- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:5.6.86-5.6.89
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-26
记述了本都的赫拉克利德斯的出身、师承、外貌与奢华做派,并列举了他在伦理学、自然学、文法、音乐、修辞学和历史等领域丰富的对话录著作目录。最后提及他的文风、解放祖国的功绩以及企图神化自身死亡的轶事。
Ἡρακλείδης Εὐθύφρονος Ἡρακλεώτης τοῦ Πόντου, ἀνὴρ πλούσιος. Ἀθήνησι δὲ παρέβαλε πρῶτον μὲν Σπευσίππῳ· ἀλλὰ καὶ τῶν Πυθαγορείων διήκουσε καὶ τὰ Πλάτωνος ἐζηλώκει· καὶ ὕστερον ἤκουσεν Ἀριστοτέλους, ὥς φησι Σωτίων ἐν Διαδοχαῖς. οὗτος ἐσθῆτί τε μαλακῇ ἐχρῆτο καὶ ὑπέρογκος ἦν τὸ σῶμα, ὥστʼ αὐτὸν ὑπὸ τῶν Ἀττικῶν μὴ Ποντικὸν ἀλλὰ Πομπικὸν καλεῖσθαι. πρᾷός τʼ ἦν τὸ βλέμμα1 καὶ σεμνός. φέρεται δʼ αὐτοῦ συγγράμματα κάλλιστά τε καὶ ἄριστα· διάλογοι, ὧν ἠθικὰ μὲν Περὶ δικαιοσύνης γ′. Ἓν δὲ περὶ σωφροσύνης Περί τʼ εὐσεβείας ε′ καὶ Περὶ ἀνδρείας α′. Κοινῶς τε περὶ ἀρετῆς α′ καὶ ἄλλο. Περὶ εὐδαιμονίας α′.
欧堤弗隆之子赫拉克利德斯是本都的赫拉克利亚人,家境富裕。在雅典,他最初依附于斯珀西波斯;但他亦听受毕达哥拉斯派的学说,景仰柏拉图的教义,后来又听讲于亚里士多德,如索提翁在《师承录》中所言。他穿着柔软的服饰,体躯硕大,以至于雅典人称他不是“本都人”,而是“好排场者”。他的目光温和而庄重。流传下来的他的著作极为优美且卓越,皆为对话录,其中伦理类的有: 《论正义》三卷;《论节制》一卷;《论虔敬》五卷;《论勇敢》一卷;通论《论德性》一卷及另一篇;《论幸福》一卷;
Περὶ τῆς ἀρχῆς α′ καὶ Νόμων α′ καὶ τῶν συγγενῶν τούτοις. Περὶ ὀνομάτων α′. Συνθῆκαι α′. Ἀκούσιος α′. Ἐρωτικὸς καὶ Κλεινίας α′. Φυσικὰ δὲ Περὶ νοῦ. Περὶ ψυχῆς καὶ κατʼ ἰδίαν περὶ ψυχῆς καὶ Περὶ φύσεως καὶ Περὶ εἰδώλων. Πρὸς Δημόκριτον. Περὶ τῶν ἐν οὐρανῷ α′. Περὶ τῶν ἐν ᾅδου. Περὶ βίων α′ β′. Αἰτίαι περὶ νόσων α′. Περὶ τἀγαθοῦ α′. Πρὸς τὰ Ζήνωνος α′. Πρὸς τὰ Μήτρωνος α′. Γραμματικὰ δὲ Περὶ τῆς Ὁμήρου καὶ Ἡσιόδου ἡλικίας α′ β′. Περὶ Ἀρχιλόχου καὶ Ὁμήρου α′ β′. Καὶ μουσικὰ δὲ Περὶ τῶν παρʼ Εὐριπίδῃ καὶ Σοφοκλεῖ α′ β′ γ′. Περὶ μουσικῆς α′ β′.
《论统治》一卷;《论法律》一卷及其同类诸篇;《论名称》一卷;《契约》一卷;《无意之事》一卷;《论爱欲与克勒尼阿斯》一卷。 自然类的有: 《论智性》;《论灵魂》及专篇《论灵魂》;《论自然》;《论影像》;《驳德谟克利特》;《论天象》一卷;《论冥府之事》;《论生活》二卷;《论疾病的起因》一卷;《论善》一卷;《驳芝诺之说》一卷;《驳梅特龙》一卷。 文法类的有: 《论荷马与赫西俄德的年代》二卷;《论阿基罗库斯与荷马》二卷。 音乐类的有: 《论欧里庇得斯与索福克勒斯作品中的诸事》三卷;《论音乐》二卷;
Λύσεων Ὁμηρικῶν α′ β′. Θεωρηματικὸν α′. Περὶ τῶν τριῶν τραγῳδοποιῶν α′. Χαρακτῆρες α′. Περὶ ποιητικῆς καὶ τῶν ποιητῶν α′. Περὶ στοχασμοῦ α′. Προοπτικὸν α′. Ἡρακλείτου ἐξηγήσεις δ′. Πρὸς τὸν Δημόκριτον ἐξηγήσεις α′. Λύσεων ἐριστικῶν α′ β′. Ἀξίωμα α′. Περὶ εἰδῶν α′. Λύσεις α′. Ὑποθῆκαι α′. Πρὸς Διονύσιον α′. Ῥητορικὰ δὲ Περὶ τοῦ ῥητορεύειν ἢ Πρωταγόρας. Ἱστορικά· Περὶ τῶν Πυθαγορείων καὶ Περὶ εὑρημάτων. Τούτων τὰ μὲν κωμικῶς πέπλακεν, ὡς τὸ Περὶ ἡδονῆς καὶ Περὶ σωφροσύνης· τὰ δὲ τραγικῶς, ὡς τὸ Περὶ τῶν καθʼ ᾅδην καὶ τὸ Περὶ εὐσεβείας καὶ τὸ Περὶ ἐξουσίας.
