徒前去苏格拉底那里,与自己一同成为同学。他住在比雷埃夫斯,每天走完四十斯塔狄昂的路程进城去听苏格拉底讲学;他从苏格拉底那里领受了坚韧,并效法其不为情欲所动的境界,首先开创了犬儒学派。他借着伟大的赫拉克勒斯与居鲁士确立了劳苦乃是一件善事,前者取自希腊人,后者取自蛮族。

Πρῶτός τε ὡρίσατο λόγον εἰπών, λόγος ἐστὶν ὁ τὸ τί ἦν ἢ ἔστι δηλῶν. ἔλεγέ τε συνεχές, μανείην μᾶλλον ἢ ἡσθείην· καὶ χρὴ τοιαύταις πλησιάζειν γυναιξὶν αἳ χάριν εἴσονται. πρός τε τὸ Ποντικὸν μειράκιον μέλλον φοιτᾶν αὐτῷ καὶ πυθόμενον τίνων αὐτῷ δεῖ, φησί, βιβλιαρίου καινοῦ καὶ γραφείου καινοῦ καὶ πινακιδίου καινοῦ, τὸν νοῦν παρεμφαίνων2. πρὸς δὲ τὸν ἐρόμενον ποδαπὴν γήμαι, ἔφη, ἂν μὲν καλήν, ἕξεις κοινήν, ἂν δὲ αἰσχράν, ἕξεις ποινήν. ἀκούσας ποτὲ ὅτι Πλάτων αὐτὸν κακῶς λέγει, βασιλικόν, ἔφη, καλῶς ποιοῦντα κακῶς ἀκούειν.

他也是第一个为定义下规定的人,他说: “定义乃是揭示事物曾经是什么或现在是什么的言辞。” 他不断地说: “我宁可发疯,也不愿感受快乐;”以及: “应当与懂得感激的女子相交往。” 对一位打算拜他为师并询问需要何物的本都青年,他说: “需要崭新的小册子、崭新的铁笔和崭新的写字板,”以此暗指需要心智。对询问应当娶何种女子的男子,他说: “若娶美貌者,便为众人共有;若娶丑陋者,便成自身之刑罚。” 有一次听到柏拉图在说他的坏话,他说: “行善事而遭恶评, 实乃王者之风。”

Μυούμενός ποτε τὰ Ὀρφικά, τοῦ ἱερέως εἰπόντος ὅτι οἱ ταῦτα μυούμενοι πολλῶν ἐν ᾅδου ἀγαθῶν μετίσχουσι, τί οὖν, ἔφη, οὐκ ἀποθνήσκεις; ὀνειδιζόμενός ποτε ὡς οὐκ εἴη ἐκ δύο ἐλευθέρων, οὐδὲ γὰρ ἐκ δύο, ἔφη, παλαιστικῶν, ἀλλὰ παλαιστικός εἰμι. ἐρωτώμενος διὰ τί ὀλίγους ἔχει μαθητάς, ἔφη, ὅτι ἀργυρέᾳ αὐτοὺς ἐκβάλλω ῥάβδῳ. ἐρωτηθεὶς διὰ τί πικρῶς τοῖς μαθηταῖς ἐπιπλήττει, καὶ οἱ ἰατροί, φησί, τοῖς κάμνουσιν. ἰδών ποτε μοιχὸν φεύγοντα, ὦ δυστυχής, εἶπε, πηλίκον κίνδυνον ὀβολοῦ διαφυγεῖν ἴσχυες. κρεῖττον ἔλεγε, καθά φησιν Ἑκάτων ἐν ταῖς Χρείαις, εἰς κόρακας ἢ εἰς κόλακας ἐμπεσεῖν· οἱ μὲν γὰρ νεκρούς, οἱ δὲ ζῶντας ἐσθίουσιν.

有一次他加入奥菲斯秘仪时,祭司说入此秘仪者在冥府中将享有诸多福祉,他便说: “那么你为何 还不去死呢?” 有一次他因双亲并非皆为自由人而遭侮辱,他说: “我亦非由两位摔跤手所生, 但我却是个摔跤手。” 被问及为何门徒寥寥时,他说: “因为我用银杖将他们赶跑了。” 被问及为何严厉责备门徒时,他说: “医生对病人 亦是如此。” 有一次他看见一个奸夫正在逃跑,便说: “可怜的人啊, 你本可以用一奥波尔避开多大的危险啊!” 正如赫卡同在《奇闻轶事录》中所述,他常说落入乌鸦之中胜过落入谄媚者之手;因为乌鸦啄食死者,而谄媚者吞噬活人。

