- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:5.5.81-5.5.85
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-26
本节继续列举法勒鲁姆的德米特里乌斯的著作篇目,并记述其文风特点与名言轶事,最后依次列举了历史上二十位同名的著名德米特里乌斯。
Περὶ Ἰλιάδος α′ β′. Περὶ Ὀδυσσείας α′ β′ γ′ δ′. Πτολεμαῖος α′. Ἐρωτικὸς α′. Φαιδώνδας α′. Μαίδων α′. Κλέων α′. Σωκράτης α′. Ἀρταξέρξης α′. Ὁμηρικὸς α′. Ἀριστείδης α′. Ἀριστόμαχος α′. Προτρεπτικὸς α′. Ὑπὲρ τῆς πολιτείας α′. Περὶ τῆς δεκαετίας α′. Περὶ τῶν Ἰώνων α′. Πρεσβευτικὸς α′. Περὶ πίστεως α′. Περὶ χάριτος α′. Περὶ τύχης α′. Περὶ μεγαλοψυχίας α′. Περὶ γάμου α′. Περὶ τοῦ δοκοῦ α′. Περὶ εἰρήνης α′. Περὶ νόμων α′. Περὶ ἐπιτηδευμάτων α′. Περὶ καιροῦ α′. Διονύσιος α′. Χαλκιδικὸς α′. Ἀθηναίων καταδρομὴ α′. Περὶ Ἀντιφάνους α′. Προοίμιον ἱστορικὸν α′. Ἐπιστολαὶ α′. Ἐκκλησία ἔνορκος α′. Περὶ γήρως α′. Δίκαια α′. Αἰσωπείων α′. Χρειῶν α′.
《论伊利亚特》二卷;《论奥德赛》四卷;《托勒密》一卷;《论恋爱》一卷;《斐冬达斯》一卷;《麦冬》一卷;《克勒翁》一卷;《苏格拉底》一卷;《阿尔塔薛西斯》一卷;《荷马论》一卷;《阿里斯忒得斯》一卷;《阿里斯托马库斯》一卷;《劝勉辞》一卷;《为政制辩护》一卷;《论十年执政》一卷;《论爱奥尼亚人》一卷;《使节辞》一卷;《论信任》一卷;《论感恩》一卷;《论运气》一卷;《论心胸宽宏》一卷;《论婚姻》一卷;《论大梁》一卷;《论和平》一卷;《论法律》一卷;《论生活习俗》一卷;《论时机》一卷;《狄奥尼修斯》一卷;《哈尔基斯论》一卷;《雅典人之侵袭》一卷;《论安提法尼斯》一卷;《历史引论》一卷;《书信集》一卷;《宣誓公民大会》一卷;《论衰老》一卷;《正义诸项》一卷;《伊索寓言》一卷;《言行录》一卷。
Χαρακτὴρ δὲ φιλόσοφος, εὐτονίᾳ ῥητορικῇ καὶ δυνάμει κεκραμένος. οὗτος ἀκούσας ὅτι τὰς εἰκόνας αὐτοῦ κατέστρεψαν Ἀθηναῖοι, ἀλλʼ οὐ τὴν ἀρετήν, ἔφη, διʼ ἣν ἐκείνας ἀνέστησαν. ἔλεγε μικρὸν μὲν εἶναι μέρος τὰς ὀφρῦς, ὅλῳ δʼ ἐπισκοτῆσαι τῷ βίῳ δύνασθαι. οὐ μόνον τὸν πλοῦτον ἔφη τυφλόν, ἀλλὰ καὶ τὴν ὁδηγοῦσαν αὐτὸν τύχην. ὅσον ἐν πολέμῳ δύνασθαι σίδηρον, τοσοῦτον ἐν πολιτείᾳ ἰσχύειν λόγον. ἰδών ποτε νεανίσκον ἄσωτον, ἰδού, ἔφη, τετράγωνος Ἑρμῆς ἔχων σύρμα, κοιλίαν, αἰδοῖον, πώγωνα1. τῶν τετυφωμένων ἀνδρῶν ἔφη τὸ μὲν ὕψος δεῖν περιαιρεῖν, τὸ δὲ φρόνημα καταλείπειν2. τοὺς νέους ἔφη δεῖν ἐπὶ μὲν τῆς οἰκίας τοὺς γονέας αἰδεῖσθαι, ἐν δὲ ταῖς ὁδοῖς τοὺς ἀπαντῶντας, ἐν δὲ ταῖς ἐρημίαις ἑαυτούς.
