- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:5.3.58-5.3.64
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-26
拉姆普萨库斯的斯特拉同继承泰奥弗拉斯托斯执掌学园,文中列出其著作篇目、逝世情状及同名人物列表。随后引述了斯特拉同的遗言,其中指定吕孔为继承人,并详细规定了财产处置与奴隶释放事宜。
Διεδέξατο δʼ αὐτοῦ τὴν σχολὴν Στράτων Ἀρκεσιλάου Λαμψακηνός, οὗ καὶ ἐν ταῖς διαθήκαις ἐμνημόνευσεν· ἀνὴρ ἐλλογιμώτατος καὶ φυσικὸς ἐπικληθεὶς ἀπὸ τοῦ περὶ τὴν θεωρίαν ταύτην παρʼ ὁντινοῦν ἐπιμελέστατα διατετριφέναι1. ἀλλὰ καὶ καθηγήσατο Πτολεμαίου τοῦ Φιλαδέλφου καὶ ἔλαβε, φασί, παρʼ αὐτοῦ τάλαντα ὀγδοήκοντα· σχολαρχεῖν δέ, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς, ἤρξατο τῇ τρίτῃ καὶ εἰκοστῇ καὶ ἑκατοστῇ Ὀλυμπιάδι, τῆς σχολῆς ἀφηγησάμενος ἔτη ὀκτωκαίδεκα.
继承他学园的是来自拉姆普萨库斯之阿尔克西拉奥之子斯特拉同,泰奥弗拉斯托斯在遗嘱中亦曾提及他。他是一位极负盛名的人物,因比任何人都更为勤勉地潜心于这一理论探讨,故被称为“自然学家”。不仅如此,他亦曾担任托勒密·费拉德尔甫斯的老师,据说从他那里获得了八十塔兰同。如阿波罗多洛在《编年史》中所言,他在第一百二十三届奥林匹亚期开始执掌学园,领导学园达十八年之久。
Φέρεται δʼ αὐτοῦ βιβλία Περὶ βασιλείας τρία. Περὶ δικαιοσύνης τρία. Περὶ τἀγαθοῦ γ′. Περὶ θεῶν γ′. Περὶ ἀρχῶν γ′. Περὶ βίων. Περὶ εὐδαιμονίας. Περὶ βασιλέως φιλοσόφου. Περὶ ἀνδρείας. Περὶ τοῦ κενοῦ. Περὶ τοῦ οὐρανοῦ. Περὶ τοῦ πνεύματος. Περὶ φύσεως ἀνθρωπίνης. Περὶ ζωογονίας. Περὶ μίξεως. Περὶ ὕπνου. Περὶ ἐνυπνίων. Περὶ ὄψεως. Περὶ αἰσθήσεως. Περὶ ἡδονῆς. Περὶ χρωμάτων. Περὶ νόσων. Περὶ κρίσεων. Περὶ δυνάμεων. Περὶ τῶν μεταλλικῶν μηχανημάτων. Περὶ λιμοῦ καὶ σκοτώσεων. Περὶ κούφου καὶ βαρέος. Περὶ ἐνθουσιασμοῦ. Περὶ χρόνου. Περὶ τροφῆς καὶ αὐξήσεως. Περὶ τῶν ἀπορουμένων ζῳων. Περὶ τῶν μυθολογουμένων ζῴων. Περὶ αἰτιῶν. Λύσεις ἀπορουμένων. Τόπων προοίμια. Περὶ τοῦ συμβεβηκότος.