Ἐρωτηθεὶς τί μακαριώτατον ἐν ἀνθρώποις, ἔφη, τὸ εὐτυχοῦντα ἀποθανεῖν. γνωρίμου ποτὲ πρὸς αὐτὸν ἀποδυρομένου ὡς εἴη τὰ ὑπομνήματα ἀπολωλεκώς, ἔδει γάρ, ἔφη, ἐν τῇ ψυχῇ αὐτὰ καὶ μὴ ἐν τοῖς χαρτίοις καταγράφειν. ὥσπερ ὑπὸ τοῦ ἰοῦ τὸν σίδηρον, οὕτως ἔλεγε τοὺς φθονεροὺς ὑπὸ τοῦ ἰδίου ἤθους κατεσθίεσθαι. τοὺς βουλομένους ἀθανάτους εἶναι ἔφη δεῖν εὐσεβῶς καὶ δικαίως ζῆν. τότʼ ἔφη τὰς πόλεις ἀπόλλυσθαι, ὅταν μὴ δύνωνται τοὺς φαύλους ἀπὸ τῶν σπουδαίων διακρίνειν. ἐπαινούμενός ποτε ὑπὸ πονηρῶν, ἔφη, ἀγωνιῶ μή τι κακὸν εἴργασμαι.

被问及世人何者最为幸福时,他说: “在幸运中死去。” 有一次一位熟人向他哀叹自己遗失了笔记,他说: “你本该将它们刻录在心灵中,而非写在纸片上。” 他说,正如铁被锈蚀一样,嫉妒者亦被其自身的秉性所吞噬。他说,期望不朽者必须虔敬且公正地活着。他说,城邦在无法区分恶人与贤人之时便告灭亡。有一次受到恶人的称赞,他说: “我深恐自己做错了什么事。”

Ὁμονοούντων ἀδελφῶν συμβίωσιν παντὸς ἔφη τείχους ἰσχυροτέραν εἶναι. τοιαῦτʼ ἔφη δεῖν ποιεῖσθαι ἐφόδια ἃ καὶ ναυαγήσαντι συγκολυμβήσει. ὀνειδιζόμενός ποτʼ ἐπὶ τῷ πονηροῖς συγγενέσθαι, καὶ οἱ ἰατροί, φησί, μετὰ τῶν νοσούντων εἰσίν, ἀλλʼ οὐ πυρέττουσιν. ἄτοπον ἔφη τοῦ μὲν σίτου τὰς αἴρας ἐκλέγειν καὶ ἐν τῷ πολέμῳ τοὺς ἀχρείους, ἐν δὲ πολιτείᾳ τοὺς πονηροὺς μὴ παραιτεῖσθαι. ἐρωτηθεὶς τί αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη, τὸ δύνασθαι ἑαυτῷ ὁμιλεῖν. εἰπόντος αὐτῷ τινος παρὰ πότον, ᾆσον, σὺ δέ μοι, φησίν, αὔλησον. Διογένει χιτῶνα αἰτοῦντι πτύξαι προσέταξε θοιμάτιον3.

他说,同心协力的兄弟共居,比任何城墙都要坚固。他说,应当备办在遭遇海难时亦能与之同游的行资。有一次因与恶人交往而遭非难,他说: “医生亦 与病人同在,但他们自己并不发烧。” 他说,人们将毒麦从麦子中拣出,在战争中亦剔除无用之人,但在治理城邦时却不摈弃恶人,实乃荒谬至极。被问及从哲学中得到了什么,他说: “能够与自己对话。” 酒席上有人对他说:“唱支歌吧,”他答道:“那你便为我吹笛吧。” 当狄奥根尼向他求取一件衬衣时,他吩咐他将外衣折叠成两重。

语法注3 条
  1. 6.1.1ἔδωκε λέγειν Σωκράτει ὡς οὐκ ἂν ἐκ δυοῖν Ἀθηναίων οὕτω γεγόνοι γενναῖος

    由 ὡς 引导的间接引语从句中,ἄν 搭配过去时祈愿语气(γεγόνοι),代表了直接引语中的过去与事实相反的假定(οὐκ ἂν ... ἐγένετο)。整句 ἔδωκε λέγειν 意为“提供了让苏格拉底说出……的机会”。

  2. 6.1.3βιβλιαρίου καινοῦ καὶ γραφείου καινοῦ καὶ πινακιδίου καινοῦ, τὸν νοῦν παρεμφαίνων

    此处利用了 καινοῦ(“崭新的”,属格)与 καὶ νοῦ(“以及知性/心智”)之间的同音双关。分词短语 τὸν νοῦν παρεμφαίνων(“暗指知性/心智”)指明了他并非单纯索要文具,而是借双关语暗示该青年缺乏“心智(νοῦς)”。

  3. 6.1.6πτύξαι προσέταξε θοιμάτιον

    θοιμάτιον 是 τὸ ἱμάτιον 的合音(crasis)。不定式 πτύξαι(“折叠”)的逻辑主语是由 προσέταξε 所支配的与格 Διογένει。将外衣(ἱμάτιον)折成两层来代替穿内衣(χιτών),被认为是犬儒学派特有的“双层斗篷(diplois)”着装传统的由来。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:6.1.1-6.1.6