- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:5.6.90-5.6.94
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-26
记述了赫拉克利德斯伪造升神与神谕的阴谋被揭穿及其中风暴毙的经过,并叙述其伪作与抄袭轶事,最后列举了十四位同名赫拉克利德斯。
ἐγένετο δὲ πάντα. καὶ μεταξὺ παραπεμπόντων Ἡρακλείδην τῶν πολιτῶν καὶ εὐφημούντων, ὁ δράκων ἀκούσας τῆς ἐπιβοῆς ἐξέδυ τῶν ἱματίων καὶ διετάραξε τοὺς πλείστους. ὕστερον μέντοι ἐξεκαλύφθη πάντα καὶ ὤφθη Ἡρακλείδης οὐχ οἷος ἐδόκει, ἀλλʼ οἷος ἦν. Καὶ ἔστιν ἡμῶν εἰς αὐτὸν οὕτως ἔχον· "ἤθελες ἀνθρώποισι λιπεῖν φάτιν, Ἡρακλείδη, ὥς ῥα θανὼν ἐγένου ζωὸς ἅπασι δράκων. ἀλλὰ διεψεύσθης, σεσοφισμένε· δὴ γὰρ ὁ μὲν θὴρ ἦε δράκων, σὺ δὲ θήρ, οὐ σοφὸς ὤν, ἑάλως1." ταῦτα δέ φησι καὶ Ἱππόβοτος.
而这一切都发生了。但在公民们护送赫拉克利德斯并齐声欢呼之际,那条蛇听到了喧哗声,从衣物中爬了出来,使众人大多陷入混乱。然而,事后一切都被揭穿,人们所见到的赫拉克利德斯不再是他原先所显出的模样,而是他真实的样子。 我们为他所作的诗是这样写的: “赫拉克利德斯啊,你曾想在世人中留下传闻, 说你在死后化作了一条活生生的蛇降临于所有人面前。 但你被蒙骗了,自命聪明的人;因为那走兽固然是 一条蛇,而你却并非智者,反作为走兽而被识破了。” 希波波托斯亦记述了此事。
Ἕρμιππος δὲ λιμοῦ κατασχόντος τὴν χώραν φησὶν αἰτεῖν τοὺς Ἡρακλεώτας τὴν Πυθίαν λύσιν. τὸν δὲ Ἡρακλείδην διαφθεῖραι χρήμασι τούς τε θεωροὺς καὶ τὴν προειρημένην, ὥστʼ ἀνειπεῖν ἀπαλλαγήσεσθαι τοῦ κακοῦ, εἰ ζῶν μὲν Ἡρακλείδης ὁ Εὐθύφρονος χρυσῷ στεφάνῳ στεφανωθείη πρὸς αὐτῶν, ἀποθανὼν δὲ ὡς ἥρως τιμῷτο2. ἐκομίσθη ὁ δῆθεν χρησμὸς καὶ οὐδὲν ὤναντο οἱ πλάσαντες αὐτόν. αὐτίκα γὰρ ἐν τῷ θεάτρῳ στεφανούμενος ὁ Ἡρακλείδης ἀπόπληκτος ἐγένετο, οἵ τε θεωροὶ καταλευσθέντες διεφθάρησαν. ἀλλὰ καὶ ἡ Πυθία τὴν αὐτὴν ὥραν κατιοῦσα ἐς τὸ ἄδυτον καὶ ἐπιστᾶσα ἑνὶ τῶν δρακόντων δηχθεῖσα παραχρῆμα ἀπέπνευσε. καὶ τὰ μὲν περὶ τὸν θάνατον αὐτοῦ τοσαῦτα.
