← 第欧根尼·拉尔修

哲人言行录

§5.5.75-5.5.80

法勒鲁姆的德米特里乌斯的生平统治与著述

本段记述了法勒鲁姆的德米特里乌斯统治雅典十年的功绩、所获荣誉、遭受政敌毁像放逐的变故、流亡埃及以及被毒蛇咬死的身后之事,并列出了其卷帙浩繁的著述目录。

← 上一节下一节 →

Δημήτριος Φανοστράτου Φαληρεύς. οὗτος ἤκουσε μὲν Θεοφράστου· δημηγορῶν δὲ παρʼ Ἀθηναίοις τῆς πόλεως ἐξηγήσατο ἔτη δέκα, καὶ εἰκόνων ἠξιώθη χαλκῶν ἑξήκοντα πρὸς ταῖς τριακοσίαις, ὧν αἱ πλείους ἐφʼ ἵππων ἦσαν καὶ ἁρμάτων καὶ συνωρίδων, συντελεσθεῖσαι ἐν οὐδὲ τριακοσίαις ἡμέραις· τοσοῦτον ἐσπουδάσθη. ἄρξασθαι δʼ αὐτὸν τῆς πολιτείας φησὶ Δημήτριος ὁ Μάγνης ἐν τοῖς Ὁμωνύμοις, ὁπότε φυγὼν Ἀλέξανδρον εἰς Ἀθήνας ἧκεν Ἅρπαλος. πολλὰ δὲ καὶ κάλλιστα τῇ πατρίδι ἐπολιτεύσατο. καὶ γὰρ προσόδοις καὶ κατασκευαῖς ηὔξησε τὴν πόλιν, καίπερ οὐκ εὐγενὴς ὤν.

法勒鲁姆的法诺斯特拉图斯之子德米特里乌斯。此人曾师从泰奥弗拉斯托斯;他在雅典公民大会上演说,治理该城达十年之久,并荣获三百六十座青铜雕像,其中大部分是骑马像、战车像和双马挽车像,且在不到三百天之内便全部落成;人们对他的推崇竟至于此。马格内西亚的德米特里乌斯在《同名异人考》中说,他开始从政是在哈尔帕罗斯逃避亚历山大而来到雅典之时。他为祖国施行了许多极佳的治理举措;因为他虽然出身并不高贵,却在财政收入和公共建筑方面光大了城邦。

ἦν γὰρ ἐκ τῆς Κόνωνος οἰκίας, ὡς Φαβωρῖνος ἐν πρώτῳ τῶν Ἀπομνημονευμάτων φησίν, ἀλλʼ ἀστῇ καὶ εὐγενεῖ συνῴκει Λαμίᾳ τῇ ἐρωμένῃ, καθάπερ ὁ αὐτὸς ἐν τῷ πρώτῳ φησίν· ἀλλὰ καὶ ὑπὸ Κλέωνος πεπονθέναι ἐν τῷ δευτέρῳ ἱστορεῖ1. Δίδυμος δʼ ἐν Συμποσιακοῖς καὶ Χαριτοβλέφαρον καὶ Λαμπιτὼ καλεῖσθαι αὐτόν φησιν ἀπό τινος ἑταίρας. λέγεται δʼ ἀποβαλόντα αὐτὸν τὰς ὄψεις ἐν Ἀλεξανδρείᾳ, κομίσασθαι αὖθις παρὰ τοῦ Σαράπιδος· ὅθεν καὶ τοὺς παιᾶνας ποιῆσαι τοὺς μέχρι νῦν ᾀδομένους. Σφόδρα δὲ λαμπρὸς ὢν παρὰ τοῖς Ἀθηναίοις, ὅμως ἐπεσκοτήθη καὶ αὐτὸς ὑπὸ τοῦ τὰ πάντα διεσθίοντος φθόνου.

