- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:5.2.49-5.2.52
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-26
泰奥弗拉斯托斯卷帙浩繁的著述篇目连同其总行数(232,808行)在此收尾,随后引录了他的遗嘱,内容涉及学园设施修缮、肖像与祭坛供奉以及财产与花园的分配处置。
Επιτομῶν Ἀριστοτέλους περὶ ζῴων α′ β′ γ′ δ′ ε′ ς′. Ἐπιχειρημάτων α′ β′. Θέσεις γ′. Περὶ βασιλείας α′ β′. Περὶ αἰτιῶν α′. Περὶ Δημοκρίτου α′. [Περὶ διαβολῆς α′.] Περὶ γενέσεως α′. Περὶ ζῴων φρονήσεως καὶ ἤθους α′. Περὶ κινήσεως α′ β′. Περὶ ὄψεως α′ β′ γ′ δ′. Πρὸς ὅρους α′ β′. Περὶ τοῦ δεδόσθαι α′. Περὶ μείζονος καὶ ἐλάττονος α′. Περὶ τῶν μουσικῶν α′. Περὶ τῆς θείας εὐδαιμονίας α′. Πρὸς τοὺς ἐξ Ἀκαδημείας α′. Προτρεπτικὸς α′. Πῶς ἂν ἄριστα πόλεις οἰκοῖντο α′. Τὰ ὑπομνήματα α′. Περὶ ῥύακος τοῦ ἐν Σικελίᾳ α′. Περὶ τῶν ὁμολογουμένων α′. [Περὶ τῶν προβλημάτων φυσικῶν α′. Τίνες οἱ τρόποι τοῦ ἐπίστασθαι α′. Περὶ τοῦ ψευδομένου α′ β′ γ′.
《亚里士多德动物学要约》六卷。 《论证明》二卷。 《命题集》三卷。 《论王权》二卷。 《论原因》一卷。 《论德谟克利特》一卷。 [《论诽谤》一卷。] 《论生成》一卷。 《论动物之智与习性》一卷。 《论运动》二卷。 《论视觉》四卷。 《驳定义》二卷。 《论已知》一卷。 《论较大与较小》一卷。 《论音乐之事》一卷。 《论神圣幸福》一卷。 《驳柏拉图学园派》一卷。 《劝勉篇》一卷。 《城邦如何治理至善》一卷。 《札记》一卷。 《论西西里熔岩流》一卷。 《论公认命题》一卷。 [《论自然诸问题》一卷。 《知识之方式为何》一卷。 《论说谎者》三卷。
Τὰ πρὸ τῶν τόπων α′. Πρὸς Αἰσχύλον α′. Ἀστρολογικῆς ἱστορίας α′ β′ γ′ δ′ ε′ ς′. Ἀριθμητικῶν ἱστοριῶν περὶ αὐξήσεως α′. Ἀκίχαρος α′. Περὶ δικανικῶν λόγων α′. [Περὶ διαβολῆς α′.] Ἐπιστολαὶ αἱ ἐπὶ τῷ Ἀστυκρέοντι, Φανίᾳ, Νικάνορι. Περὶ εὐσεβείας α′. Εὐϊάδος α′. Περὶ καιρῶν α′ β′. Περὶ οἰκείων λόγων α′. Περὶ παίδων ἀγωγῆς α′. Ἄλλο διάφορον α′. Περὶ παιδείας ἢ περὶ ἀρετῶν ἢ περὶ σωφροσύνης α′. [Προτρεπτικὸς α′.] Περὶ ἀριθμῶν α′. Ὁριστικὰ περὶ λέξεως συλλογισμῶν α′. Περὶ οὐρανοῦ α′. Πολιτικοῦ α′ β′. Περὶ φύσεως. Περὶ καρπῶν. Περὶ ζῴων. Ἃ γίνονται στίχων Μ′ κ′ γ′ Β ω′ η′· τοσαῦτα μὲν οὖν καὶ τῷδε τὰ βιβλία.
