- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:5.2.53-5.2.57
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-26
本节记录泰奥弗拉斯托斯遗嘱的后半部分,列明学园产业的共同所有者、其本人的安葬事宜、奴隶的释放与分配、希帕科斯负责的款项清偿与契约免除,以及遗嘱副本的存管处与见证人,最后述及医者埃拉西斯特拉托斯曾师从于他。
ἐπειδήπερ οὐ δυνατὸν πᾶσιν ἀνθρώποις ἀεὶ ἐπιδημεῖν, μήτʼ ἐξαλλοτριοῦσι μήτʼ ἐξιδιαζομένου μηδενός1, ἀλλʼ ὡς ἂν ἱερὸν κοινῇ κεκτημένοις, καὶ τὰ πρὸς ἀλλήλους οἰκείως καὶ φιλικῶς χρωμένοις, ὥσπερ προσῆκον καὶ δίκαιον. ἔστωσαν δὲ οἱ κοινωνοῦντες Ἵππαρχος, Νηλεύς, Στράτων, Καλλῖνος, Δημότιμος, Δημάρατος, Καλλισθένης, Μελάντης, Παγκρέων, Νίκιππος. ἐξεῖναι δὲ βουλομένῳ φιλοσοφεῖν καὶ Ἀριστοτέλει τῷ Μητροδώρου καὶ Πυθιάδος υἱῷ καὶ μετέχειν τούτων· καὶ αὐτοῦ πᾶσαν ἐπιμέλειαν ποιεῖσθαι τοὺς πρεσβυτάτους, ὅπως ὅτι μάλιστα προαχθῇ κατὰ φιλοσοφίαν. θάψαι δὲ καὶ ἡμᾶς ὅπου ἂν δοκῇ μάλιστα ἁρμόττον εἶναι τοῦ κήπου, μηδὲν περίεργον μήτε περὶ τὴν ταφὴν μήτε περὶ τὸ μνημεῖον ποιοῦντας.
鉴于并非人人皆能始终留驻,条件是他们既不得将其转让,亦无人将其据为己有,而是如对待圣所般共同拥有,并依照应有与公正的方式,彼此间亲睦友善地加以使用。共享此产者当为:希帕科斯、涅琉斯、斯特拉同、卡利诺斯、德谟提穆斯、德玛拉托斯、卡利斯忒涅斯、墨兰忒斯、潘克莱昂、尼基普斯。若梅特罗多洛与皮提阿斯之子亚里士多德愿研习哲学,亦准许其加入并共享这些财产;年长者们当对他悉心照料,务使他在哲学上取得最大进益。并将我安葬于花园中最适宜之处,无论在安葬或纪念碑之事上,皆不得奢靡从事。
ὅπως δὲ συνείρηται, μετὰ τὰ περὶ ἡμᾶς συμβάντα, τὰ περὶ τὸ ἱερὸν καὶ τὸ μνημεῖον καὶ τὸν κῆπον καὶ τὸν περίπατον θεραπευόμενα συνεπιμελεῖσθαι καὶ Πομπύλον2 τούτων ἐποικοῦντα αὐτὸν καὶ τὴν τῶν ἄλλων ἐπιμέλειαν ποιούμενον ἣν καὶ πρότερον· τῆς δὲ λυσιτελείας ἐπιμελεῖσθαι αὐτοὺς τοὺς ἔχοντας ταῦτα. Πομπύλῳ δὲ καὶ Θρέπτῃ πάλαι ἐλευθέροις οὖσι καὶ ἡμῖν πολλὴν χρείαν παρεσχημένοις, εἴ τι πρότερον ἔχουσι παρʼ ἡμῶν καὶ εἴ τι αὐτοὶ ἐκτήσαντο καὶ ἃ νῦν παρʼ Ἱππάρχου αὐτοῖς συντέταχα, δισχιλίας δραχμάς, ἀσφαλῶς οἶμαι δεῖν αὐτοῖς ὑπάρχειν ταῦτα, καθάπερ καὶ αὐτὸς διελέχθην Μελάντῃ καὶ Παγκρέοντι πλεονάκις καὶ πάντα μοι συγκατετίθεντο. δίδωμι δʼ αὐτοῖς καὶ Σωματάλην τὴν παιδίσκην.