归于他名下的著作如下: 《论王权》三卷《论正义》三卷《论善》三卷《论诸神》三卷《论本原》三卷《论生活》《论幸福》《论哲人王》《论勇敢》《论虚空》《论天》《论气息》《论人的自然》《论动物的生成》《论混合》《论睡眠》《论梦》《论视觉》《论感觉》《论快乐》《论颜色》《论疾病》《论危机》《论潜能》《论采矿机械》《论饥饿与眩晕》《论轻与重》《论神迷》《论时间》《论滋养与生长》《论疑难动物》《论神话中的动物》《论原因》《疑难之解答》《论题导论》《论偶性》
Περὶ τοῦ ὅρου. Περὶ τοῦ μᾶλλον καὶ ἧττον. Περὶ ἀδίκου. Περὶ τοῦ προτέρου καὶ ὑστέρον Περὶ τοῦ προτέρου γένους. Περὶ τοῦ ἰδίου. Περὶ τοῦ μέλλοντος. Εὑρημάτων ἔλεγχοι δύο. Ὑπομνήματα, ἃ διστάζεται. Ἐπιστολαὶ ὧν ἡ ἀρχή· Στράτων Ἀρσινόῃ εὖ πράττειν. Τοῦτόν φασιν οὕτω γενέσθαι λεπτὸν ὡς ἀναισθήτως τελευτῆσαι. καὶ ἔστιν ἡμῶν εἰς αὐτὸν οὕτως ἔχον· "λεπτὸς ἀνὴρ δέμας ἦν, εἴ μοι προσέχεις, ἀπὸ χρισμῶν2· Στράτωνα τοῦτόν φημί σοι Λάμψακος ὅν ποτʼ ἔφυσεν· ἀεὶ δὲ νόσοισι παλαίων θνήσκει λαθών, οὐδʼ ᾔσθετο."
《论定义》《论较多与较少》《论不正》《论先与后》《论先在之属》《论固有属性》《论未来》《发明之审查》两卷《札记》(真伪存疑之作)以下列文字开篇的书信: “斯特拉同致阿尔西诺厄,问安。” 据说他变得如此消瘦羸弱,以致毫无痛苦知觉便与世长辞。我们为他所作的题辞如下: “若你留神细听,那人因敷涂膏药而身躯羸弱; 我告诉你,此人便是斯特拉同, 昔日拉姆普萨库斯所生养者;他始终与疾病搏斗, 不知不觉间悄然离世,自己亦浑然未觉。”
Γεγόνασι δὲ Στράτωνες ὀκτώ· πρῶτος Ἰσοκράτους ἀκροατής· δεύτερος αὐτὸς οὗτος· τρίτος ἰατρός, μαθητὴς Ἐρασιστράτου, ὡς δέ τινες, τρόφιμος· τέταρτος ἱστορικός, Φιλίππου καὶ Περσέως τῶν Ῥωμαίοις πολεμησάντων γεγραφὼς πράξεις· * * ἕκτος ποιητὴς ἐπιγραμμάτων· ἕβδομος ἰατρὸς ἀρχαῖος, ὡς Ἀριστοτέλης φησίν· ὄγδοος περιπατητικός, βεβιωκὼς ἐν Ἀλεξανδρείᾳ. Τοῦ δʼ οὖν φυσικοῦ φέρονται καὶ διαθῆκαι τοῦτον ἔχουσαι τὸν τρόπον· “Τάδε διατίθεμαι, ἐάν τι πάσχω· τὰ μὲν οἴκοι καταλείπω πάντα Λαμπυρίωνι καὶ Ἀρκεσιλάῳ. ἀπὸ δὲ τοῦ Ἀθήνησιν ὑπάρχοντός μοι ἀργυρίου πρῶτον μὲν οἱ ἐπιμεληταὶ τὰ περὶ τὴν ἐκφορὰν ἐπιμεληθήτωσαν καὶ ὅσα νομίζεται μετὰ τὴν ἐκφοράν, μηδὲν μήτε περίεργον ποιοῦντες μήτʼ ἀνελεύθερον.
