- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:5.1.8-5.1.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-26
本节收录了献给亚里士多德的颂歌结语及作者自作的短诗,引用阿波罗多洛斯等人记载的详细生卒年表,随后全文记录了他的遗嘱,内容涉及后见人指定以及对儿女和侍妾厄耳皮利斯的照料与财产分配。
" σοῖς δὲ πόθοις Ἀχιλεὺς Αἴας τʼ Ἀΐδαο δόμους ἦλθον· σᾶς δʼ ἕνεκεν φιλίου μορφᾶς καὶ Ἀταρνέος ἔντροφος ἀελίου χήρωσεν αὐγάς. τοιγὰρ ἀοίδιμος ἔργοις, ἀθάνατόν τε μιν αὐξήσουσι Μοῦσαι Μναμοσύνας θύγατρες, Διὸς ξενίου σέβας αὔξουσαι φιλίας τε γέρας βεβαίου." Ἔστι δʼ οὖν καὶ εἰς τοῦτον ἡμῶν οὕτως ἔχον· "Εὐρυμέδων ποτʼ ἔμελλεν Ἀριστοτέλην ἀσεβείας γράψασθαι Δηοῦς μύστιδος ὢν πρόπολος, ἀλλὰ πιὼν ἀκόνιτον ὑπέκφυγε· τοῦτʼ ἀκονιτὶ ἦν ἄρα νικῆσαι1 συκοφάσεις ἀδίκους."
“为了对你的渴望,阿喀琉斯与 埃阿斯走向了哈得斯的居所; 为了你可爱的容貌,阿塔尔纽斯哺育之人亦告别了太阳的光辉。 因此他的功业为人歌颂,缪斯们、 谟涅摩绪涅的女儿们将使他名垂不朽, 弘扬好客之神宙斯的尊严与坚贞友谊的赏赐。” 此外,我们亦有针对他作的一首诗,录文如下: “曾几何时,欧律墨冬身为秘仪女神德奥的仆役, 意图以不敬之罪控告亚里士多德, 但他服乌头草(阿科尼顿)逃脱了;这便是汗不沾尘(阿科尼蒂), 战胜了不公的诽谤陷害。”
Τοῦτον πρῶτον Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ λόγον δικανικὸν ὑπὲρ ἑαυτοῦ συγγράψαι φησὶν ἐπʼ αὐτῇ ταύτῃ τῇ δίκῃ καὶ λέγειν ὡς Ἀθήνησιν "ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, σῦκον δʼ ἐπὶ σύκῳ." Φησὶ δʼ Ἀπολλόδωρος ἐν Χρονικοῖς γεννηθῆναι μὲν αὐτὸν τῷ πρώτῳ ἔτει τῆς ἐνάτης καὶ ἐνενηκοστῆς Ὀλυμπιάδος, παραβαλεῖν δὲ Πλάτωνι καὶ διατρῖψαι παρʼ αὐτῷ εἴκοσιν ἔτη, ἑπτακαιδεκέτην συστάντα· καὶ εἴς τε Μυτιλήνην ἐλθεῖν ἐπʼ ἄρχοντος Εὐβούλου τῷ τετάρτῳ ἔτει τῆς ὀγδόης καὶ ἑκατοστῆς Ὀλυμπιάδος. Πλάτωνος δὲ τελευτήσαντος τῷ πρώτῳ ἔτει ἐπὶ Θεοφίλου, πρὸς Ἑρμίαν ἀπᾶραι καὶ μεῖναι ἔτη τρία·
法沃里努斯在《杂史》中说,亚里士多德正是针对这场诉讼,成为第一个为自己撰写辩护词的人,并说道在雅典“梨在梨上熟落,无花果在无花果上熟落。” 阿波罗多洛斯在《编年史》中记载,他出生于第九十九届奥林匹亚德的第一年,十七岁投身柏拉图门下,在其身边度过了二十年;在欧布鲁斯任执政官时、第一百零八届奥林匹亚德的第四年,他前往米提利尼。当柏拉图于提奥菲卢斯任执政官的第一年逝世后,他前往赫尔米亚斯处,停留了三年;
ἐπὶ Πυθοδότου δʼ ἐλθεῖν πρὸς Φίλιππον τῷ δευτέρῳ ἔτει τῆς ἐνάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, Ἀλεξάνδρου πεντεκαίδεκα ἔτη ἤδη γεγονότος. εἰς δʼ Ἀθήνας ἀφικέσθαι τῷ δευτέρῳ ἔτει τῆς ἑνδεκάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος καὶ ἐν Λυκείῳ σχολάσαι ἔτη τρία πρὸς τοῖς δέκα, εἶτʼ ἀπᾶραι εἰς Χαλκίδα τῷ τρίτῳ ἔτει τῆς τετάρτης καὶ δεκάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, καὶ τελευτῆσαι ἐτῶν τριῶν που καὶ ἑξήκοντα νόσῳ, ὅτε καὶ Δημοσθένην καταστρέψαι ἐν Καλαυρείᾳ, ἐπὶ Φιλοκλέους. λέγεται δὲ διὰ τὴν Καλλισθένους πρὸς Ἀλέξανδρον σύστασιν προσκροῦσαι τῷ βασιλεῖ· κἀκεῖνον ἐπὶ τῷ τοῦτον λυπῆσαι Ἀναξιμένην μὲν αὐξῆσαι, πέμψαι δὲ καὶ Ξενοκράτει δῶρα.