《论题篇导论》一卷。 《驳埃斯库罗斯》一卷。 《天文学史》六卷。 《关于增加之算术史》一卷。 《阿基卡罗斯》一卷。 《论法庭演说》一卷。 [《论诽谤》一卷。] 《致阿斯提克勒翁、法尼亚斯、尼卡诺尔书信集》。 《论虔敬》一卷。 《欧伊阿斯》一卷。 《论时机》二卷。 《论得体言论》一卷。 《论儿童教育》一卷。 《论差异之别篇》一卷。 《论教养,或论美德,或论节制》一卷。 [《劝勉篇》一卷。] 《论数》一卷。 《关于推论措辞之定义》一卷。 《论天》一卷。 《政治篇》二卷。 《论自然》。 《论果实》。 《论动物》。 以上总计为二十三万二千八百零八行;他的著述便有如此之多。
Εὗρον δʼ αὐτοῦ καὶ διαθήκας τοῦτον ἐχούσας τὸν τρόπον· “Ἔσται μὲν εὖ· ἐὰν δέ τι συμβῇ, τάδε διατίθεμαι· τὰ μὲν οἴκοι ὑπάρχοντα πάντα δίδωμι Μελάντῃ καὶ Παγκρέοντι τοῖς υἱοῖς Λέοντος. ἀπὸ δὲ τῶν παρʼ Ἱππάρχου συμβεβλημένων1 τάδε μοι βούλομαι γενέσθαι· πρῶτον μὲν τὰ περὶ τὸ μουσεῖον καὶ τὰς θεὰς συντελεσθῆναι κἄν τι ἄλλο ἰσχύῃ περὶ αὐτὰς ἐπικοσμηθῆναι πρὸς τὸ κάλλιον2· ἔπειτα τὴν Ἀριστοτέλους εἰκόνα τεθῆναι εἰς τὸ ἱερὸν καὶ τὰ λοιπὰ ἀναθήματα ὅσα πρότερον ὑπῆρχεν ἐν τῷ ἱερῷ· εἶτα τὸ στωίδιον οἰκοδομηθῆναι τὸ πρὸς τῷ μουσείῳ μὴ χεῖρον ἢ πρότερον· ἀναθεῖναι δὲ καὶ τοὺς πίνακας, ἐν οἷς αἱ τῆς γῆς περίοδοί εἰσιν, εἰς τὴν κάτω στοάν·
我还发现了他的遗嘱,其内容如下: “愿诸事顺遂;但若有任何不测发生,我作如下处置:我家中所有财产,赠予莱昂之子墨兰忒斯与潘克莱昂。由希帕科斯所资助之款项中,我希望为我办成以下事项:首先,完成关于缪斯神庙及诸女神殿宇之工程,若能在其周围加以修饰使其更臻优美,亦当尽力为之;其次,将亚里士多德之画像置于圣所中,并将此前圣所中所有其他供奉品皆予复位;再次,依不逊于往昔之规格,建造缪斯神庙旁之小柱廊;并将绘有世界图景之画板供奉于下柱廊中;
ἐπισκευασθῆναι δὲ καὶ τὸν βωμόν, ὅπως ἔχῃ τὸ τέλειον καὶ τὸ εὔσχημον. βούλομαι δὲ καὶ τὴν Νικομάχου εἰκόνα συντελεσθῆναι ἴσην. τὸ μὲν τῆς πλάσεως ἔχει Πραξιτέλης, τὸ δʼ ἄλλο ἀνάλωμα ἀπὸ τούτου γενέσθω. σταθῆναι δὲ ὅπου ἂν δοκῇ τοῖς καὶ τῶν ἄλλων ἐπιμελουμένοις τῶν ἐν τῇ διαθήκῃ γεγραμμένων. καὶ τὰ μὲν περὶ τὸ ἱερὸν καὶ τὰ ἀναθήματα τοῦτον ἐχέτω τὸν τρόπον. τὸ δὲ χωρίον τὸ ἐν Σταγείροις ἡμῖν ὑπάρχον δίδωμι Καλλίνῳ· τὰ δὲ βιβλία πάντα Νηλεῖ. τὸν δὲ κῆπον καὶ τὸν περίπατον καὶ τὰς οἰκίας τὰς πρὸς τῷ κήπῳ πάσας δίδωμι τῶν γεγραμμένων φίλων ἀεὶ τοῖς βουλομένοις3 συσχολάζειν καὶ συμφιλοσοφεῖν ἐν αὐταῖς,
修缮祭坛,使其完备而美观。我亦希望尼科马科斯之雕像得以同等精美地完成。普拉克西特列斯已领得塑像报酬,其余费用当自该款项中支取。此雕像当立于负责遗嘱中所列其他事项之人认为合适之处。关于圣所与奉献物之事宜,便当如此办理。我们在斯塔吉拉所拥有的地产,我赠予卡利诺斯;全部书籍赠予涅琉斯。花园、散步道以及紧邻花园之全部房屋,我赠予名列其中的朋友中,始终愿在其中共同研习、共同沉思哲学之人,
- 5.2.51ἀπὸ δὲ τῶν παρʼ Ἱππάρχου συμβεβλημένων
介词短语 ἀπό + 属格表示经费来源。συμβεβλημένων 是动词 συμβάλλω 的完成时被动分词中性复数属格,意为“汇集/筹集之款项”,在此指由希帕科斯所资助的款项。
- 5.2.51κἄν τι ἄλλο ἰσχύῃ περὶ αὐτὰς ἐπικοσμηθῆναι πρὸς τὸ κάλλιον
κἄν 为 καὶ ἐάν(或 καὶ ἄν)之缩略。该句并非无人称结构,而是以 τι ἄλλο(主格)为主语,动词 ἰσχύω(“能够,有力量”)支配被动不定式 ἐπικοσμηθῆναι,构成条件状语从句:“若在其周围能够另外加以装饰以更臻美好”。
- 5.2.52τῶν γεγραμμένων φίλων ἀεὶ τοῖς βουλομένοις
倒装语序(hyperbaton):部分属格短语 τῶν γεγραμμένων φίλων(“在已载入文书的朋友之中”)前置,修饰其后作与格名词化分词的 τοῖς βουλομένοις(“给那些愿意者”)。
