- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:5.1.1-5.1.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-26
本节记述了亚里士多德的家系、容貌特征、脱离柏拉图学园及在吕克昂创立漫步学派的过程,随后叙述了他与赫尔米亚斯的关系、在马其顿教导亚历山大、弟子卡里斯提尼的遭遇、晚年因不敬神指控出走及去世,并引用了他为悼念赫尔米亚斯所作的德性颂歌。
Ἀριστοτέλης Νικομάχου καὶ Φαιστίδος Σταγειρίτης. ὁ δὲ Νικόμαχος ἦν ἀπὸ Νικομάχου τοῦ Μαχάονος τοῦ Ἀσκληπιοῦ, καθά φησιν Ἕρμιππος ἐν τῷ Περὶ Ἀριστοτέλους· καὶ συνεβίω Ἀμύντᾳ τῷ Μακεδόνων βασιλεῖ ἰατροῦ καὶ φίλου χρείᾳ. οὗτος γνησιώτατος τῶν Πλάτωνος μαθητῶν, τραυλὸς τὴν φωνήν, ὥς φησι Τιμόθεος ὁ Ἀθηναῖος ἐν τῷ Περὶ βίων· ἀλλὰ καὶ ἰσχνοσκελής, φασίν, ἦν καὶ μικρόμματος ἐσθῆτί τʼ ἐπισήμῳ χρώμενος καὶ δακτυλίοις καὶ κουρᾷ. ἔσχε δὲ καὶ υἱὸν Νικόμαχον ἐξ Ἑρπυλλίδος τῆς παλλακῆς, ὥς φησι Τίμαιος.
亚里士多德是尼科马库斯与法埃斯蒂斯之子,斯塔吉拉人。尼科马库斯则是阿斯克勒庇俄斯之子玛卡翁之子尼科马库斯的后裔,正如赫尔米普斯在《论亚里士多德》中所言;他曾以医生兼友人的身份与马其顿国王阿明塔斯同住。亚里士多德是柏拉图门下最正统的弟子,口齿微讷,正如雅典的提摩泰乌斯在《论诸生平》中所说;但人们也说,他腿细、眼小,衣着显眼,喜戴戒指并修剪发型。正如提麦奥斯所言,他还与妾厄耳皮利斯生有一子尼科马库斯。
Ἀπέστη δὲ Πλάτωνος ἔτι περιόντος· ὥστε φασὶν ἐκεῖνον εἰπεῖν, Ἀριστοτέλης ἡμᾶς ἀπελάκτισε, καθαπερεὶ τὰ πωλάρια γεννηθέντα τὴν μητέρα. φησὶ δʼ Ἕρμιππος ἐν τοῖς Βίοις ὅτι πρεσβεύοντος αὐτοῦ πρὸς Φίλιππον ὑπὲρ Ἀθηναίων σχολάρχης ἐγένετο τῆς ἐν Ἀκαδημείᾳ σχολῆς Ξενοκράτης· ἐλθόντα δὴ αὐτὸν καὶ θεασάμενον ὑπʼ ἄλλῳ τὴν σχολήν, ἑλέσθαι περίπατον1 τὸν ἐν Λυκείῳ καὶ μέχρι μὲν ἀλείμματος ἀνακάμπτοντα τοῖς μαθηταῖς συμφιλοσοφεῖν· ὅθεν περιπατητικὸν προσαγορευθῆναι. οἱ δʼ, ὅτι ἐκ νόσου περιπατοῦντι Ἀλεξάνδρῳ συμπαρὼν διελέγετο ἄττα.