然而赫尔米普斯说,当饥荒席卷国土时,赫拉克利亚人向皮提亚求取解厄之法。赫拉克利德斯用金钱收买了特使们和上述的女祭司,使她宣告说,若在欧堤弗隆之子赫拉克利德斯生前由他们授予金冠,并在死后作为英雄予以敬奉,便能摆脱这场灾祸。这道伪神谕被带了回去,但编造它的人却一无所获。因为立刻在剧场中接受冠冕时,赫拉克利德斯中风猝死,特使们亦被投石砸死。而且,皮提亚本人也在同一时辰走入内殿深处,踩到了一条蛇,被咬后随即气绝身亡。关于他死亡的事迹便止于此。
Φησὶ δʼ Ἀριστόξενος ὁ μουσικὸς καὶ τραγῳδίας αὐτὸν ποιεῖν καὶ Θέσπιδος αὐτὰς ἐπιγράφειν. Χαμαιλέων τε τὰ παρʼ ἑαυτοῦ φησι κλέψαντα αὐτὸν τὰ περὶ Ἡσιόδου καὶ Ὁμήρου γράψαι· ἀλλὰ καὶ Αὐτόδωρος ὁ Ἐπικούρειος ἐπιτιμᾷ αὐτῷ, τοῖς περὶ δικαιοσύνης ἀντιλέγων. ἔτι καὶ Διονύσιος ὁ Μεταθέμενος 〈ἢ Σπίνθαρος, ὡς ἔνιοι〉 γράψας τὸν Παρθενοπαῖον ἐπέγραψε Σοφοκλέους. ὁ δὲ πιστεύσας εἴς τι τῶν ἰδίων συγγραμμάτων ἐχρῆτο μαρτυρίοις ὡς Σοφοκλέους.
音乐家阿里斯托克塞诺斯亦说他曾创作悲剧,并署上忒斯庇斯的名字。查麦莱昂也说赫拉克利德斯剽窃了自己的材料来撰写《论赫西俄德与荷马》。此外,伊壁鸠鲁派的奥托多罗斯亦批评他,反驳其《论正义》。再者,“变节者”狄奥尼修斯(或如某些人所说是斯宾塔罗斯)写了《帕耳忒诺派俄斯》一剧,却署上了索福克勒斯之名。赫拉克利德斯信以为真,便在自己的一部论著中将其作为索福克勒斯之作加以引用。
αἰσθόμενος δʼ ὁ Διονύσιος ἐμήνυσεν αὐτῷ τὸ γεγονός· τοῦ δʼ ἀρνουμένου καὶ ἀπιστοῦντος ἐπέστειλεν ἰδεῖν τὴν παραστιχίδα· καὶ εἶχε Πάγκαλος3. οὗτος δʼ ἦν ἐρώμενος Διονυσίου· ὡς δʼ ἔτι ἀπιστῶν ἔλεγε κατὰ τὴν τύχην ἐνδέχεσθαι οὕτως ἔχειν, πάλιν ἀντεπέστειλεν ὁ Διονύσιος ὅτι καὶ ταῦτα εὑρήσεις· "Α. γέρων πίθηκος οὐχ ἁλίσκεται πάγῃ· Β. ἁλίσκεται μέν, μετὰ χρόνον δʼ ἁλίσκεται." καὶ πρὸς τούτοις· Ἡρακλείδης γράμματα οὐκ ἐπίσταται οὐδʼ ᾐσχύνθη. Γεγόνασι δʼ Ἡρακλεῖδαι τεσσαρεσκαίδεκα· πρῶτος αὐτὸς οὗτος· δεύτερος πολίτης αὐτοῦ, πυρρίχας
狄奥尼修斯发觉后,便将真相告知了他;但在赫拉克利德斯否认且不肯相信时,他送信让他查看藏头诗;那里拼出的正是“潘卡罗斯”。此人乃是狄奥尼修斯的心爱青年。当赫拉克利德斯仍不相信,声称这种情况完全可能是碰巧出现的时,狄奥尼修斯再次回信说: 你还将找到这些句子: “甲:老猴子不会落入圈套。 乙:落固然会落入,不过要过些时日才落入。” 此外还有: “赫拉克利德斯不识文字,亦不觉羞耻。” 共有十四位名为赫拉克利德斯的人:第一位就是他本人;第二位是他的同邦人,曾撰写皮里克舞诗