在皮托多图斯任执政官的第一百零九届奥林匹亚德第二年,他前往腓力处,当时亚历山大已年满十五岁。他在第一百一十一届奥林匹亚德的第二年到达雅典,在吕克昂执教十三年,随后在第一百一十四届奥林匹亚德的第三年退隐至哈尔基斯,在菲洛克利斯任执政官时,大约六十三岁因病逝世,当时德摩斯梯尼亦在卡拉乌里亚离世。据说,由于他曾向亚历山大引荐卡里斯提尼,从而触怒了国王;国王为了使他痛心,便提拔了阿那克西美尼,并向克塞诺克拉底赠送了礼物。
Ἀπέσκωψε δʼ εἰς αὐτὸν ἐπίγραμμα καὶ Θεόκριτος ὁ Χῖος, οὑτωσὶ ποιήσας, ὥς φησιν Ἀμβρύων ἐν τῷ Περὶ Θεοκρίτου· "Ἑρμίου εὐνούχου ἠδʼ Εὐβούλου ἅμα δούλου σῆμα κενὸν κενόφρων τεῦξεν Ἀριστοτέλης, 〈ὃς διὰ τὴν ἀκρατῆ γαστρὸς φύσιν εἵλετο ναίειν, ἀντʼ Ἀκαδημείας, Βορβόρου ἐν προχοαῖσ〉." ἀλλὰ καὶ Τίμων αὐτοῦ καθήψατο εἰπών· "οὐδʼ ἄρʼ Ἀριστοτέλους εἰκαιοσύνης ἀλεγεινῆς." Καὶ οὗτος μὲν ὁ βίος τοῦ φιλοσόφου. ἡμεῖς δὲ καὶ διαθήκαις αὐτοῦ περιετύχομεν, οὕτω πως ἐχούσαις· “Ἔσται μὲν εὖ· ἐὰν δέ τι συμβαίνῃ2, τάδε διέθετο Ἀριστοτέλης· ἐπίτροπον μὲν εἶναι πάντων καὶ διὰ παντὸς Ἀντίπατρον·
希俄斯的忒奥克里托斯亦作了一首题铭诗嘲弄他,正如安布律翁在《论忒奥克里托斯》中所载,诗文如下: “为太监赫尔米亚斯,亦即欧布鲁斯的奴隶, 心胸空洞的亚里士多德建造了一座空冢, 〈他因肠胃难以自制的本性,宁愿住在 泥泞之河(博尔博罗斯)的河口,而非学园。〉”此外,提蒙亦攻击他道: “亦非亚里士多德那令人痛苦的轻浮轻率。” 这位哲学家的生平大体如此。我们还见到了他的遗嘱,内容大致如下: “愿一切顺利;但若有不测发生,亚里士多德作如下安排:安提帕特担任一切事物的总后见人,且始终有效;
ἕως δʼ ἂν Νικάνωρ καταλάβῃ, ἐπιμελεῖσθαι Ἀριστομένην, Τίμαρχον, Ἵππαρχον, Διοτέλην, Θεόφραστον, ἐὰν βούληται καὶ ἐνδέχηται αὐτῷ, τῶν τε παιδίων καὶ Ἑρπυλλίδος καὶ τῶν καταλελειμμένων. καὶ ὅταν ὥρα ᾖ τῇ παιδί, ἐκδίδοσθαι αὐτὴν Νικάνορι· ἐὰν δὲ τῇ παιδὶ συμβῇ τι—ὃ μὴ γένοιτο οὐδὲ ἔσται—πρὸ τοῦ γήμασθαι ἢ ἐπειδὰν γήμηται, μήπω παιδίων ὄντων, Νικάνωρ κύριος ἔστω καὶ περὶ τοῦ παιδίου καὶ περὶ τῶν ἄλλων διοικεῖν ἀξίως καὶ αὑτοῦ καὶ ἡμῶν. ἐπιμελείσθω δὲ Νικάνωρ καὶ τῆς παιδὸς καὶ τοῦ παιδὸς Νικομάχου, ὅπως ἂν ἀξιοῖ τὰ περὶ αὐτῶν, ὡς καὶ πατὴρ ὢν καὶ ἀδελφός. ἐὰν δέ τι πρότερον συμβῇ Νικάνορι—ὃ μὴ γένοιτο—ἢ πρὸ τοῦ λαβεῖν τὴν παῖδα ἢ ἐπειδὰν λάβῃ, μήπω παιδίων ὄντων, ἐὰν μέν τι ἐκεῖνος τάξῃ, ταῦτα κύρια ἔστω·
