← 第欧根尼·拉尔修

哲人言行录

§5.1.30-5.1.35

伦理学与自然学学说及同名人物列表

总结了亚里士多德关于伦理学(终极目的、德性与幸福、友爱、三种生活)和自然学/灵魂论(神、天体、灵魂定义与隐得来希的区分)的学说,记载了他的勤勉与著述规模、八位同名人物以及后继者泰奥弗拉斯托斯。

← 上一节下一节 →

Τέλος δὲ ἓν ἐξέθετο χρῆσιν ἀρετῆς ἐν βίῳ τελείῳ. ἔφη δὲ καὶ τὴν εὐδαιμονίαν συμπλήρωμα ἐκ τριῶν ἀγαθῶν εἶναι· τῶν περὶ ψυχήν, ἃ δὴ καὶ πρῶτα τῇ δυνάμει καλεῖ· ἐκ δευτέρων δὲ τῶν περὶ σῶμα, ὑγιείας καὶ ἰσχύος καὶ κάλλους καὶ τῶν παραπλησίων· ἐκ τρίτων δὲ τῶν ἐκτός, πλούτου καὶ εὐγενείας καὶ δόξης καὶ τῶν ὁμοίων. τήν τε ἀρετὴν μὴ εἶναι αὐτάρκη πρὸς εὐδαιμονίαν· προσδεῖσθαι γὰρ τῶν τε περὶ σῶμα καὶ τῶν ἐκτὸς ἀγαθῶν, ὡς κακοδαιμονήσοντος τοῦ σοφοῦ1, κἂν ἐν πόνοις ᾖ κἂν ἐν πενίᾳ καὶ τοῖς ὁμοίοις. τὴν μέντοι κακίαν αὐτάρκη πρὸς κακοδαιμονίαν, κἂν ὅτι μάλιστα παρῇ αὐτῇ τὰ ἐκτὸς ἀγαθὰ καὶ τὰ περὶ σῶμα.

他将终极目的(目的)确立为唯一的:即在完全的生命中对德性的运用。他还说幸福是由三种善构成的圆满实现:即关乎灵魂的善(他因其效力而称其为第一位的善);第二是关乎身体的善,即健康、力量、美貌以及类似之物;第三是外在的善,即财富、高贵的门第、声誉以及类似之物。而德性对于幸福而言并非自足的;因为它还额外需要身体的和外在的善,理由是智者若处于劳苦之中,或处于贫困及类似境地,也将陷入不幸。然而恶德对于不幸而言则是自足的,纵使外在的善和身体的善极尽所能地伴随着它也是如此。

τάς τʼ ἀρετὰς ἔφη μὴ ἀντακολουθεῖν· ἐνδέχεσθαι γὰρ φρόνιμόν τινα καὶ ὁμοίως δίκαιον ὄντα ἀκόλαστον καὶ ἀκρατῆ εἶναι. ἔφη δὲ τὸν σοφὸν ἀπαθῆ μὲν μὴ εἶναι, μετριοπαθῆ δέ. Τήν τε φιλίαν ὡρίζετο ἰσότητα εὐνοίας ἀντιστρόφου· ταύτης δὲ τὴν μὲν εἶναι συγγενικήν, τὴν δὲ ἐρωτικήν, τὴν δὲ ξενικήν. εἶναι δὲ καὶ τὸν ἔρωτα μὴ μόνον συνουσίας, ἀλλὰ καὶ φιλοσοφίας. καὶ ἐρασθήσεσθαι δὲ τὸν σοφὸν καὶ πολιτεύσεσθαι, γαμήσειν τε μὴν καὶ βασιλεῖ συμβιώσεσθαι. βίων τε τριῶν ὄντων, θεωρητικοῦ, πρακτικοῦ, ἡδονικοῦ, τὸν θεωρητικὸν προέκρινεν. εὔχρηστα δὲ καὶ τὰ ἐγκύκλια μαθήματα πρὸς ἀρετῆς ἀνάληψιν.

他还说诸德性并不必然相互伴随;因为某人既明智又同样公正,却完全可能是放荡且不能自制的。他又说智者并非无激情的,而是适度保有激情的。 他将友爱定义为对等的相互善意;在这之中,一种是血亲的,一种是爱欲的,一种是宾客(结交)的。而且爱欲不仅关乎肉体结合,也关乎哲学(爱智慧)。智者也会坠入爱河,参与城邦政治,且必将结婚并与君王同处。在理论的、实践的与享乐的三种生活中,他优先选择了理论的生活。而通识教育的诸学科对于德性的获得也是大有裨益的。