他趁柏拉图尚在人世时便脱离了学园;因此据说柏拉图曾说: “亚里士多德踢开了我们,就像刚出生的小马驹踢母亲一样。” 赫尔米普斯在《诸生平》中记载,当亚里士多德代表雅典人出使腓力时,克塞诺克拉底成了学园的学园长;亚里士多德归来后,见学园归于他人掌管,便选择了吕克昂的漫步道(佩里帕托斯),直到涂油场往返走动,与弟子们一同探究哲学;因此被称为“漫步派(佩里帕托斯派)”。另有人说,是因为他曾陪同病后散步的亚历山大,并与他交谈种种事情之故。
Ἐπειδὴ δὲ πλείους ἐγένοντο ἤδη, καὶ ἐκάθισεν εἰπών· "αἰσχρὸν σιωπᾶν, Ξενοκράτην δʼ ἐᾶν λέγειν." καὶ πρὸς θέσιν συνεγύμναζε τοὺς μαθητάς, ἅμα καὶ ῥητορικῶς ἐπασκῶν. ἔπειτα μέντοι ἀπῆρε πρὸς Ἑρμίαν τὸν εὐνοῦχον, Ἀταρνέως ὄντα τύραννον· ὃν οἱ μέν φασι παιδικὰ γενέσθαι αὐτοῦ, οἱ δὲ καὶ κηδεῦσαι αὐτῷ δόντα τὴν θυγατέρα ἢ ἀδελφιδῆν, ὥς φησι Δημήτριος ὁ Μάγνης ἐν τοῖς Περὶ ὁμωνύμων ποιητῶν τε καὶ συγγραφέων· ὃς καὶ δοῦλον Εὐβούλου φησὶ γενέσθαι τὸν Ἑρμίαν, γένει Βιθυνὸν ὄντα καὶ τὸν δεσπότην ἀνελόντα. Ἀρίστιππος δʼ ἐν τῷ πρώτῳ Περὶ παλαιᾶς τρυφῆς φησιν ἐρασθῆναι τὸν Ἀριστοτέλην παλλακίδος τοῦ Ἑρμίου.
及至弟子日渐增多,他便坐下来说道: “保持沉默而任由克塞诺克拉底讲演,实属可耻。” 他不仅让弟子们围绕论题进行辩论演练,同时也进行修辞方面的训练。然而随后他便动身前往阿塔尔纽斯的僭主、太监赫尔米亚斯那里;有人说赫尔米亚斯曾是他的娈童,也有人说赫尔米亚斯甚至通过将女儿或侄女许配给他而与之结为姻亲,正如马格内西亚的德米特里在《论同名诗人与作家》中所载;这位德米特里还说赫尔米亚斯原是欧布鲁斯的奴隶,出身比提尼亚,并杀害了其主人。而阿里斯提普斯在《论古代奢华》第一卷中则称,亚里士多德爱上了赫尔米亚斯的一名侍妾。
τοῦ δὲ συγχωρήσαντος ἔγημέ τʼ αὐτὴν καὶ ἔθυεν ὑπερχαίρων τῷ γυναίῳ, ὡς Ἀθηναῖοι τῇ Ἐλευσινίᾳ Δήμητρι· τῷ τε Ἑρμίᾳ παιᾶνα ἔγραψεν, ὃς ἔνδον γέγραπται. ἐντεῦθέν τε γενέσθαι ἐν Μακεδονίᾳ παρὰ Φιλίππῳ καὶ λαβεῖν μαθητὴν παρʼ αὐτοῦ τὸν υἱὸν Ἀλέξανδρον, καὶ αἰτῆσαι ἀναστῆσαι αὐτοῦ τὴν πατρίδα κατασκαφεῖσαν ὑπὸ Φιλίππου καὶ τυχεῖν· οἷς καὶ νόμους θεῖναι2. ἀλλὰ καὶ ἐν τῇ σχολῇ νομοθετεῖν μιμούμενον Ξενοκράτην, ὥστε κατὰ δέκα ἡμέρας ἄρχοντα ποιεῖν. ἐπειδὴ δʼ ἐδόκει ἐπιεικῶς αὐτῷ συγγεγενῆσθαι Ἀλεξάνδρῳ, ἀπῆρεν εἰς Ἀθήνας, συστήσας αὐτῷ τὸν συγγενῆ Καλλισθένην τὸν Ὀλύνθιον·
经赫尔米亚斯同意,他娶了她为妻,并为得此小妇欣喜若狂,如同雅典人祭祀埃琉西斯的德墨忒尔那样为她献祭;他还为赫尔米亚斯作了一首赞美诗(佩安),诗文录于后。此后他前往马其顿的腓力处,接受其子亚历山大为弟子;他请求重建被腓力夷平的故乡,并获准应允;他还为乡民们制定了法律。此外,他还在学园中效仿克塞诺克拉底制定规章,每十天推选一位学园长。当他觉得与亚历山大相处已足,便动身返回雅典,并向亚历山大引荐了自己的亲属奥林索斯的卡里斯提尼;