《荷马问题释疑》二卷;《理论考》一卷;《论三位悲剧诗人》一卷;《品格论》一卷;《论诗艺及诗人》一卷;《论推测》一卷;《透视学》一卷;《赫拉克利特注》四卷;《反驳德谟克利特注》一卷;《论辩释疑》二卷;《公理》一卷;《论形式》一卷;《释疑集》一卷;《训诫》一卷;《致狄奥尼修斯》一卷。 修辞类的有: 《论修辞术,或普罗泰戈拉》。 历史类的有: 《论毕达哥拉斯派》;《论发现》。 在这些作品中,有些是以喜剧风格构思的,如《论快乐》与《论节制》;另一些则是以悲剧风格构思的,如《论冥府之事》、《论虔敬》与《论权柄》。
Ἔστι δʼ αὐτῷ καὶ μεσότης τις ὁμιλητικὴ φιλοσόφων τε καὶ στρατηγικῶν καὶ πολιτικῶν ἀνδρῶν πρὸς ἀλλήλους διαλεγομένων. ἀλλὰ καὶ γεωμετρικά ἐστιν αὐτοῦ καὶ διαλεκτικά. ἄλλως τʼ ἐν ἅπασι ποικίλος τε καὶ διηρμένος τὴν λέξιν2 ἐστὶ καὶ ψυχαγωγεῖν ἱκανῶς δυνάμενος. Δοκεῖ δὲ καὶ τὴν πατρίδα τυραννουμένην ἐλευθερῶσαι, τὸν μόναρχον κτείνας, ὥς φησι Δημήτριος ὁ Μάγνης ἐν Ὁμωνύμοις. ὃς καὶ τοιόνδε ἱστορεῖ περὶ αὐτοῦ· θρέψαι αὐτὸν δράκοντα ἐκ νέου καὶ αὐξηθέντα, ἐπειδὴ τελευτᾶν ἔμελλε, κελεῦσαί τινι τῶν πιστῶν αὑτοῦ τὸ σῶμα κατακρύψαι, τὸν δὲ δράκοντα ἐπὶ τῆς κλίνης θεῖναι3, ἵνα δόξειεν εἰς θεοὺς μεταβεβηκέναι.
他还具有一种适用于交谈的中庸文风,描绘哲学家、将领与政治家们相互对话。此外他亦有几何学和辩证法方面的论著。总的来说,他在所有著作中措辞多变且崇高,极能引人入胜。 他似乎还曾通过杀死独裁者而解放了受僭主统治的祖国,正如马格内西亚的德米特里厄斯在《同名者考》中所说。德米特里厄斯关于他亦记载了如下传闻: 他自幼豢养了一条蛇,待其长大后,在自己临终之际,命其一亲信将自己的尸身藏匿起来,而将那条蛇置于卧榻之上,以便让人以为他已升入了神界。
- 5.6.86ὑπέρογκος ἦν τὸ σῶμα ... πρᾷός τʼ ἦν τὸ βλέμμα
名词宾格 τὸ σῶμα(体躯)与 τὸ βλέμμα(目光)均为关系宾格(限制宾格),分别限定形容词 ὑπέρογκος(硕大的)与 πρᾷος(温和的)所适用的方面与范围。
- 5.6.89διηρμένος τὴν λέξιν
宾格名词 τὴν λέξιν(在措辞/文体上)作为关系宾格,修饰完成时被动分词 διηρμένος(升高的、高扬的),在文体论上指“措辞崇高、文辞高雅”。
- 5.6.89θρέψαι αὐτὸν δράκοντα ἐκ νέου καὶ αὐξηθέντα, ἐπειδὴ τελευτᾶν ἔμελλε, κελεῦσαί τινι τῶν πιστῶν αὑτοῦ τὸ σῶμα κατακρύψαι, τὸν δὲ δράκοντα ἐπὶ τῆς κλίνης θεῖναι
由前句的 ἱστορεῖ(记载)引出的间接引语宾格加不定式结构。不定式 θρέψαι(豢养)与 κελεῦσαι(命令)的主语是代词宾格 αὐτόν(他)。受 κελεῦσαι 支配的下属不定式为 κατακρύψαι(藏匿)与 θεῖναι(放置),其动作主体为与格 τινὶ τῶν πιστῶν αὑτοῦ(其亲信中的一人)。分词 αὐξηθέντα 修饰宾格 δράκοντα(蛇)。
