- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:5.2.36-5.2.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-26
叙述了亚里士多德的继任者泰奥弗拉斯托斯的出身、求学受业、接掌学园、因索福克勒斯法令而短暂流亡及回归的经过,并记述了他的性情、名言与临终轶事。
Θεόφραστος Μελάντα Ἐρέσιος κναφέως υἱός, ὥς φησιν Ἀθηνόδωρος ἐν ὀγδόῃ Περιπάτων. οὗτος πρῶτον μὲν ἤκουσεν Ἀλκίππου τοῦ πολίτου ἐν τῇ πατρίδι, εἶτʼ ἀκούσας Πλάτωνος μετέστη πρὸς Ἀριστοτέλην· κἀκείνου εἰς Χαλκίδα ὑποχωρήσαντος αὐτὸς διεδέξατο τὴν σχολὴν Ὀλυμπιάδι τετάρτῃ καὶ δεκάτῃ καὶ ἑκατοστῇ. φέρεται δʼ αὐτοῦ καὶ δοῦλος φιλόσοφος ὄνομα Πομπύλος, καθά φησι Μυρωνιανὸς Ἀμαστριανὸς ἐν τῷ πρώτῳ τῶν Ὁμοίων ἱστορικῶν κεφαλαίων. ὁ δὲ Θεόφραστος γέγονεν ἀνὴρ συνετώτατος καὶ φιλοπονώτατος καί, καθά φησι Παμφίλη ἐν τῷ τριακοστῷ δευτέρῳ τῶν Ὑπομνημάτων, διδάσκαλος Μενάνδρου τοῦ κωμικοῦ·
泰奥弗拉斯托斯是埃雷索斯人梅兰塔斯之子,其父是一名缩绒工,正如雅典诺多洛斯在《逍遥派漫步》第八卷中所说的那样。他起初在故乡听从同乡阿尔基波斯的教导,随后在听取柏拉图的讲学后转向了亚里士多德;当亚里士多德退居哈尔基斯时,他在第一百一十四届奥林匹亚赛期接掌了学园。据传他还有一名身为哲学家的奴隶,名叫庞皮洛斯,正如阿马斯特里斯的米罗尼亚诺斯在《历史篇章类纂》第一卷中所言。泰奥弗拉斯托斯成长为一位极具洞察力且极其勤勉的人物,正如潘菲莱在《备忘录》第三十二卷中所述,他还是喜剧诗人米南德的老师;
ἄλλως τε καὶ εὐεργετικὸς καὶ φιλόλογος. Κάσανδρος γοῦν αὐτὸν ἀπεδέχετο καὶ Πτολεμαῖος ἔπεμψεν ἐπʼ αὐτόν· τοσοῦτον δʼ ἀποδοχῆς ἠξιοῦτο παρʼ Ἀθηναίοις, ὥστʼ Ἀγνωνίδης τολμήσας ἀσεβείας αὐτὸν γράψασθαι, μικροῦ καὶ προσῶφλεν1. ἀπήντων τʼ εἰς τὴν διατριβὴν αὐτοῦ μαθηταὶ πρὸς δισχιλίους. οὗτος τά τʼ ἄλλα καὶ περὶ δικαστηρίου τοιαῦτα διείλεκται ἐν τῇ πρὸς Φανίαν τὸν περιπατητικὸν ἐπιστολῇ· οὐ γὰρ ὅτι πανήγυριν, ἀλλʼ οὐδὲ συνέδριον2 ῥᾴδιον, οἷόν τις βούλεται, λαβεῖν· αἱ δʼ ἀναγνώσεις ποιοῦσιν ἐπανορθώσεις· τὸ δʼ ἀναβάλλεσθαι πάντα καὶ ἀμελεῖν οὐκέτι φέρουσιν αἱ ἡλικίαι. ἐν ταύτῃ τῇ ἐπιστολῇ σχολαστικὸν ὠνόμακε.