名为斯特拉同者共有八人:第一位是伊索克拉底的听讲者;第二位便是此人;第三位是医者,为埃拉西斯特拉托斯的门徒,据某些人说则是其养子;第四位是历史学家,著有腓力与珀尔修斯同罗马人作战之事迹;……第六位是短诗诗人;第七位是古医者,如亚里士多德所提及;第八位是漫步派学者,曾居于亚历山大里亚。 无论如何,这位自然学家的遗嘱亦流传至今,其内容如下: “若我遭遇不测,谨订立如下处置:凡我在家乡的所有财产,尽皆留给兰庇里翁与阿尔克西拉奥。至于我在雅典现有的款项,首先当由管理人料理丧葬事务,以及依照惯例在丧葬后举行之一切礼仪,既不可奢靡从事,亦不可失之吝啬。
ἐπιμεληταὶ δὲ ἔστωσαν τῶν κατὰ τὴν διαθήκην οἵδε· Ὀλύμπιχος, Ἀριστείδης, Μνησιγένης, Ἱπποκράτης, Ἐπικράτης, Γοργύλος, Διοκλῆς, Λύκων, Ἀθάνης. καταλείπω δὲ τὴν μὲν διατριβὴν Λύκωνι, ἐπειδὴ τῶν ἄλλων οἱ μέν εἰσι πρεσβύτεροι, οἱ δὲ ἄσχολοι. καλῶς δʼ ἂν ποιοῖεν καὶ οἱ λοιποὶ συγκατασκευάζοντες τούτῳ. καταλείπω δʼ αὐτῷ καὶ τὰ βιβλία πάντα, πλὴν ὧν αὐτοὶ γεγράφαμεν, καὶ τὰ σκεύη πάντα κατὰ τὸ συσσίτιον καὶ τὰ στρώματα καὶ τὰ ποτήρια. δότωσαν δὲ οἱ ἐπιμεληταὶ Ἐπικράτει πεντακοσίας δραχμὰς καὶ τῶν παίδων ἕνα ὃν ἂν δοκῇ Ἀρκεσιλάῳ.
遗嘱事项的管理人当为如下诸人:奥林皮库斯、阿里斯忒得斯、谟涅西格涅斯、希波克拉底、埃皮克拉底、戈尔居洛斯、狄奥克勒斯、吕孔、阿塔涅斯。我将学园留给吕孔,因其余人中有者年事已高,有者事务缠身。其余之人若协助他整饬事务,当属善举。我亦将除我们自己撰写者之外的所有书籍留给他,以及公共会餐室内的所有器具,包括铺盖和酒杯。管理人当付给埃皮克拉底五百德拉克马,以及由阿尔克西拉奥认可的家奴一名。
καὶ πρῶτον μὲν Λαμπυρίων καὶ Ἀρκεσίλαος ἀράσθωσαν τὰς συνθήκας3 ἃς ἔθετο Δάϊππος ὑπὲρ Ἰραίου· καὶ μηδὲν ὀφειλέτω μήτε Λαμπυρίωνι μήτε τοῖς Λαμπυρίωνος κληρονόμοις, ἀλλʼ ἀπηλλάχθω παντὸς τοῦ συμβολαίου. δότωσαν δʼ αὐτῷ καὶ οἱ ἐπιμεληταὶ ἀργυρίου δραχμὰς πεντακοσίας καὶ τῶν παίδων ἕνα ὃν ἂν δοκιμάζῃ Ἀρκεσίλαος, ὅπως ἂν πολλὰ συμπεπονηκὼς ἡμῖν καὶ παρεσχημένος χρείας ἔχῃ βίον ἱκανὸν καὶ εὐσχήμονα. ἀφίημι δὲ καὶ Διόφαντον ἐλεύθερον καὶ Διοκλέα καὶ Ἄβουν· Σιμίαν δὲ ἀποδίδωμι Ἀρκεσιλάῳ. ἀφίημι δὲ καὶ Δρόμωνα ἐλεύθερον. ἐπειδὰν δὲ παραγένηται Ἀρκεσίλαος, λογισάσθω Ἴραιος μετʼ Ὀλυμπίχου καὶ Ἐπικράτους καὶ τῶν ἄλλων ἐπιμελητῶν τὸ γεγονὸς ἀνάλωμα εἰς τὴν ἐκφορὰν καὶ τἄλλα τὰ νομιζόμενα.