καὶ φλυαρίας συντεταγμένος· τρίτος Κυμαῖος, γεγραφὼς Περσικὰ ἐν πέντε βιβλίοις· τέταρτος Κυμαῖος, ῥήτωρ τέχνας γεγραφώς· πέμπτος Καλλατιανὸς ἢ Ἀλεξανδρεύς, γεγραφὼς τὴν Διαδοχὴν ἐν ἓξ βιβλίοις καὶ Λεμβευτικὸν λόγον, ὅθεν καὶ Λέμβος ἐκαλεῖτο· ἕκτος Ἀλεξανδρεύς, γεγραφὼς τὰ Περσικὰ ἰδιώματα· ἕβδομος διαλεκτικὸς Βαργυληΐτης, κατʼ Ἐπικούρου γεγραφώς· ὄγδοος ἰατρὸς τῶν ἀπὸ Ἱκεσίου· ἔνατος ἰατρὸς Ταραντῖνος, ἐμπειρικός· δέκατος ποιητικός, παραινέσεις γεγραφώς· ἑνδέκατος ἀνδριαντοποιὸς Φωκαεύς· δωδέκατος ἐπιγραμμάτων ποιητὴς λιγυρός· τρισκαιδέκατος Μάγνης, Μιθραδατικὰ γεγραφώς· τεσσαρεσκαι δέκατος ἀστρολογούμενα συγγεγραφώς.
与诙谐之作;第三位是客麦人,著有五卷本《波斯史》;第四位是客麦人,撰写修辞术专著的修辞学家;第五位是卡拉提斯人或亚历山大人,著有六卷本《师承录》及《论小舟》,因而亦被称为“伦博斯”;第六位是亚历山大人,撰写《波斯奇俗》;第七位是巴尔古利亚的辩证学家,著有反驳伊壁鸠鲁之作;第八位是希克西奥斯学派的医生;第九位是塔兰托的经验派医生;第十位是诗人,写过劝诫诗;第十一位是福西亚的雕塑家;第十二位是优雅的铭词诗人;第十三位是马格内西亚人,著有《米特拉达梯史》;第十四位是占星论著的撰写者。
- 5.6.90οὐ σοφὸς ὤν, ἑάλως
分词 ὤν 作让步或伴随表述(“并非智者”),名词 θήρ 则作主动词 ἑάλως(ἁλίσκομαι 的主动形式、被动意义第二人称单数不定过去时直陈式)的主语补足语(“作为走兽而被识破/捕获”)。该句与前句 θὴρ ἦε δράκων(“走兽固然是蛇”)形成对应与双关讽刺,揭示自命智谋的赫拉克利德斯最终反被当作走兽识破。
- 5.6.91ὥστʼ ἀνειπεῖν ἀπαλλαγήσεσθαι τοῦ κακοῦ, εἰ ζῶν μὲν Ἡρακλείδης... στεφανωθείη... τιμῷτο
引导结果从句的 ὥστε 接不定词 ἀνειπεῖν,后者再统领包含未来不定词 ἀπαλλαγήσεσθαι 的间接引语及其条件句 εἰ... στεφανωθείη... τιμῷτο。在此结构中,由于主句为历史时态,原本条件句中的动词转为间接引语中的祈愿语气,表示若赫拉克利德斯生前受冠、死后享英雄礼遇,城邦即可免除灾祸。
- 5.6.93τὴν παραστιχίδα· καὶ εἶχε Πάγκαλος
名词 παραστιχίς 指藏头诗(各行行首字母组成的文字)。εἶχε 的主语指该藏头诗或诗行结构,意为“(它所构成的)正是‘潘卡罗斯’”。专有名词 Πάγκαλος 在此作为藏头拼出的词句被直接引述。