此外,他乐善好施且笃好学问。无论如何,卡山德对他十分推崇,托勒密也曾派人迎请他;他在雅典人中享有极高的声望,以至于阿格诺尼德斯胆敢以不敬神之罪控告他时,自己几乎反被处以罚金。多达两千名弟子前往听从他的讲学。除了其他事宜之外,他在致漫步派学者法尼亚斯的信中也以如下言辞论及了法庭: “因为要想得到所期望的听众,不仅对平民大众集会而言不容易,就连对小型会议也是如此;但诵读能带来修正;而一切都加以拖延和忽视,我们的年岁已不再容许了。” 在这封信中,他使用了“书呆子(学者风气)”一词。
Τοιοῦτος δʼ ὤν, ὅμως ἀπεδήμησε πρὸς ὀλίγον καὶ οὗτος καὶ πάντες οἱ λοιποὶ φιλόσοφοι, Σοφοκλέους τοῦ Ἀμφικλείδου νόμον εἰσενεγκόντος, μηδένα τῶν φιλοσόφων σχολῆς ἀφηγεῖσθαι, ἂν μὴ τῇ βουλῇ καὶ τῷ δήμῳ δόξῃ· εἰ δὲ μή, θάνατον εἶναι τὴν ζημίαν. ἀλλʼ αὖθις ἐπανῆλθον εἰς νέωτα3, Φίλωνος τὸν Σοφοκλέα γραψαμένου παρανόμων. ὅτε καὶ τὸν νόμον μὲν ἄκυρον ἐποίησαν Ἀθηναῖοι, τὸν δὲ Σοφοκλέα πέντε ταλάντοις ἐζημίωσαν κάθοδόν τε τοῖς φιλοσόφοις ἐψηφίσαντο, ἵνα καὶ Θεόφραστος κατέλθοι καὶ ἐν τοῖς ὁμοίοις εἴη. τοῦτον Τύρταμον λεγόμενον Θεόφραστον διὰ τὸ τῆς φράσεως θεσπέσιον Ἀριστοτέλης μετωνόμασεν·
尽管他是这样一位人物,但当安菲克利德斯之子索福克勒斯提出一项法律——规定未经议事会和公民大会决议批准,任何哲学家皆不得掌管学园,否则将处以死刑——时,他和所有其他哲学家一样,都曾短暂流亡异乡。但到了次年他们便再次归来,因为斐洛指控索福克勒斯提案违宪。当时雅典人废除了这项法律,对索福克勒斯处以五塔兰同的罚金,并投票赞成哲学家们重返城邦,以便泰奥弗拉斯托斯也能归来并保有原先的地位。他本名提尔塔莫斯,因其文辞神妙绝伦,亚里士多德遂将他改名为泰奥弗拉斯托斯;
οὗ καὶ τοῦ υἱέος Νικομάχου φησὶν ἐρωτικῶς διατεθῆναι4, καίπερ ὄντα διδάσκαλον, Ἀρίστιππος ἐν τετάρτῳ Περὶ παλαιᾶς τρυφῆς. λέγεται δʼ ἐπʼ αὐτοῦ τε καὶ Καλλισθένους τὸ ὅμοιον εἰπεῖν Ἀριστοτέλην, ὅπερ Πλάτωνα, καθὰ προείρηται, φασὶν εἰπεῖν ἐπί τε Ξενοκράτους καὶ αὐτοῦ τούτου· φάναι γάρ, τοῦ μὲν Θεοφράστου καθʼ ὑπερβολὴν ὀξύτητος πᾶν τὸ νοηθὲν ἐξερμηνεύοντος, τοῦ δὲ νωθροῦ τὴν φύσιν ὑπάρχοντος, ὡς τῷ μὲν χαλινοῦ δέοι, τῷ δὲ κέντρου. λέγεται δʼ αὐτὸν καὶ ἴδιον κῆπον σχεῖν μετὰ τὴν Ἀριστοτέλους τελευτήν, Δημητρίου τοῦ Φαληρέως, ὃς ἦν καὶ γνώριμος αὐτῷ, τοῦτο συμπράξαντος. φέρεται δʼ αὐτοῦ ἀποφθέγματα ταυτὶ χρειώδη· θᾶττον ἔφη πιστεύειν δεῖν ἵππῳ ἀχαλίνῳ ἢ λόγῳ ἀσυντάκτῳ.