如已商定,在我遭逢不测之后,关于圣所、纪念碑、花园与散步道的维护,庞庇鲁斯亦当居住于此共同料理,并如以往一般照料其余事务;掌管这些产业的人当自行负责他的生活用度。对于庞庇鲁斯与特雷普忒这两位早已获释且为我们效劳良多之人,凡他们先前从我们这里所得之物,凡他们自行积攒之物,以及我如今指令希帕科斯拨给他们的两千德拉克马,我认为皆当稳妥归其所有,正如我本人多次与墨兰忒斯和潘克莱昂交谈,且他们亦对我所言尽皆赞同一样。我亦将侍女索玛塔勒赠予他们。
τῶν δὲ παίδων Μόλωνα μὲν καὶ Τίμωνα καὶ Παρμένοντα ἤδη ἐλευθέρους ἀφίημι· Μανῆν δὲ καὶ Καλλίαν παραμείναντας ἔτη τέτταρα ἐν τῷ κήπῳ καὶ συνεργασαμένους καὶ ἀναμαρτήτους γενομένους ἀφίημι ἐλευθέρους. τῶν δὲ οἰκηματικῶν σκευῶν ἀποδιδόντας Πομπύλῳ ὅσʼ ἂν3 δοκῇ τοῖς ἐπιμεληταῖς καλῶς ἔχειν, τὰ λοιπὰ ἐξαργυρίσαι. δίδωμι δὲ καὶ Καρίωνα Δημοτίμῳ, Δόνακα δὲ Νηλεῖ· Εὔβοιον δʼ ἀποδόσθαι. δότω δʼ Ἵππαρχος Καλλίνῳ τρισχιλίας δραχμάς· Μελάντῃ δὲ καὶ Παγκρέοντι εἰ μὲν μὴ ἑωρῶμεν Ἵππαρχον καὶ ἡμῖν πρότερον χρείαν παρεσχημένον καὶ νῦν ἐν τοῖς ἰδίοις μάλα νεναυαγηκότα, προσετάξαμεν ἂν μετὰ Μελάντου καὶ Παγκρέοντος ἐξάγειν αὐτά.
家奴之中,我立即释放莫隆、提蒙与帕尔墨农;马涅斯与卡利亚斯在花园中留驻四年、共同劳作且未犯过错之后,即予释放。至于屋内器具,在将管理人认为合适的份额交予庞庇鲁斯后,其余尽皆变卖兑现。我将卡里翁赠予德谟提穆斯,将多纳克斯赠予涅琉斯;欧博伊奥斯则当变卖。希帕科斯当付给卡利诺斯三千德拉克马;至于墨兰忒斯与潘克莱昂,若非我们见希帕科斯先前曾为我们效力而如今在私产方面陷入极大困顿,我们本会指令他与墨兰忒斯和潘克莱昂一同结算这些事务;
ἐπειδὴ δὲ οὔτʼ ἐκείνοις ἑώρων ῥᾴδιον ὄντα συνοικονομεῖν λυσιτελέστερόν τʼ αὐτοῖς ὑπελάμβανον εἶναι τεταγμένον τι λαβεῖν παρὰ Ἱππάρχου, δότω Ἵππαρχος Μελάντῃ καὶ Παγκρέοντι, ἑκατέρῳ τάλαντον· διδόναι δʼ Ἵππαρχον καὶ τοῖς ἐπιμεληταῖς εἰς τὰ ἀναλώματα τὰ ἐν τῇ διαθήκῃ γεγραμμένα κατὰ τοὺς ἑκάστου καιροὺς τῶν δαπανημάτων. οἰκονομήσαντα δὲ ταῦτα Ἵππαρχον ἀπηλλάχθαι τῶν συμβολαίων τῶν πρὸς ἐμὲ πάντων· καὶ εἴ τι ἐπὶ τοῦ ἐμοῦ ὀνόματος συμβέβληκεν Ἵππαρχος ἐν Χαλκίδι, Ἱππάρχου τοῦτό ἐστιν. ἐπιμεληταὶ δὲ ἔστωσαν τῶν ἐν τῇ διαθήκῃ γεγραμμένων Ἵππαρχος, Νηλεύς, Στράτων, Καλλῖνος, Δημότιμος, Καλλισθένης, Κτήσαρχος.