Ἔν τε τοῖς φυσικοῖς αἰτιολογικώτατος πάντων ἐγένετο μάλιστα, ὥστε καὶ περὶ τῶν ἐλαχίστων τὰς αἰτίας ἀποδιδόναι· διόπερ καὶ οὐκ ὀλίγα βιβλία συνέγραψε φυσικῶν ὑπομνημάτων. τὸν δὲ θεὸν ἀσώματον ἀπέφαινε, καθὰ καὶ ὁ Πλάτων. διατείνειν δὲ αὐτοῦ τὴν πρόνοιαν μέχρι τῶν οὐρανίων καὶ εἶναι ἀκίνητον αὐτόν· τὰ δʼ ἐπίγεια κατὰ τὴν πρὸς ταῦτα συμπάθειαν οἰκονομεῖσθαι. εἶναι δὲ παρὰ τὰ τέτταρα στοιχεῖα καὶ ἄλλο πέμπτον, ἐξ οὗ τὰ αἰθέρια συνεστάναι. ἀλλοίαν δʼ αὐτοῦ τὴν κίνησιν εἶναι· κυκλοφορητικὴν γάρ. καὶ τὴν ψυχὴν δὲ ἀσώματον, ἐντελέχειαν οὖσαν τὴν πρώτην σώματος [γὰρ] φυσικοῦ καὶ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος2.

在自然学诸事务中,他最善于追究原因,以至于连极其微小的事物也能阐明其因;因此他撰著了为数不少的自然学札记著作。他表明神是非肉体(无形)的,正如柏拉图所认为的那样。神的眷顾延及天体所在的界域,神自身是不动的;而尘世之事则是根据与天体之物的感应(共感)而得到治理。在四元素之外还有另一第五元素,以太之物即由此构成。其运动形式是相异的,因为它是圆周运动。灵魂也是非肉体的,是潜在地具有生命的自然的且有器官的身体的第一现实态(隐得来希)。

λέγει δʼ ἐντελέχειαν, ἧς ἐστιν εἶδός τι ἀσώματον· διττὴ δʼ ἐστὶν αὕτη κατʼ αὐτόν. ἡ μὲν κατὰ δύναμιν, ὡς ἐν τῷ κηρῷ ὁ Ἑρμῆς ἐπιτηδειότητα ἔχοντι ἐπιδέξασθαι τοὺς χαρακτῆρας, καὶ ὁ ἐν τῷ χαλκῷ ἀνδριάς· καθʼ ἕξιν δὲ λέγεται ἐντελέχεια ἡ τοῦ συντετελεσμένου Ἑρμοῦ ἢ ἀνδριάντος. σώματος δὲ φυσικοῦ, ἐπεὶ τῶν σωμάτων τὰ μέν ἐστι χειρόκμητα, ὡς τὰ ὑπὸ τεχνιτῶν γινόμενα, οἷον πύργος, πλοῖον· τὰ δὲ ὑπὸ φύσεως, ὡς φυτὰ καὶ τὰ τῶν ζῴων. ὀργανικοῦ δὲ εἶπε, τουτέστι πρός τι κατεσκευασμένου, ὡς ἡ ὅρασις πρὸς τὸ ὁρᾶν καὶ ἡ ἀκοὴ πρὸς τὸ ἀκούειν· δυνάμει δὲ ζωὴν ἔχοντος, οἷον ἐν ἑαυτῷ.

他所称的现实态,具有某种非肉体的形式;依据他的看法,这是双重的。其一是在潜能意义上的,如同在具有接受轮廓之适应性的蜡中的赫尔墨斯像,以及青铜中的人像;而处于完成态的状态(品质)意义上的赫尔墨斯或人像,则被称为状态上的现实态。说它属于自然身体,是因为身体中一部分是手工造成的,如工匠所造之物,例如塔楼或船只;另一部分则是因自然而有的,例如植物和动物的身体。说它是有器官的,意即为了某种目的而被构造出来的,正如视觉是为了看见,听觉是为了听见;说它潜在地具有生命,意即在其自身之内拥有生命。

Τὸ δυνάμει δὲ διττόν, ἢ καθʼ ἕξιν ἢ κατʼ ἐνέργειαν· κατʼ ἐνέργειαν μέν, ὡς ὁ ἐγρηγορὼς λέγεται ψυχὴν ἔχειν· καθʼ ἕξιν δʼ, ὡς ὁ καθεύδων. ἵνʼ οὖν καὶ οὗτος ὑποπίπτῃ3, τὸ δυνάμει προσέθηκε. Πολλὰ δὲ καὶ ἄλλα περὶ πολλῶν ἀπεφήνατο, ἅπερ μακρὸν ἂν εἴη καταριθμεῖσθαι. τοῖς γὰρ ὅλοις φιλοπονώτατος ἐγένετο καὶ εὑρετικώτατος, ὡς δῆλον ἐκ τῶν προγεγραμμένων συγγραμμάτων, ἃ τὸν ἀριθμὸν ἐγγὺς ἥκει τῶν τετρακοσίων, τὰ ὅσα γε ἀναμφίλεκτα· πολλὰ γὰρ καὶ ἄλλα εἰς αὐτὸν ἀναφέρεται συγγράμματʼ αὐτοῦ καὶ ἀποφθέγματα, ἀγράφου φωνῆς εὐστοχήματα.