因为正如法沃里努斯在《回忆录》第一卷中所说,他是科农家奴仆出身;但他却与身为雅典公民且出身名门的爱妇拉米娅同居,正如同一作者在第一卷中所述;然而法沃里努斯在第二卷中亦记载,他曾承受克勒翁的嬖爱。狄迪穆斯在《宴饮对话》中说,人们还用某个交际花的名字称呼他为“媚眼儿”和“兰皮托”。据说他在亚历山大里亚失明,后来又蒙萨拉皮斯神之恩复明;因此他创作了流传至今仍被传唱的阿波罗赞歌。 他虽然在雅典人中极尽辉煌,但终究也未能幸免于那噬蚀一切的嫉妒的阴影笼罩。

ἐπιβουλευθεὶς γὰρ ὑπό τινων δίκην θανάτου οὐ παρὼν ὦφλεν. οὐ μὴν ἐκυρίευσαν τοῦ σώματος αὐτοῦ, ἀλλὰ τὸν ἰὸν ἀπήρυγον εἰς τὸν χαλκόν, κατασπάσαντες αὐτοῦ τὰς εἰκόνας καὶ τὰς μὲν ἀποδόμενοι, τὰς δὲ βυθίσαντες, τὰς δὲ κατακόψαντες εἰς ἀμίδας· λέγεται γὰρ καὶ τοῦτο. μία δὲ μόνη σώζεται ἐν ἀκροπόλει. Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῇ ἱστορίᾳ τοῦτο ποιῆσαι τοὺς Ἀθηναίους Δημητρίου κελεύσαντος τοῦ βασιλέως. ἀλλὰ καὶ τῷ ἔτει τῆς ἀρχῆς αὐτοῦ ἐπέγραψαν ἀνομίας2, ὡς Φαβωρῖνος.

因为他遭到某些人的阴谋陷害,在缺席审判中被判处死刑。然而他们未能捕获其人身,便将毒气倾泻在青铜像上,拉倒了他的雕像,有的变卖,有的沉入海底,有的则被切碎制成便壶;因为世人确有此说。唯有一尊雕像在卫城得以幸存。但法沃里努斯在《杂史》中说,雅典人这样做是奉了德米特里乌斯国王的命令。法沃里努斯还记载,雅典人甚至在他执政的那一年题刻上“不法之年”。

Φησὶ δʼ αὐτὸν Ἕρμιππος μετὰ τὸν Κασάνδρου θάνατον φοβηθέντα Ἀντίγονον παρὰ Πτολεμαῖον ἐλθεῖν τὸν Σωτῆρα· κἀκεῖ χρόνον ἱκανὸν διατρίβοντα συμβουλεύειν τῷ Πτολεμαίῳ πρὸς τοῖς ἄλλοις καὶ τὴν βασιλείαν τοῖς ἐξ Εὐρυδίκης περιθεῖναι παισί. τοῦ δὲ οὐ πεισθέντος, ἀλλὰ παραδόντος τὸ διάδημα τῷ ἐκ Βερενίκης, μετὰ τὴν ἐκείνου τελευτὴν ἀξιωθῆναι πρὸς τούτου παραφυλάττεσθαι ἐν τῇ χώρᾳ μέχρι τι δόξει περὶ αὐτοῦ. ἐνταῦθα ἀθυμότερον διῆγε· καί πως ὑπνώττων ὑπʼ ἀσπίδος τὴν χεῖρα δηχθεὶς τὸν βίον μεθῆκε. καὶ τέθαπται ἐν τῷ Βουσιρίτῃ νομῷ πλησίον Διοσπόλεως.

赫尔米普斯说,卡珊德死后,他因惧怕安提柯而投奔托勒密·索特尔;他在那里居留了相当长的时间,向托勒密提出的诸项建议中,包括将王位传给欧律狄刻所生之子。然而托勒密并未采纳,而是将王冠交给了贝勒尼基之子;待老王去世后,新王认为理当将他软禁在乡村看管,直至对其命运作出决断。他在那里过着郁郁寡欢的生活;后来在睡梦中不知何故被毒蛇咬伤手臂而身亡。他被安葬在布西里斯省的迪奥斯波利斯附近。

Καὶ αὐτῷ ἐπεγράψαμεν ἡμεῖς· "ἀνεῖλεν ἀσπὶς τὸν σοφὸν Δημήτριον ἰὸν ἔχουσα πολὺν ἄσμηκτον, οὐ στίλβουσα φῶς ἀπʼ ὀμμάτων, ἀλλʼ ἀΐδην μέλανα." Ἡρακλείδης δʼ ἐν τῇ ἐπιτομῇ τῶν Σωτίωνος Διαδοχῶν τῷ Φιλαδέλφῳ τὴν βασιλείαν θέλειν ἐκχωρῆσαι τὸν Πτολεμαῖον· τὸν δʼ ἀποτρέπειν3 φάσκοντα, ἂν ἄλλῳ δῷς, σὺ οὐχ ἕξεις. ὁπηνίκα δʼ ἐσυκοφαντεῖτο ἐν ταῖς Ἀθήναισ—μανθάνω γὰρ καὶ τοῦτο—Μένανδρος ὁ κωμικὸς παρʼ ὀλίγον ἦλθε κριθῆναι διʼ οὐδὲν ἄλλο ἢ ὅτι φίλος ἦν αὐτῷ· ἀλλʼ αὐτὸν παρῃτήσατο Τελεσφόρος ὁ ἀνεψιὸς τοῦ Δημητρίου.

