- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:5.4.70-5.4.74
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-26
引述吕孔遗嘱的后半部分,详述了关于不动产、学园继承人推选、奴隶释放与抚养、遗物和著作分配以及葬礼的指令,最后以传记作者对其周密治产的赞赏作结。
τὰ δʼ ἐν ἄστει καὶ ἐν Αἰγίνῃ δίδωμι Λύκωνι διὰ τὸ καὶ τοὔνομα φέρειν ἡμῶν καὶ συνδιατετριφέναι πλείω χρόνον ἀρεστῶς πάνυ, καθάπερ δίκαιον ἦν τὸν υἱοῦ τάξιν ἐσχηκότα1. τὸν δὲ περίπατον καταλείπω τῶν γνωρίμων τοῖς βουλομένοις, Βούλωνι, Καλλίνῳ, Ἀρίστωνι, Ἀμφίωνι, Λύκωνι, Πύθωνι, Ἀριστομάχῳ, Ἡρακλείῳ, Λυκομήδει, Λύκωνι τῷ ἀδελφιδῷ. προστησάσθωσαν δʼ αὐτοὶ ὃν ἂν ὑπολαμβάνωσι διαμενεῖν ἐπὶ τοῦ πράγματος καὶ συναύξειν μάλιστα δυνήσεσθαι. συγκατασκευαζέτωσαν δὲ καὶ οἱ λοιποὶ γνώριμοι κἀμοῦ καὶ τοῦ τόπου χάριν. περὶ δὲ τῆς ἐκφορᾶς καὶ καύσεως ἐπιμεληθήτωσαν Βούλων καὶ Καλλῖνος μετὰ τῶν συνήθων, ὅπως μήτʼ ἀνελεύθερος γένηται μήτε περίεργος.
至于在城中及埃癸那的财产,我赠予吕孔,因为他与我们同名,且与我共处甚久、尽皆惬意,正如作为处于儿子地位的人所理应的那样。关于学园的林荫步道,我留给同窗中愿意接管的人:布隆、卡利努斯、阿里斯同、安菲翁、吕孔、皮同、阿里斯托马库斯、赫拉克利乌斯、吕科墨得斯,以及我的侄子吕孔。让他们自己推选出一位他们认为能坚守此事业并最有能力光大学园的人为主持者。其余的同窗亦当为我和这处学舍的缘故,共同予以维护。关于我的出殡与火葬,布隆和卡利努斯当与熟识之人共同照料,务使之既不至于寒酸,亦不流于铺张。
τῶν δʼ ἐν Αἰγίνῃ μοι γενομένων μοριῶν μετὰ τὴν ἐμὴν ἀπόλυσιν καταχωρισάτω Λύκων τοῖς νεανίσκοις εἰς ἐλαιοχρηστίαν, ὅπως κἀμοῦ καὶ τοῦ τιμήσαντος ἐμὲ μνήμη γένηται διὰ τῆς χρείας αὕτη ἡ προσήκουσα. καὶ ἀνδριάντα ἡμῶν ἀναθέτω· τὸν δὲ τόπον, ὅπως ἁρμόττων ᾖ τῆς καταστάσεως, ἐπιβλεψάτω καὶ συμπραγματευθήτω Διόφαντος καὶ Ἡρακλείδης Δημητρίου. ἀπὸ δὲ τῶν ἐν ἄστει Λύκων ἀποδότω πᾶσι παρʼ ὧν τι προείληφα μετὰ τὴν ἀποδημίαν τὴν ἐκείνου. παρεχέσθωσαν δὲ Βούλων καὶ Καλλῖνος καὶ ἃ ἂν εἰς τὴν ἐκφορὰν ἀναλωθῇ καὶ τἄλλα τὰ νομιζόμενα. κομισάσθωσαν δὲ ταῦτʼ ἀπὸ τῶν ἐν οἴκῳ κοινῇ καταλειπομένων ἀμφοτέροις2 ὑπʼ ἐμοῦ.
