- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:5.4.65-5.4.69
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-26
本节记述了领导漫步学园达四十四年之久的吕孔之雄辩才能、品格风度、健美体魄、人际交往及其遗嘱的开端。
Τοῦτον διεδέξατο Λύκων Ἀστυάνακτος Τρωαδεύς, φραστικὸς ἀνὴρ καὶ περὶ παίδων ἀγωγὴν ἄκρως συντεταγμένος. ἔφασκε γὰρ δεῖν παρεζεῦχθαι τοῖς παισὶ τὴν αἰδῶ καὶ φιλοτιμίαν ὡς τοῖς ἵπποις μύωπα καὶ χαλινόν. τὸ δʼ ἐκφραστικὸν αὐτοῦ καὶ περιγεγωνὸς ἐν τῇ ἑρμηνείᾳ φαίνεται κἀνθένδε· φησὶ γὰρ τοῦτον τὸν τρόπον ἐπὶ παρθένου πενιχρᾶς· βαρὺ γὰρ φορτίον πατρὶ κόρη διὰ σπάνιν προικὸς ἐκτρέχουσα τὸν ἀκμαῖον τῆς ἡλικίας καιρόν. διὸ δὴ καί φασιν Ἀντίγονον ἐπʼ αὐτοῦ τοῦτο εἰπεῖν, ὡς οὐκ ἦν ὥσπερ μήλου τὴν εὐωδίαν καὶ χάριν ἄλλοθί που μετενεγκεῖν, ἀλλʼ ἐπʼ αὐτοῦ τοῦ ἀνθρώπου καθάπερ ἐπὶ τοῦ δένδρου τῶν λεγομένων ἕκαστον ἔδει θεωρεῖσθαι.
接替他的是来自特洛阿斯之阿斯提阿纳克斯之子吕孔,他是一位善于辞令之人,在青少年的培育上极尽心力。他曾说,应当将羞耻心与好胜心结合在少年身上,正如马匹需要马刺与缰绳一般。其措辞的生动表现力与铿锵回响亦可从下文见出;关于一位贫穷的少女,他如此说道: “因缺乏嫁妆而蹉跎过青春芳华之期的少女,对父亲而言乃是沉重的负担。” 因此据说安提戈诺斯亦曾就他评论道,正如苹果的芬芳与美妙无法移至他处,对于吕孔所言的每一句话,亦必须在这个人本身身上——犹如在树木本身之上一般——予以观照领略。
τοῦτο δὲ ὅτι ἐν μὲν τῷ λέγειν γλυκύτατος ἦν· παρὸ καί τινες τὸ γάμμα αὐτοῦ τῷ ὀνόματι προσετίθεσαν. ἐν δὲ τῷ γράφειν ἀνόμοιος αὑτῷ. ἀμέλει γοῦν καὶ ἐπὶ τῶν μεταγινωσκόντων ἐπειδὴ μὴ ἔμαθον ὅτε καιρὸς καὶ εὐχομένων τοῦτον ἐκαλλιλέκτει τὸν τρόπον· ἔλεγεν αὑτῶν κατηγορεῖν, ἀδυνάτῳ μηνύοντας εὐχῇ1 μετάνοιαν ἀργίας ἀδιορθώτου. τούς τε βουλευομένους οὐκ ὀρθῶς διαπίπτειν ἔφασκε τῷ λογισμῷ, οἱονεὶ στρεβλῷ κανόνι βασανίζοντας εὐθεῖαν φύσιν ἢ πρόσωπον ὕδατι κλυδαττομένῳ ἢ κατόπτρῳ διεστραμμένῳ. καὶ ἐπὶ μὲν τὸν ἐν τῇ ἀγορᾷ στέφανον πολλοὺς ἀπιέναι, ἐπὶ δὲ τὸν Ὀλυμπίασιν ἢ ὀλίγους ἢ οὐδένα. πολλάκις τε πολλὰ συμβουλεύσας Ἀθηναίοις, τὰ μέγιστα αὐτοὺς ὠφέλησεν.