我们也为他题写了诗篇: “聪慧的德米特里乌斯被一条毒蛇夺去性命, 它怀着浓烈而无法洗净的剧毒, 双目闪烁的并非光明, 而是漆黑的幽冥之府。” 赫拉克利得斯在索提翁《学派传承》的节本中记载,当托勒密意欲将王位让给费拉德尔福斯时,德米特里乌斯曾劝阻他道: “你若给了旁人,你自己便一无所有了。” 当他在雅典受到诬告中伤之时——我亦听闻此事——喜剧诗人墨南德几乎仅仅因为是他的朋友而被交付审判;但德米特里乌斯的侄子忒勒斯福洛斯为墨南德求情免除了危难。

Πλήθει δὲ βιβλίων καὶ ἀριθμῷ στίχων σχεδὸν ἅπαντας παρελήλακε τοὺς κατʼ αὐτὸν περιπατητικούς, εὐπαίδευτος ὢν καὶ πολύπειρος παρʼ ὁντινοῦν· ὧν ἐστι τὰ μὲν ἱστορικά, τὰ δὲ πολιτικά, τὰ δὲ περὶ ποιητῶν, τὰ δὲ ῥητορικά, δημηγοριῶν τε καὶ πρεσβειῶν, ἀλλὰ μὴν καὶ λόγων Αἰσωπείων συναγωγαὶ καὶ ἄλλα πλείω. ἔστι δὲ τὰ Περὶ τῆς Ἀθήνησι νομοθεσίας α′ β′ γ′ δ′ ε′. Περὶ τῶν Ἀθήνησι πολιτειῶν α′ β′. Περὶ δημαγωγίας α′ β′. Περὶ πολιτικῶν α′ β′. Περὶ νόμων α′. Περὶ ῥητορικῆς α′ β′. Στρατηγικῶν α′ β′.

在著述数量和诗行卷帙上,他几乎超越了当时所有的逍遥学派学者,他受过极好的教育,经验阅历比任何人都更为渊博。他的著述中有历史类的、政治类的、论诗人的、修辞学类的,还有公开发表之演说和出使辞令的汇编,以及伊索寓言集和许多其他作品。其中包括: 《论雅典立法》五卷;《论雅典政制》二卷;《论大众政治领导》二卷;《论政治学》二卷;《论法律》一卷;《论修辞学》二卷;《将道论》二卷。

语法注3 条
  1. 5.5.76ἀλλὰ καὶ ὑπὸ Κλέωνος πεπονθέναι ἐν τῷ δευτέρῳ ἱστορεῖ

    动词 πάσχω(不定式 πεπονθέναι)一般意为“遭受”或“经历”,但在古典希腊语的性关系语境中,常隐晦地表示“作为被动方、承受同性性行为”。鉴于上文刚提及他与拉米娅的男女关系,此处提及克勒翁时显然具有受宠、充当被动方的同性恋含义。

  2. 5.5.77τῷ ἔτει τῆς ἀρχῆς αὐτοῦ ἐπέγραψαν ἀνομίας

    名词 ἀνομίας(ἀνομία 的单数属格,“不法”)在动词 ἐπέγραψαν(题刻、标上)之后用作表示称谓、同格或罪名的属格,而非直接宾语。其句法结构意为雅典人在他的执政之年上题写了“不法”之名,即将其定名为“不法之年”。

  3. 5.5.79τῷ Φιλαδέλφῳ τὴν βασιλείαν θέλειν ἐκχωρῆσαι τὸν Πτολεμαῖον· τὸν δʼ ἀποτρέπειν

    此处连续出现带不定式的宾格结构(AcI),由前文引述动词所统领。前半句中 τὸν Πτολεμαῖον(托勒密一世)为不定式 θέλειν 的逻辑主语;后半句的 τὸν δʼ 则指代德米特里乌斯,作为 ἀποτρέπειν(劝阻)的主语,而被劝阻的对象(托勒密)在句中承前省略。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:5.5.75-5.5.80