首先,兰庇里翁与阿尔克西拉奥当废除达伊普斯代表伊赖奥斯所订立的契约;让他既不欠兰庇里翁任何债务,亦不欠兰庇里翁的继承人们任何债务,而是免除整份契约的一切干系。管理人亦当付给他白银五百德拉克马,以及经阿尔克西拉奥核准的家奴一名,以便他因与我们一同辛勤劳作并效劳良多,而能享有充足且体面的生计。我亦释放狄奥潘托斯、狄奥克勒斯与阿布斯为自由人;将西米阿斯转交阿尔克西拉奥。我亦释放德罗蒙为自由人。待阿尔克西拉奥抵达之后,伊赖奥斯当与奥林皮库斯、埃皮克拉底及其他管理人一同核算丧葬及其他惯行礼仪所产生的支出。
τὸ δὲ περιὸν ἀργύριον κομισάσθω Ἀρκεσίλαος παρʼ Ὀλυμπίχου, μηδὲν ἐνοχλῶν αὐτὸν κατὰ τοὺς καιροὺς καὶ τοὺς χρόνους· ἀράσθω δὲ καὶ τὰς συνθήκας Ἀρκεσίλαος ἃς ἔθετο Στράτων πρὸς Ὀλύμπιχον καὶ Ἀμεινίαν, τὰς κειμένας παρὰ Φιλοκράτει Τισαμενοῦ. τὰ δὲ περὶ τὸ μνημεῖον ποιείτωσαν ὡς ἂν δοκῇ Ἀρκεσιλάῳ καὶ Ὀλυμπίχῳ καὶ Λύκωνι. Καὶ αἵδε μέν εἰσιν αἱ φερόμεναι αὐτοῦ διαθῆκαι, καθά που συνήγαγε καὶ Ἀρίστων ὁ Κεῖος. αὐτὸς δὲ ὁ Στράτων ἀνὴρ γέγονε, καθὰ καὶ ἄνω δεδήλωται, πολλῆς τῆς ἀποδοχῆς ἄξιος, διαπρέψας ἐν παντὶ λόγων εἴδει καὶ μάλιστά γε ἐν τῷ καλουμένῳ φυσικῷ, ὅπερ εἶδος ἀρχαιότερόν τε καὶ σπουδαιότερον.
至于结余之款项,阿尔克西拉奥当自奥林皮库斯处收取,在期限与时机上不得对他有所侵扰。阿尔克西拉奥亦当废除斯特拉同与奥林皮库斯及阿梅尼亚斯所订立、存放于提萨墨诺斯之子菲洛克拉底处的契约。关于纪念碑之事,当按照阿尔克西拉奥、奥林皮库斯与吕孔认为适宜的方式予以料理。” 以上便是流传的他的遗嘱,大致与凯奥斯的阿里斯同所收集者相符。斯特拉同本人如上文所示,在各类言论中皆卓有建树,尤其在被称为自然学的领域中尤为出众,因而极受尊崇,而该领域正是一个更为古老且更为重大的分支。
- 5.3.58ἀπὸ τοῦ περὶ τὴν θεωρίαν ταύτην παρʼ ὁντινοῦν ἐπιμελέστατα διατετριφέναι
介词 ἀπό 引导冠词化不定式(ἀπὸ τοῦ... διατετριφέναι),表其绰号来源之起因。介词短语 παρʼ ὁντινοῦν 表示比较基准(“较之任何人”、“比任何人都更”),与最高级副词 ἐπιμελέστατα 呼应配合。
- 5.3.60λεπτὸς ἀνὴρ δέμας ἦν, εἴ μοι προσέχεις, ἀπὸ χρισμῶν
δέμας 作关系宾格(限制性宾格),意为“在身体/体格上”。短语 ἀπὸ χρισμῶν 说明消瘦(λεπτός)的原因,指因过度使用药膏涂敷疗法而导致身体羸弱。
- 5.3.63ἀράσθωσαν τὰς συνθήκας
动词 αἴρω 的中间位第三人称复数命令式 ἀράσθωσαν,支配法律契约(συνθήκας)作宾语时,具有“收回”、“注销/废除”契约文书的法律专门用法。§5.3.64 中的 ἀράσθω τὰς συνθήκας 亦同此用法。