这是因为他在演说时极为甜美;因此某些人甚至在他的名字前加上字母伽马。然而在著述中,他却与自身判若两人。无论如何,对于那些因在适宜之时未曾向学而懊悔、如今方才祈求的人,他曾以此种精妙的辞藻说道;他说,他们“控告着自己,以一种不可能实现的祈愿,表明对不可救药之懒惰的悔恨。” 他又说,那些思虑不当之人会在推理上发生差错,犹如用弯曲的尺去检验正直的本质,或在荡漾的水面与歪斜的镜子中映照容貌一般。争夺阿哥拉中冠冕的人甚众,然而去争夺奥林匹亚之冠冕的人却寥寥无几或绝无仅有。他曾多次向雅典人提供诸多建议,极大地造福了他们。
Ἦν δὲ καὶ καθαρώτατος τὴν στολήν, ὡς ἀνυπερβλήτῳ χρῆσθαι μαλακότητι ἱματίων, καθά φησιν Ἕρμιππος. ἀλλὰ καὶ γυμναστικώτατος ἐγένετο καὶ εὐέκτης τὸ σῶμα τήν τε πᾶσαν σχέσιν ἀθλητικὴν ἐπιφαίνων, ὠτοθλαδίας καὶ ἐμπινὴς ὤν, καθά φησιν Ἀντίγονος ὁ Καρύστιος· διὰ τοῦτο δὲ καὶ παλαῖσαι λέγεται τά τʼ ἐν τῇ πατρίδι Ἰλίεια καὶ σφαιρίσαι. ὡς οὐκ ἄλλος τʼ ἦν φίλος τοῖς περὶ Εὐμένην καὶ Ἄτταλον, οἳ καὶ πλεῖστα ἐπεχορήγουν αὐτῷ. ἐπειράθη δʼ αὐτὸν σχεῖν καὶ Ἀντίοχος, ἀλλʼ οὐκ ἔτυχεν.
赫尔米普斯说,他在衣着上亦极其整洁考究,所穿外衣柔软无比、无可匹敌。而且卡里斯托斯的安提戈诺斯说,他极为爱好体育锻炼,体格健壮,耳部被打伤肿胀,通体显出健美运动员的体态;据说正因如此,他曾在故乡的伊利昂竞技会上摔跤并参与球戏。他与欧墨尼斯及阿塔罗斯一派交谊甚笃,无人能及,这些人亦为他提供了极其丰厚的资助。安条克亦曾试图将他招致麾下,却未得逞。
οὕτω δʼ ἦν ἐχθρὸς Ἱερωνύμῳ τῷ περιπατητικῷ, ὡς μόνος μὴ ἀπαντᾶν πρὸς αὐτὸν εἰς τὴν ἐτήσιον ἡμέραν, περὶ ἧς ἐν τῷ Ἀρκεσιλάου βίῳ διειλέγμεθα. Ἀφηγήσατο δὲ τῆς σχολῆς ἔτη τέτταρα πρὸς τοῖς τετταράκοντα, Στράτωνος αὐτὸν ἐν ταῖς διαθήκαις καταλιπόντος κατὰ τὴν ἑβδόμην καὶ εἰκοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα. οὐ μὴν ἀλλὰ καὶ Πανθοίδου διήκουσε τοῦ διαλεκτικοῦ. ἐτελεύτησε δὲ γεγονὼς ἔτος τέταρτον καὶ ἑβδομηκοστόν, νόσῳ ποδαγρικῇ καταπονηθείς. καὶ ἔστιν ἡμῶν εἰς αὐτόν· "οὐ μὰ τόν2, οὐδὲ Λύκωνα παρήσομεν, ὅττι ποδαλγὴς κάτθανε· θαυμάζω τοῦτο μάλιστα δʼ ἐγώ, τὴν οὕτως ἀΐδαο μακρὴν ὁδὸν εἰ3 πρὶν ὁ ποσσὶν ἀλλοτρίοις βαδίσας ἔδραμε νυκτὶ μιῇ."