亚里斯提卜在《论古代奢靡》第四卷中说,他虽然身为老师,却对亚里士多德之子尼各马可怀有情爱。据说亚里士多德论及他与卡利斯提尼时,曾说了正如前文所提及的、据说柏拉图论及色诺克拉底与亚里士多德本人时所说的相同之话:因为他说,泰奥弗拉斯托斯由于极其敏捷而能将所想到的一切皆阐释无遗,而另一人生性迟钝,因此前者需要缰绳,而后者需要刺棒。据说在亚里士多德去世后,得益于法勒隆的德米特里(也是其门生)的鼎力协助,他拥有了自己的私家庭园。流传有他如下实用的名言警句:他说宁可相信一匹脱缰的马,也不要相信杂乱无章的言论;
πρὸς δὲ τὸν ἐν τῷ συμποσίῳ σιωπῶντα τὸ ὅλον ἔφη, εἰ μὲν ἀμαθὴς εἶ, φρονίμως ποιεῖς, εἰ δὲ πεπαίδευσαι, ἀφρόνως. συνεχές τε ἔλεγε πολυτελὲς ἀνάλωμα εἶναι τὸν χρόνον. Ἐτελεύτα δὴ γηραιός, βιοὺς ἔτη πέντε καὶ ὀγδοήκοντα, ἐπειδήπερ ὀλίγον ἀνῆκε τῶν πόνων. καὶ ἔστιν ἡμῶν εἰς αὐτόν· "οὐκ ἄρα τοῦτο μάταιον ἔπος μερόπων τινὶ λέχθη, ῥήγνυσθαι σοφίης τόξον ἀνιέμενον· δὴ γὰρ καὶ Θεόφραστος ἕως ἐπόνει μὲν ἄπηρος ἦν δέμας, εἶτʼ ἀνεθεὶς κάτθανε πηρομελής." Φασὶ δʼ αὐτὸν ἐρωτηθέντα ὑπὸ τῶν μαθητῶν εἴ τι ἐπισκήπτει, εἰπεῖν, ἐπισκήπτειν μὲν ἔχειν οὐδέν, πλὴν ὅτι πολλὰ τῶν ἡδέων ὁ βίος διὰ τὴν δόξαν καταλαζονεύεται.
对于在酒宴上始终保持沉默的人,他说: “如果你是无知的,那你做得明智;但如果你受过教养,那你做得愚蠢。” 他还经常说,时间是一种昂贵的消费。 他在八十五岁的高龄时去世,恰是在他稍许放松劳作之时。我们有一首献给他的诗写道: “可见对某个凡人所说的这句话并非虚妄, 智慧之弓一旦松弛便会折断; 因为泰奥弗拉斯托斯在勤勉劳作时固然身体 健全,一旦放松下来却肢体残废而亡。” 据说当弟子们询问他是否有何临终遗训时,他回答道: “除了人生为了声誉而对许多令人愉悦之物大肆夸饰之外,我别无嘱托。”
- 5.2.37μικροῦ καὶ προσῶφλεν
μικροῦ(即成语 μικροῦ δεῖν 的省略)作为程度属格表示“差一点”、“几乎”。在雅典的司法程序中,控告者若未能获得五分之一以上的陪审团票数,自身将面临一千德拉克马的罚金;此处即指阿格诺尼德斯控告未果,自身反而险些被处以罚款。
- 5.2.37οὐ γὰρ ὅτι πανήγυριν, ἀλλʼ οὐδὲ συνέδριον
固定句式 οὐχ ὅτι... ἀλλʼ οὐδέ... 意为“不仅不……甚至连……都不……”(前一分句省略了主谓结构)。此处构成递进否定:不仅在面向公众的大集会(πανήγυριν)中获得理想的听众是不容易的,甚至在小型会议(συνέδριον)中也是困难的。
- 5.2.38εἰς νέωτα
短语 εἰς νέωτα 是表示“次年”、“来年”的习惯性时间副词短语。νέωτα 源于古词 *νεῶς(新年)的宾格形式,与介词 εἰς 连用表示时间进入下一年度。
- 5.2.39οὗ καὶ τοῦ υἱέος Νικομάχου φησὶν ἐρωτικῶς διατεθῆναι
关系代词 οὗ 以亚里士多德为先行词,作领属属格修饰 τοῦ υἱέος Νικομάχου(“他的儿子尼各马可”)。短语 ἐρωτικῶς διατεθῆναι(对……抱有情爱)在此支配属格补足语(τοῦ υἱέος)。