但因我见他们一同打理并非易事,且认为他们自希帕科斯处领取定额款项更为有益,故希帕科斯当给付墨兰忒斯与潘克莱昂各一塔兰同;希帕科斯亦当按照各项支出的时机,将遗嘱中所列费用交予管理人。在希帕科斯妥善处理完这些事务之后,免除他与我之间的一切契约;若希帕科斯以我的名义在哈尔基斯订立过任何契约,概归希帕科斯所有。遗嘱中所列事项的管理人当为:希帕科斯、涅琉斯、斯特拉同、卡利诺斯、德谟提穆斯、卡利斯忒涅斯、克忒萨尔科斯。
αἱ διαθῆκαι κεῖνται ἀντίγραφα τῷ Θεοφράστου δακτυλίῳ σεσημασμέναι, μία μὲν παρὰ Ἡγησίᾳ Ἱππάρχου· μάρτυρες Κάλλιππος Παλληνεύς, Φιλόμηλος Εὐωνυμεύς, Λύσανδρος Ὑβάδης, Φίλων Ἀλωπεκῆθεν. τὴν δʼ ἑτέραν ἔχει Ὀλυμπιόδωρος· μάρτυρες δʼ οἱ αὐτοί. τὴν δʼ ἑτέραν ἔλαβεν Ἀδείμαντος, ἀπήνεγκε δὲ Ἀνδροσθένης ὁ υἱός· μάρτυρες Ἀρίμνηστος Κλεοβούλου, Λυσίστρατος Φείδωνος Θάσιος, Στράτων Ἀρκεσιλάου Λαμψακηνός, Θήσιππος Θησίππου ἐκ Κεραμέων, Διοσκουρίδης Διονυσίου Ἐπικηφίσιος. Ὧδʼ ἔχουσιν αὐτῷ καὶ αἱ διαθῆκαι. Ἀκοῦσαι δʼ αὐτοῦ καὶ Ἐρασίστρατον τὸν ἰατρόν εἰσιν οἳ λέγουσι4· καὶ εἰκός.
遗嘱备有加盖泰奥弗拉斯托斯印戒的副本,其中一份存放在希帕科斯之子赫格西亚斯处;见证人为帕勒涅区的卡利普斯、欧奥纽蒙区的菲洛墨罗斯、许巴代区的吕珊德罗斯、阿洛佩凯区的菲隆。另一份由奥林匹奥多罗斯保存;见证人相同。第三份由阿代曼托斯收取,后由其子安德罗斯忒涅斯带走;见证人为克勒奥布洛之子阿里谟涅斯托斯、萨索斯人斐敦之子吕西斯特拉托斯、拉姆普萨库斯人阿尔克西拉奥之子斯特拉同、刻拉墨伊斯区的忒西普斯之子忒西普斯、埃皮克菲西亚区的狄奥尼修斯之子狄奥斯库里德斯。 他的遗嘱亦即如此。 有人称医者埃拉西斯特拉托斯亦曾听其讲学;此说合乎情理。
- 5.2.53μήτʼ ἐξαλλοτριοῦσι μήτʼ ἐξιδιαζομένου μηδενός
此处为一个不对称的并列结构:与前文指代朋友们的与格分词短语(τοῖς βουλομένοις... κεκτημένοις)相呼应的与格复数分词 ἐξαλλοτριοῦσι,通过 μήτε... μήτε 与属格独立结构(ἐξιδιαζομένου μηδενός)并列。这一句式转换区分了团体的集体行为(转让)与成员的个人行为(据为己有)。
- 5.2.54συνεπιμελεῖσθαι καὶ Πομπύλον
希腊法律与遗嘱文体中常见的“具有祈使意义的宾格与不定式结构”(imperatival accusative and infinitive)。宾格 Πομπύλον 作不定式 συνεπιμελεῖσθαι 的逻辑主语,在开头的 ὅπως δὲ συνείρηται(“如已商定”)框架下,规定庞庇鲁斯共同参与管理的义务。
- 5.2.55εἰ μὲν μὴ ἑωρῶμεν... προσετάξαμεν ἄν
非真实条件句(与过去事实相反)。条件从句(protasis)使用未完成过去时直陈语气 ἑωρῶμεν,表示对某种持续状态的认知(“若非我们看到……”);结论从句(apodosis)使用 ἄν 配合不定过去时直陈语气 προσετάξαμεν,表示过去未曾发生的一次性假想行为(“我们本会指令……”)。
- 5.2.57εἰσιν οἳ λέγουσι
不定关系代词的惯用结构(相当于拉丁语的 sunt qui 句型)。动词 εἰσί(ν) 与关系代词 οἵ 熔合为一体,表达“有些人”(ἔνιοι),后接直陈语气现在时 λέγουσι(“有人说”)。