他的文风具有哲学气度,且与修辞的充沛劲力与气势相融合。当他听闻雅典人推倒了他的雕像时,便说道: “然而推不倒我的德行, 而正是因这德行,他们才树立起那些雕像的。” 他常说,眉毛虽只是身体的微小部分,却能令整个人生蒙受阴翳。他说不仅财富是盲目的,引领它的运气女神亦然。言辞在城邦中所具有的效力,正如铁在战争中所拥有的力量。有一次他看见一个放荡的青年,便说: “瞧啊, 一座拖着长袍、长着肚腹、阳具与胡须的四棱赫尔墨斯像。” 他认为对于那些狂妄自大之人,理当剥除其傲慢,却当保留其气概。他曾说青年人当在居所敬重父母,在街道上敬重相逢之人,在幽独中敬重自身。
τοὺς φίλους ἐπὶ μὲν τὰ ἀγαθὰ παρακαλουμένους ἀπιέναι, ἐπὶ δὲ τὰς συμφορὰς αὐτομάτους3. τοσαῦτα καὶ εἰς τοῦτον ἀναφέρεσθαι δοκεῖ. Γεγόνασι δὲ Δημήτριοι ἀξιόλογοι εἴκοσι· πρῶτος Χαλκηδόνιος, ῥήτωρ καὶ Θρασυμάχου πρεσβύτερος· δεύτερος αὐτὸς οὗτος· τρίτος Βυζάντιος, περιπατητικός· τέταρτος καλούμενος Γραφικὸς καὶ σαφὴς διηγήσασθαι· ἦν δὲ ὁ αὐτὸς καὶ ζωγράφος· πέμπτος Ἀσπένδιος, μαθητὴς Ἀπολλωνίου τοῦ Σολέως· ἕκτος Καλλατιανός, ὁ γεγραφὼς περὶ Ἀσίας καὶ Εὐρώπης εἴκοσι βίβλους· ἕβδομος Βυζάντιος, ἐν τρισκαίδεκα βιβλίοις γεγραφὼς τὴν Γαλατῶν διάβασιν ἐξ Εὐρώπης εἰς Ἀσίαν καὶ ἐν ἄλλοις ὀκτὼ τὰ περὶ Ἀντίοχον καὶ Πτολεμαῖον καὶ τὴν τῆς Λιβύης ὑπʼ αὐτῶν διοίκησιν·
去探望朋友,在顺境时应受邀而往,在逆境时则当不召自赴。归于他名下的言论大约便有如此之多。 历史上著名的德米特里乌斯共有二十人:第一位来自卡尔西顿,是一位比斯拉叙马库斯更为年长的修辞学家;第二位便是这位德米特里乌斯本人;第三位是拜占庭人,逍遥学派学者;第四位被称为“善于描摹者”,叙述明晰——此人同时也是位画家;第五位来自阿斯彭多斯,是索利的阿波罗尼乌斯的门徒;第六位来自卡拉提斯,撰写了关于亚洲与欧洲的二十卷著作;第七位是拜占庭人,用十三卷书描写了高卢人从欧洲渡海进入亚洲,又用另外八卷书描写了安条克与托勒密之事以及他们对利比亚的治理;
ὄγδοος ὁ διατρίψας ἐν Ἀλεξανδρείᾳ σοφιστής, τέχνας γεγραφὼς ῥητορικάς· ἔνατος Ἀδραμυττηνὸς γραμματικός, ἐπικληθεὶς Ἰξίων διὰ τὸ ἀδικῆσαί τι δοκεῖν περὶ τὴν Ἥραν· δέκατος Κυρηναῖος, γραμματικός, ὁ ἐπικληθεὶς Στάμνος, ἀνὴρ ἀξιόλογος· ἑνδέκατος Σκήψιος, πλούσιος καὶ εὐγενὴς ἄνθρωπος καὶ φιλόλογος ἄκρως· οὗτος καὶ Μητρόδωρον προεβίβασε τὸν πολίτην. δωδέκατος γραμματικὸς Ἐρυθραῖος, πολιτογραφηθεὶς ἐν τῇ Μνῷ· τρισκαιδέκατος Βιθυνὸς Διφίλου τοῦ στωϊκοῦ υἱός, μαθητὴς δὲ Παναιτίου τοῦ Ῥοδίου·