他与漫步派的耶罗尼穆斯怨仇极深,以致他是唯一在年度纪念日——关于此日我们在《阿尔克西拉奥传》中已作交代——未去与他会面之人。 自斯特拉同在遗嘱中将学园留给他之后,他自第一百二十七届奥林匹亚期起领导学园达四十四年之久。不仅如此,他还听受过辩证学者潘托伊德斯的教导。他因痛风折磨,于七十四岁时去世。我们为他所作的题辞如下: “不,指着神起誓,我们绝不略过吕孔,即便他因患痛风 而死;我尤为惊叹的是, 通往哈得斯那如此漫长的路途,那往昔借助 他人双足行走的人,竟在短短一夜间便已跑完。”
Γεγόνασι δὲ καὶ ἄλλοι Λύκωνες· πρῶτος Πυθαγορικός, δεύτερος αὐτὸς οὗτος, τρίτος ἐπῶν ποιητής, τέταρτος ἐπιγραμμάτων ποιητής. Τοῦ δὲ φιλοσόφου καὶ διαθήκαις περιετύχομεν ταῖσδε· “Τάδε διατίθεμαι περὶ τῶν κατʼ ἐμαυτόν, ἐὰν μὴ δυνηθῶ τὴν ἀρρωστίαν ταύτην ὑπενεγκεῖν· τὰ μὲν ἐν οἴκῳ πάντα δίδωμι τοῖς ἀδελφοῖς Ἀστυἀνακτι καὶ Λύκωνι. καὶ οἶμαι δεῖν ἀποδοθῆναι ἀπὸ τούτων ὅσα κατακέχρημαι Ἀθήνησι παρά τινος ἔχων ἢ ἐκπεπραχώς· καὶ ἃ ἂν εἰς τὴν ἐκφορὰν ἀναλωθῇ καὶ εἰς τἄλλα τὰ νομιζόμενα.
名为吕孔者亦有他人:第一位是毕达哥拉斯派哲学家,第二位便是此人,第三位是史诗诗人,第四位是短诗诗人。 我们亦见到了这位哲学家的如下遗嘱: “若我无法承受此番病痛,谨就个人事务订立如下处置:凡我在家乡的所有财产,尽皆赠予兄弟阿斯提阿纳克斯与吕孔。我认为应当从这些财产中偿还我在雅典因经手或借贷他人而欠下的债务,以及为丧葬及其他惯行礼仪所支出的一切费用。
- 5.4.66ἔλεγεν αὑτῶν κατηγορεῖν, ἀδυνάτῳ μηνύοντας εὐχῇ
在依附于 ἔλεγεν 的间接引语中,不定式 κατηγορεῖν 的逻辑主语(承前文之 οἱ μεταγινώσκοντες)虽未明写,但分词 μηνύοντας 取阳性宾格复数,与这一隐伏的宾格主语保持一致。动词 κατηγορέω 则支配属格宾语 αὑτῶν(“指责自己”)。
- 5.4.68οὐ μὰ τόν
希腊语誓言的固定口语表达,在誓言小词 οὐ μὰ τόν 之后省略(隐退法)了神祇之名(通常为 Δία,即宙斯)。与否定词 οὐ 连用,用于强化誓言性的否定或肯定语气。
- 5.4.68τὴν οὕτως ἀΐδαο μακρὴν ὁδὸν εἰ
超位修辞(倒装前置):在动词 θαυμάζω 所引出的 εἰ 从句(表示“对……感到惊奇/为何”)中,从属分句动词 ἔδραμε 的宾语 τὴν οὕτως ἀΐδαο μακρὴν ὁδὸν 被前置到了从属连词 εἰ 之前。