ὃν καὶ παρρησιαστικώτερον λαλοῦντα τῷ βασιλεῖ καὶ μὴ πειθόμενον αὐτῷ φασιν ἐπιπλήξαντα εἰπεῖν3· "ὠκύμορος δή μοι, τέκος, ἔσσεαι, οἷʼ ἀγορεύεις." καὶ δὴ καὶ ἐγένετο. δόξας γὰρ Ἑρμολάῳ συμμετεσχηκέναι τῆς εἰς Ἀλέξανδρον ἐπιβουλῆς ἐν σιδηρᾷ περιήγετο γαλεάγρᾳ, φθειριῶν καὶ ἀκόμιστος· καὶ τέλος λέοντι παραβληθείς, οὕτω κατέστρεψεν. Ὁ δʼ οὖν Ἀριστοτέλης ἐλθὼν εἰς τὰς Ἀθήνας καὶ τρία πρὸς τοῖς δέκα τῆς σχολῆς ἀφηγησάμενος ἔτη ὑπεξῆλθεν εἰς Χαλκίδα, Εὐρυμέδοντος αὐτὸν τοῦ ἱεροφάντου δίκην ἀσεβείας γραψαμένου, ἢ Δημοφίλου, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, ἐπειδήπερ τὸν ὕμνον ἐποίησεν εἰς τὸν
据说当卡里斯提尼对国王说话过于直率且不听劝告时,亚里士多德斥责他道: “吾儿,按你如此言说,必将早夭于我。” 事实果然如此。因为他被认为同赫尔莫拉乌斯一同参与了针对亚历山大的密谋,被关在铁笼中游街示众,满身生虱且无人照料;最终被抛给狮子,就此丧命。 亚里士多德来到雅典主持学园十三年,随后退隐至哈尔基斯,因为司祭欧律墨冬,或者如法沃里努斯在《杂史》中所说是德摩斐卢斯,以不敬神罪对他提起诉讼,理由是他不仅为
προειρημένον Ἑρμίαν, ἀλλὰ καὶ ἐπίγραμμα ἐπὶ τοῦ ἐν Δελφοῖς ἀνδριάντος τοιοῦτον· "τόνδε ποτʼ οὐχ ὁσίως παραβὰς μακάρων θέμιν ἁγνὴν ἔκτεινεν Περσῶν τοξοφόρων βασιλεύς, οὐ φανερῶς λόγχῃ φονίοις ἐν ἀγῶσι κρατήσας, ἀλλʼ ἀνδρὸς πίστει χρησάμενος δολίου." Ἐνταῦθα δὴ πιὼν ἀκόνιτον ἐτελεύτησεν, ὥς φησιν Εὔμηλος ἐν τῇ πέμπτῃ τῶν Ἱστοριῶν, βιοὺς ἔτη ἑβδομήκοντα. ὁ δʼ αὐτός φησιν αὐτὸν καὶ Πλάτωνι τριακοντούτην συστῆναι, διαπίπτων· βεβίωκε γὰρ τρία μὲν πρὸς τοῖς ἑξήκοντα, Πλάτωνι δὲ ἑπτακαιδεκέτης συνέστη. Ὁ δὲ ὕμνος ἔχει τοῦτον τὸν τρόπον·
前述的赫尔米亚斯作了颂歌,还在德尔斐的雕像上题刻了如下的铭文: “曾几何时,背弓的波斯王不敬神明, 践踏福佑诸神的圣洁天理,将此人杀害, 并非在喋血的争斗中公然以枪矛取胜, 而是凭借奸诈之徒的誓信。” 欧墨卢斯在《历史》第五卷中记载,他便是在那里服乌头草自尽,享年七十岁。此人还说他三十岁时结识柏拉图,这却是错误的;因为他共活了六十三岁,且在十七岁时便从学于柏拉图。 那首颂歌的形式如下:
"ἀρετά, πολύμοχθε γένει βροτείῳ, θήραμα κάλλιστον βίῳ, σᾶς πέρι, παρθένε, μορφᾶς4 καὶ θανεῖν ζαλωτὸς ἐν Ἑλλάδι πότμος καