- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:5.1.14-5.1.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-26
本段记述了亚里士多德遗嘱的后半部分(房产分配、奴隶的释放与安置、造像奉纳及亡妻合葬等),随后记载了关于其生活怪癖的传闻以及一系列著名的格言与轶事。
καὶ ἐὰν μὲν ἐν Χαλκίδι βούληται οἰκεῖν, τὸν ξενῶνα τὸν πρὸς τῷ κήπῳ· ἐὰν δὲ ἐν Σταγείροις, τὴν πατρῴαν οἰκίαν1. ὁποτέραν δʼ ἂν τούτων βούληται, κατασκευάσαι τοὺς ἐπιτρόπους σκεύεσιν οἷς ἂν δοκῇ κἀκείνοις καλῶς ἔχειν καὶ Ἑρπυλλίδι ἱκανῶς. ἐπιμελείσθω δὲ Νικάνωρ καὶ Μύρμηκος τοῦ παιδίου, ὅπως ἂν ἀξίως ἡμῶν τοῖς ἰδίοις ἐπικομισθῇ σὺν τοῖς ὑπάρχουσιν ἃ εἰλήφαμεν αὐτοῦ. εἶναι δὲ καὶ Ἀμβρακίδα ἐλευθέραν καὶ δοῦναι αὐτῇ, ὅταν ἡ παῖς ἐκδοθῇ, πεντακοσίας δραχμὰς καὶ τὴν παιδίσκην ἣν ἔχει. δοῦναι δὲ καὶ Θαλῇ πρὸς τῇ παιδίσκῃ ἣν ἔχει, τῇ ὠνηθείσῃ, χιλίας δραχμὰς καὶ παιδίσκην·
若她愿居住在哈尔基斯,则将临近花园的客舍拨给她;若愿居住在斯塔吉拉,则将祖传房屋拨给她。无论她选择其中哪一处,后见人们当置办他们认为妥善且足以令厄耳皮利斯满意的器具器物。尼卡诺尔亦当照料男童米尔梅克斯,以便以无愧于我们的方式,将其连同我们所收存的属于他的财物一并送交其族人。此外,当释安布拉基斯为自由身,并在女儿出嫁时,赠予她五百德拉克马以及她现有的侍女。亦当在泰勒斯现有的、买来的侍女之外,再赠予他一千德拉克马和一名侍女;
καὶ Σίμωνι χωρὶς τοῦ πρότερον ἀργυρίου αὐτῷ 〈δοθέντοσ〉 εἰς παῖδʼ ἄλλον, ἢ παῖδα πρίασθαι ἢ ἀργύριον ἐπιδοῦναι. Τύχωνα δʼ ἐλεύθερον εἶναι, ὅταν ἡ παῖς ἐκδοθῇ, καὶ Φίλωνα καὶ Ὀλύμπιον καὶ τὸ παιδίον αὐτοῦ. μὴ πωλεῖν δὲ τῶν παίδων μηδένα τῶν ἐμὲ θεραπευόντων, ἀλλὰ χρῆσθαι αὐτοῖς· ὅταν δʼ ἐν ἡλικίᾳ γένωνται, ἐλευθέρους ἀφεῖναι κατʼ ἀξίαν. ἐπιμελεῖσθαι δὲ καὶ τῶν ἐκδεδομένων εἰκόνων παρὰ Γρυλλίωνα, ὅπως ἐπιτελεσθεῖσαι ἀνατεθῶσιν, ἥ τε Νικάνορος καὶ ἡ Προξένου, ἣν διενοούμην ἐκδοῦναι, καὶ ἡ τῆς μητρὸς τῆς Νικάνορος· καὶ τὴν Ἀριμνήστου τὴν πεποιημένην ἀναθεῖναι, ὅπως μνημεῖον αὐτοῦ ᾖ, ἐπειδὴ ἄπαις ἐτελεύτησε·
对西蒙,除了此前为另买男童仆而已给他的钱款外,当要么为他购买一名童仆,要么追加钱款。在女儿出嫁时,当释蒂孔为自由身,菲隆、奥林匹奥斯及其幼子亦然。服侍过我的仆人一概不得变卖,而当继续使用;及至他们成年之时,当按其功劳释放为自由人。亦当照料向格律利翁订制的肖像,以便在完工后予以奉纳:即尼卡诺尔的肖像、我原打算订制的普罗克塞诺斯的肖像,以及尼卡诺尔之母的肖像;并奉纳已制成的阿里姆涅斯托斯的肖像,以便作为其纪念,因他死时膝下无子;
καὶ 〈τὴν〉 τῆς μητρὸς τῆς ἡμετέρας τῇ Δήμητρι ἀναθεῖναι εἰς Νεμέαν ἢ ὅπου ἂν δοκῇ. ὅπου δʼ ἂν ποιῶνται τὴν ταφήν, ἐνταῦθα καὶ τὰ Πυθιάδος ὀστᾶ ἀνελόντας θεῖναι, ὥσπερ αὐτὴ προσέταξεν· ἀναθεῖναι δὲ καὶ Νικάνορα σωθέντα, ἣν εὐχὴν ὑπὲρ αὐτοῦ ηὐξάμην, ζῷα λίθινα τετραπήχη2 Διὶ σωτῆρι καὶ Ἀθηνᾷ σωτείρᾳ ἐν Σταγείροις. Τοῦτον ἴσχουσιν αὐτῷ αἱ διαθῆκαι τὸν τρόπον. λέγεται δὲ καὶ λοπάδας αὐτοῦ πλείστας εὑρῆσθαι· καὶ Λύκωνα λέγειν ὡς ἐν πυέλῳ θερμοῦ ἐλαίου λούοιτο καὶ τοὔλαιον διαπωλοῖτο. ἔνιοι δὲ καὶ ἀσκίον θερμοῦ ἐλαίου ἐπιτιθέναι αὐτὸν τῷ στομάχῳ φασί· καὶ ὁπότε κοιμῷτο, σφαῖραν χαλκῆν βάλλεσθαι αὐτῷ εἰς τὴν χεῖρα λεκάνης ὑποκειμένης, ἵνʼ ἐκπεσούσης τῆς σφαίρας εἰς τὴν λεκάνην ὑπὸ τοῦ ψόφου ἐξέγροιτο.
亦当在涅墨亚或认为适宜之处,将我们母亲的像奉纳给德墨忒尔。无论在何处安葬我,亦当起出皮提亚斯的遗骨安放于该处,正如她生前所吩咐的那样;当尼卡诺尔平安归来时,当照我在斯塔吉拉为他所许下的誓愿,向救主宙斯与救主阿典娜奉纳四肘高的石雕神像。” 他的遗嘱内容大体如此。据说在留存的器物中发现了他极多的浅盘;吕孔说他常在热油盆中沐浴,并把油转卖出去。有些人还说他常把盛有热油的皮囊敷在胃上;每逢入睡时,便将铜球握在手中,下方放置铜盆,以便铜球落入盆中时,能因响声而惊醒。
Ἀναφέρεται δʼ εἰς αὐτὸν καὶ ἀποφθέγματα κάλλιστα ταυτί. ἐρωτηθεὶς τί περιγίνεται κέρδος τοῖς ψευδομένοις, ὅταν, ἔφη, λέγωσιν ἀληθῆ, μὴ πιστεύεσθαι. ὀνειδιζόμενός ποτε ὅτι πονηρῷ ἀνθρώπῳ ἐλεημοσύνην ἔδωκεν, οὐ τὸν τρόπον, εἶπεν, ἀλλὰ τὸν ἄνθρωπον ἠλέησα. συνεχὲς εἰώθει λέγειν πρός τε τοὺς φίλους καὶ τοὺς φοιτῶντας αὐτῷ, ἔνθα ἂν καὶ ὅπου διατρίβων ἔτυχεν, ὡς ἡ μὲν ὅρασις ἀπὸ τοῦ περιέχοντος [ἀέρος] λαμβάνει τὸ φῶς, ἡ δὲ ψυχὴ ἀπὸ τῶν μαθημάτων. πολλάκις δὲ καὶ ἀποτεινόμενος τοὺς Ἀθηναίους ἔφασκεν εὑρηκέναι πυροὺς καὶ νόμους· ἀλλὰ πυροῖς μὲν χρῆσθαι, νόμοις δὲ μή.
归于他名下的格言中,极精彩者有如下数条。当被问及说谎者能得到什么好处时,他说: “即便他们说真话,亦无人相信。” 某次因施舍给一个恶人而受到责备时,他说: “我怜悯的不是他的品行,而是这个人。” 无论身在何处驻留,他常对朋友与从学者说道:“视觉从周围的空气中汲取光芒,心灵则从学问中汲取光芒。”他还屡屡向雅典人谈到,雅典人发明了小麦与法律,“然而他们吃着小麦,却不用法律。”
Τῆς παιδείας ἔφη τὰς μὲν ῥίζας εἶναι πικράς, τὸν δὲ καρπὸν γλυκύν. ἐρωτηθεὶς τί γηράσκει ταχύ, χάρις, ἔφη. ἐρωτηθεὶς τί ἐστιν ἐλπίς, ἐγρηγορότος, εἶπεν, ἐνύπνιον. Διογένους ἰσχάδʼ αὐτῷ διδόντος νοήσας ὅτι, εἰ μὴ λάβοι, χρείαν εἴη μεμελετηκώς3, λαβὼν ἔφη Διογένην μετὰ τῆς χρείας καὶ τὴν ἰσχάδα ἀπολωλεκέναι· πάλιν τε διδόντος λαβὼν καὶ μετεωρίσας ὡς τὰ παιδία εἰπών τε μέγας Διογένης, ἀπέδωκεν αὐτῷ. τριῶν ἔφη δεῖν παιδείᾳ, φύσεως, μαθήσεως, ἀσκήσεως. ἀκούσας ὑπό τινος λοιδορεῖσθαι, ἀπόντα με, ἔφη, καὶ μαστιγούτω. τὸ κάλλος παντὸς ἔλεγεν ἐπιστολίου συστατικώτερον.
他说教育的根是苦的,但其果实是甜的。当被问及何物衰老得最快时,他说: “恩义(感激之情)。” 当被问及希望为何物时,他说: “清醒者的梦。” 第欧根尼给他递干无花果时,他察觉到若自己不接,对方已备好了警句发难,于是接过无花果并说,第欧根尼不仅失了无花果,连警句也落了空;当对方再次递来时,他接过来并像孩童般高高举起,说道: “伟大的第欧根尼”,随即还给了他。他说教育需要三件事:天赋、学习与操练。听闻有人在背后辱骂他,他说: “我不在场时,哪怕他鞭打我也随他。” 他说容貌的美丽比任何荐信都更具引荐之力。
οἱ δὲ οὕτω μὲν Διογένην φασὶν ὁρίσασθαι, αὐτὸν δὲ θεοῦ δῶρον εἰπεῖν εὐμορφίαν· Σωκράτην δὲ ὀλιγοχρόνιον τυραννίδα· Πλάτωνα προτέρημα φύσεως· Θεόφραστον σιωπῶσαν ἀπάτην· Θεόκριτον ἐλεφαντίνην ζημίαν· Καρνεάδην ἀδορυφόρητον βασιλείαν. ἐρωτηθεὶς τίνι διαφέρουσιν οἱ πεπαιδευμένοι τῶν ἀπαιδεύτων, ὅσῳ, εἶπεν, οἱ ζῶντες τῶν τεθνεώτων. τὴν παιδείαν ἔλεγεν ἐν μὲν ταῖς εὐτυχίαις εἶναι κόσμον, ἐν δὲ ταῖς ἀτυχίαις καταφυγήν. τῶν γονέων τοὺς παιδεύσαντας ἐντιμοτέρους εἶναι τῶν μόνον γεννησάντων· τοὺς μὲν γὰρ τὸ ζῆν, τοὺς δὲ τὸ καλῶς ζῆν παρασχέσθαι. πρὸς τὸν καυχώμενον ὡς ἀπὸ μεγάλης πόλεως εἴη, οὐ τοῦτο, ἔφη, δεῖ σκοπεῖν, ἀλλʼ ὅστις μεγάλης πατρίδος ἄξιός ἐστιν.
亦有人说这样下定义的是第欧根尼,亚里士多德自己则称形貌之美是神赐的礼物;苏格拉底称其为短暂的僭主统治;柏拉图称其为天资的优越;忒奥弗拉斯托斯称其为无声的欺骗;忒奥克里托斯称其为象牙的损耗;卡尔涅阿德斯称其为无亲兵的王权。当被问及受过教育者与未受教育者有何区别时,他说: “活人与死人相差几何,他们便相差几何。” 他说教育在顺境中是装饰,在逆境中是避难所。在父母之中,施以教育的父母比仅给予生命的父母更当受尊敬,因后者仅提供了生存,前者却提供了善生。面对夸耀自己来自大邦的人,他说: “不当看此点,而当看其人是否配得上伟大的祖国。”
- 5.1.14τὸν ξενῶνα τὸν πρὸς τῷ κήπῳ· ἐὰν δὲ ἐν Σταγείροις, τὴν πατρῴαν οἰκίαν
承前省略结构,承接上一段末尾(§5.1.13)的动词不定式δοῦναι(给予)。宾格名词短语(τὸν ξενῶνα与τὴν πατρῴαν οἰκίαν)为其直接宾语。
- 5.1.16ἀναθεῖναι δὲ καὶ Νικάνορα σωθέντα, ἣν εὐχὴν ὑπὲρ αὐτοῦ ηὐξάμην, ζῷα λίθινα τετραπήχη
带宾格的动词不定式结构。Νικάνορα σωθέντα(平安归来的尼卡诺尔)是不定式ἀναθεῖναι的逻辑主语,而ζῷα λίθινα τετραπήχη(四肘高的石雕神像)为其直接宾语。关系从句ἣν εὐχὴν... ηὐξάμην(我为他许下的誓愿)将先行词εὐχήν纳入了关系从句内部。
- 5.1.18χρείαν εἴη μεμελετηκώς
间接引语从句中的斜相祈愿语气(optativus obliquus)。名词χρεία除日常的“需要/用途”外,亦是修辞学与哲学中指称“机智警句/当意即妙的轶事”的专门术语,亚里士多德在此正是利用该词的双关回应第欧根尼。