潜能也是双重的,或者作为状态(品质),或者作为现实活动;作为现实活动,正如醒着的人被说成拥有灵魂;作为状态,正如睡眠中的人。为了让这睡眠之人也被涵括在内,他便添加了潜在地这一词。 他还就许多论题发表了许多其他见解,若要一一列举将过于冗长。因为在整体上他是最为勤勉且最具创见之人,正如从前述著作中显而易见的,那些毫无争议的著作数目便已接近四百部;因为还有许多其他归于他名下的著作和箴言,即未载于文字之言说的精妙之语。

Γεγόνασι δὲ Ἀριστοτέλεις ὀκτώ· πρώτος αὐτὸς οὗτος· δεύτερος ὁ πολιτευσάμενος Ἀθήνησιν· οὗ καὶ δικανικοὶ φέρονται λόγοι χαρίεντες· τρίτος περὶ Ἰλιάδος πεπραγματευμένος· τέταρτος Σικελιώτης ῥήτωρ, πρὸς τὸν Ἰσοκράτους Πανηγυρικὸν ἀντιγεγραφώς· πέμπτος ὁ ἐπικληθεὶς Μῦθος, Αἰσχίνου τοῦ Σωκρατικοῦ γνώριμος· ἕκτος Κυρηναῖος, γεγραφὼς περὶ ποιητικῆς· ἕβδομος παιδοτρίβης, οὖ μέμνηται Ἀριστόξενος ἐν τῷ Πλάτωνος βίῳ· ὄγδοος, γραμματικὸς ἄσημος, οὗ φέρεται τέχνη περὶ πλεονασμοῦ. Τοῦ δὴ Σταγειρίτου γεγόνασι μὲν πολλοὶ γνώριμοι, διαφέρων δὲ μάλιστα Θεόφραστος, περὶ οὗ λεκτέον.

名叫亚里士多德的共有八人:第一位正是他本人;第二位是在雅典从政者,流传有其典雅的法庭演说辞;第三位是论述《伊利亚特》者;第四位是西西里修辞学家,曾写文章反驳伊索克拉底的《泛希腊集会辞》;第五位是被冠以神话绰号者,是苏格拉底学派埃斯基涅斯的门生;第六位是昔兰尼人,曾撰写关于诗论的著作;第七位是体育教练,阿里斯托克塞诺斯在《柏拉图传》中提及了他;第八位是无名的文法学家,流传有其关于繁复修辞(叠语)的技艺著作。 这位斯塔吉拉人有许多门徒,但其中最为杰出的当属泰奥弗拉斯托斯,关于他,我们接下来应当予以叙述。

语法注3 条
  1. 5.1.30ὡς κακοδαιμονήσοντος τοῦ σοφοῦ

    连词 ὡς 与属格绝对结构(τοῦ σοφοῦ κακοδαιμονήσοντος,含将来分词)连用,表示主语(亚里士多德)的主观判断与依据(“基于智者也会陷入不幸的理由”)。这构成了逍遥学派否定德性自足性的论据。

  2. 5.1.32ἐντελέχειαν οὖσαν τὴν πρώτην σώματος [γὰρ] φυσικοῦ καὶ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος

    引自亚里士多德《论灵魂》卷二第一章(412a27–b6)的著名定义。οὖσαν 为宾格 τὴν ψυχὴν 的述语分词。修饰 σώματος 的三个成分(1: φυσικοῦ“自然的”,2: ὀργανικοῦ“有器官的”,3: δυνάμει ζωὴν ἔχοντος“潜在具有生命的”分词短语)逐层限定 σώματος,其后在第33节中对这几个要点作出了逐一释义。

  3. 5.1.34ἵνʼ οὖν καὶ οὗτος ὑποπίπτῃ

    目的从句(ἵνα + 现在时虚拟式)。指示代词 οὗτος 指代前文的 ὁ καθεύδων(“睡眠者”)。说明在定义中添加 δυνάμει(“潜在地”)一词的目的,是为了将处于状态(品质)而非活动中的灵魂拥有者(如睡眠中的人)也涵盖在内。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:5.1.30-5.1.35