在尼卡诺尔到来之前,由阿里斯托墨涅斯、蒂马库斯、希帕库斯、狄奥特勒斯以及忒奥弗拉斯托斯(若其愿意且条件允许)照料孩童们、厄耳皮利斯以及所遗留的财产。当女儿到了出嫁年龄时,将她许配给尼卡诺尔;若女儿在出嫁前,或出嫁后尚无子嗣之时遭遇不测——但愿不会发生,亦不会如此——尼卡诺尔有全权处理男孩之事及其他事务,其方式当无愧于他自身与我们双方。尼卡诺尔当同时照料女儿与男孩尼科马库斯,犹如既是父亲又是兄长一般,依其所当照料者妥善办理。若尼卡诺尔在此之前遭遇不测——但愿不会发生——无论在娶该女之前,还是在娶后尚无子嗣之时,若他留有任何吩咐,当以其为准;
ἐὰν δὲ βούληται Θεόφραστος εἶναι μετὰ τῆς παιδός, καθάπερ πρὸς Νικάνορα3· εἰ δὲ μή, τοὺς ἐπιτρόπους βουλευομένους μετʼ Ἀντιπάτρου καὶ περὶ τῆς παιδὸς καὶ περὶ τοῦ παιδίου διοικεῖν ὅπως ἂν αὐτοῖς δοκῇ ἄριστα εἶναι. ἐπιμελεῖσθαι δὲ τοὺς ἐπιτρόπους καὶ Νικάνορα μνησθέντας ἐμοῦ καὶ Ἑρπυλλίδος, ὅτι σπουδαία περὶ ἐμὲ ἐγένετο, τῶν τε ἄλλων καὶ ἐὰν βούληται ἄνδρα λαμβάνειν, ὅπως μὴ ἀναξίῳ ἡμῶν δοθῇ. δοῦναι δʼ αὐτῇ πρὸς τοῖς πρότερον δεδομένοις καὶ ἀργυρίου τάλαντον ἐκ τῶν καταλελειμμένων καὶ θεραπαίνας τρεῖς, 〈ἃσ〉 ἂν βούληται, καὶ τὴν παιδίσκην ἣν ἔχει καὶ παῖδα τὸν Πυρραῖον·
若忒奥弗拉斯托斯愿意与该女结合,则依尼卡诺尔之条款办理;若其不愿,后见人们当与安提帕特商议,就女孩与男孩之事做出他们认为最妥善的安排。后见人们与尼卡诺尔念及我与厄耳皮利斯对我的忠贞竭诚,在各方面照料她,若她愿另行择偶,切不可将她托付给配不上我们的人。除此前已给予之物外,当从留下的财产中再给她白银一塔兰同,并随其心愿挑选中意的三名女仆,以及她现有的侍女和来自皮拉的男童仆。”
- 5.1.8τοῦτʼ ἀκονιτὶ ἦν ἄρα νικῆσαι
前文“服乌头草(πιὼν ἀκόνιτον)”中的 ἀκόνιτον(乌头草)与副词 ἀκονιτί(不沾沙尘、毫不费力地)形成双关谐音(paronomasia)。句法上 τοῦτο ἦν νικῆσαι 意为“这便是战胜……”,不定式 νικῆσαι 充当系动词 ἦν 的表语补足语。
- 5.1.11Ἔσται μὲν εὖ· ἐὰν δέ τι συμβαίνῃ
古希腊遗嘱(διαθῆκαι)中典型的祈福与委婉开首套语:“愿万事吉祥(ἔσται μὲν εὖ);但若有意外发生(ἐὰν δέ τι συμβαίνῃ,对死亡的委婉说法)……”。
- 5.1.13καθάπερ πρὸς Νικάνορα
省略谓语动词的简缩结构,意为“如对待尼卡诺尔那样”(可补出 ἔστω 或 γινέσθω,即“如同与尼卡诺尔约定的条款一样执行”)。