至于在埃癸那归我所有的份额,在我解脱弃世之后,吕孔当拨给青年人作为用油之需,以便通过此种用途,使我和厚待我的人都能得到相宜的纪念。又让他为我们立一尊雕像;至于安放雕像的适宜地点,狄奥凡图斯与德米特里乌斯之子赫拉克利得斯当予以勘察并共同襄办。吕孔当从城中的财产中,向在他离去之后我曾向其借贷的所有人偿还欠款。布隆与卡利努斯亦当垫付殡葬及其他惯例礼仪所需支出的一切款项;他们当从我共同留给两位兄弟的家乡财产中收回这些垫款。
τιμησάτωσαν δὲ καὶ τοὺς ἰατροὺς Πασίθεμιν καὶ Μηδίαν, ἀξίους ὄντας καὶ διὰ τὴν ἐπιμέλειαν τὴν περὶ ἐμὲ καὶ τὴν τέχνην καὶ μείζονος ἔτι τιμῆς. δίδωμι δὲ τῷ Καλλίνου παιδίῳ Θηρικλείων ζεῦγος, καὶ τῇ γυναικὶ αὐτοῦ Ῥοδιακῶν ζεῦγος, ψιλοτάπιδα, ἀμφίταπιν, περίστρωμα, προσκεφάλαια δύο τὰ βέλτιστα τῶν καταλειπομένων· ὡς ἂν ἐφʼ ὅσον ἀνήκει πρὸς τιμήν, καὶ τούτων φανῶμεν μὴ ἀμνήμονες ὄντες. περὶ δὲ τῶν θεραπευόντων ἐμαυτὸν οὕτως ἐξάγω· Δημητρίῳ μὲν ἐλευθέρῳ πάλαι ὄντι ἀφίημι τὰ λύτρα καὶ διδωμι πέντε μνᾶς καὶ ἱμάτιον καὶ χιτῶνα, ἵνα πολλὰ πεπονηκὼς μετʼ ἐμοῦ βίον εὐσχήμονα ἔχῃ. Κρίτωνι δὲ Χαλκηδονίῳ, καὶ τούτῳ τὰ λύτρα ἀφίημι καὶ δίδωμι τέτταρας μνᾶς. καὶ τὸν Μίκρον ἀφίημι ἐλεύθερον· καὶ θρεψάτω Λύκων αὐτὸν καὶ παιδευσάτω ἀπὸ τοῦ νῦν χρόνου ἓξ ἔτη.
他们亦当酬谢医师帕西特弥斯和梅迪亚斯,由于他们对我的照料及医术,他们甚至配得更大的酬劳。我赠予卡利努斯的幼子一对塞里克勒斯式陶杯,赠予其妻一对罗得斯式杯、一张平纹地毯、一张双面起毛地毯、一条床罩,以及所留之物中最好的两个枕头;以便就致敬而言,我们不至于显出遗忘了他们。关于侍奉我的人,我作如下处置:对早已是自由之身的德米特里乌斯,我免除其赎金,并赠予五米纳、一件外衣和一件束腰短衣,以便他在与我共同辛劳之后能过上体面的生活。对迦克墩人克里同,我亦免除其赎金并赠予四米纳。我又释放米克鲁斯为自由人;自此刻起吕孔当抚养他并教育他六年。
καὶ Χάρητα ἀφίημι ἐλεύθερον· καὶ θρεψάτω Λύκων αὐτόν. καὶ δύο μνᾶς αὐτῷ δίδωμι καὶ τἀμὰ βιβλία τὰ ἀνεγνωσμένα· τὰ δʼ ἀνέκδοτα Καλλίνῳ ὅπως ἐπιμελῶς αὐτὰ ἐκδῷ. δίδωμι δὲ καὶ Σύρῳ ἐλευθέρῳ ὄντι τέτταρας μνᾶς καὶ τὴν Μηνοδώραν δίδωμι· καὶ εἴ τί μοι ὀφείλει, ἀφίημι αὐτῷ. καὶ Ἱλαρᾷ πέντε μνᾶς καὶ ἀμφίταπιν καὶ δύο προσκεφάλαια καὶ περίστρωμα καὶ κλίνην ἣν ἂν βούληται. ἀφίημι δʼ ἐλευθέραν καὶ τὴν τοῦ Μίκρου μητέρα καὶ Νοήμονα καὶ Δίωνα καὶ Θέωνα καὶ Εὐφράνορα καὶ Ἑρμείαν. καὶ Ἀγάθωνα δύο ἔτη παραμείναντα ἀφεῖσθαι ἐλεύθερον3· καὶ τοὺς φορεαφόρους Ὠφελίωνα καὶ Ποσειδώνιον τέτταρα ἔτη παραμείναντας.