第八位是在亚历山大里亚讲学的智者,著有修辞学入门手册;第九位是阿德拉米提昂的文法学家,因被认为对赫拉女神有所不敬而得绰号“伊克西翁”;第十位是昔兰尼的文法学家,绰号“陶瓮”,是一位著名人士;第十一位来自斯刻普西斯,是一位富有、出身名门且极好文辞之人,他曾提携同邦人美特罗多洛;第十二位是埃律特莱的文法学者,入籍于姆诺阿;第十三位是比提尼亚人,斯多亚派学者狄菲罗斯之子,罗得岛的帕奈提乌斯的学生;
τεσσαρεσκαιδέκατος ῥήτωρ Σμυρναῖος. καὶ οὗτοι μὲν λογικοί. ποιηταὶ δὲ πρῶτος ἀρχαίαν κωμῳδίαν πεποιηκώς· δεύτερος ἐπῶν ποιητής, οὗ μόνα σώζεται πρὸς τοὺς φθονεροὺς εἰρημένα τάδε· "ζωὸν ἀτιμήσαντες ἀποφθίμενον ποθέουσι· καί ποθʼ ὑπὲρ τύμβοιο καὶ ἀπνόου εἰδώλοιο ἄστεα νεῖκος ἐπῆλθεν, ἔριν δʼ ἐστήσατο λαός." τρίτος Ταρσικὸς σατυρογράφος· τέταρτος ἰάμβους γεγραφώς, πικρὸς ἀνήρ· πέμπτος ἀνδριαντοποιός, οὗ μέμνηται Πολέμων· ἕκτος Ἐρυθραῖος, ποικιλογράφος ἄνθρωπος, ὃς καὶ ἱστορικὰ καὶ ῥητορικὰ πεποίηκε βιβλία.
第十四位是士麦那的修辞学家。以上这些人属于散文学者。诗人之中:第一位作过古喜剧;第二位是叙事诗人,其作品唯有针对嫉妒者所作的这几句流传下来: “他们贬损生者,却在人亡之后怀恋; 曾经为了坟茔与无生命的遗像, 城邦陷入争端,民众兴起争斗。” 第三位是塔尔苏斯的萨堤洛斯剧作家;第四位写过抑扬格诗,是个刻薄尖刻之人;第五位是雕塑家,波勒蒙曾提及他;第六位是埃律特莱人,一位博杂的著作家,曾撰写历史与修辞类的著作。
- 5.5.82τετράγωνος Ἑρμῆς ἔχων σύρμα, κοιλίαν, αἰδοῖον, πώγωνα
此句是对雅典街头典型的赫尔墨斯石柱雕像(仅雕出头部和男性生殖器的四棱柱石像)所作的嘲讽式比喻。德米特里乌斯将原本应为纯朴石柱的形象与拖着奢靡长袍(σύρμα)、大腹便便(κοιλίαν)、并长有生殖器和胡须的形态并列,用以讥刺放荡不羁、举止失度的年轻人。
- 5.5.82τῶν τετυφωμένων ἀνδρῶν ἔφη τὸ μὲν ὕψος δεῖν περιαιρεῖν, τὸ δὲ φρόνημα καταλείπειν
属格短语 τῶν τετυφωμένων ἀνδρῶν 是动词 περιαιρεῖν(剥夺、去除)所支配的离格/分离性属格,意为“从自负狂妄之人身上剥离”。句中的 ὕψος 指“外在的倨傲、虚骄”,而与其相对的 φρόνημα 则指“内在的气节、崇高精神”。
- 5.5.83τοὺς φίλους ἐπὶ μὲν τὰ ἀγαθὰ παρακαλουμένους ἀπιέναι, ἐπὶ δὲ τὰς συμφορὰς αὐτομάτους
此句是由省省的主动词(如前文的 ἔφη)所统摄的“宾格加不定词”间接引语结构。τοὺς φίλους 作为不定词 ἀπιέναι 的主语(“朋友们前往……”),其后分别由对偶的被动分词 παρακαλουμένους(“受邀时”)和述语性形容词 αὐτομάτους(“自发地、不召自来地”)进行修饰。