我又释放卡雷斯为自由人;吕孔当抚养他。我赠予他两米纳以及我那些已公开宣读的著作;未刊的著述则留给卡利努斯,以便他悉心出版。我亦赠予身为自由人的叙鲁斯四米纳,并将梅诺多拉赠予他;他若欠我任何款项,我亦一并免除。我赠予希拉拉五米纳、一张双面起毛地毯、两个枕头、一条床罩,以及一张她想要的卧榻。我又释放米克鲁斯的母亲、诺埃蒙、狄翁、塞翁、欧夫拉诺尔和赫尔墨亚斯为自由人。阿加通在继续服役两年之后当被释放为自由人;抬舆役工奥费利翁与波塞多尼乌斯在继续服役四年之后当获释放。
δίδωμι δὲ καὶ Δημητρίῳ καὶ Κρίτωνι καὶ Σύρῳ κλίνην ἑκάστῳ καὶ στρώματα τῶν καταλειπομένων ἃ ἂν φαίνηται Λύκωνι καλῶς ἔχειν. ταῦτʼ ἔστω αὐτοῖς ἀποδείξασιν ὀρθῶς ἐφʼ ὧν ἕκαστοι τεταγμένοι εἰσί. περὶ δὲ τῆς ταφῆς ἐάν τʼ αὐτοῦ βούληται Λύκων θάπτειν, ἐάν τʼ ἐν οἴκῳ, οὕτω ποιείτω. πέπεισμαι γὰρ αὐτὸν οὐδὲν ἧττον ἐμοῦ συνορᾶν τὸ εὔσχημον. ταῦτα δὲ πάντα οἰκονομήσαντι4 κυρία ἔστω ἡ δόσις τῶν ἐνταῦθα. μάρτυρες Καλλῖνος Ἑρμιονεύς, Ἀρίστων Κεῖος, Εὐφρόνιος Παιανιεύς. Οὕτω μέντοι αὐτῷ συνετῶς τὰ πάντα πράττοντι τά τε περὶ παιδείαν καὶ πάντας λόγους, οὐδὲν ἧττον καὶ τὰ τῶν διαθηκῶν τρόπον τινὰ καὶ σφόδρα ἐπιμελῶς τε καὶ οἰκονομικῶς ἴσχει· ὥστε κἀνταῦθα ζηλωτέος.
我亦赠予德米特里乌斯、克里同和叙鲁斯每人一张卧榻,以及吕孔认为合宜的所留卧具。当他们各自恪尽职守时,这些财物当归他们所有。关于我的安葬,无论吕孔愿葬于此地或葬在家乡,悉听尊便;因我深信他懂得何为合宜,丝毫不逊于我。当他办妥所有这些事务之后,此地财产的赠予便对他正式生效。见证人:赫尔弥俄涅的卡利努斯、刻俄斯的阿里斯同、派阿尼亚的欧弗洛尼乌斯。 他在涉及教育和所有论辩之事上行事皆如此明智,而他在遗嘱的诸般安排上也同样在某种程度上极其周详且井井有条;因此在这方面他亦同样值得效法。
- 5.4.70τὸν υἱοῦ τάξιν ἐσχηκότα
充当无人称短语 καθάπερ δίκαιον ἦν(正如……是理所应当的)所支配之隐含不定词(如 εἶναι)的逻辑主语的宾格。此处指处于犹如亲子般地位的同名青年吕孔。
- 5.4.71ἀμφοτέροις
指示前文 §69 中家乡财产的共同受遗赠人——两位兄弟“阿斯提阿纳克斯与吕孔”(τοῖς ἀδελφοῖς Ἀστυάνακτι καὶ Λύκωνι)的与格。指令布隆与卡利努斯从共同留给这二人的家乡遗产中收回垫付的丧葬费用。
- 5.4.73ἀφεῖσθαι ἐλεύθερον
完成体被动态不定词用于遗嘱法令性的命令句式中。与不定过去时分词 παραμείναντα(留守/服役之后)结合,构成了古典希腊法律中以服役期满为条件的附条件释放(paramone)规定。
- 5.4.74ταῦτα δὲ πάντα οἰκονομήσαντι
与格的不定过去时主动态分词,充当主句 κυρία ἔστω ἡ δόσις(赠予当为有效)的前提条件。表明继承人吕孔只有在办妥遗嘱所列的一切手续、清偿与善后事务后,对其当地财产的遗赠才告正式确立。
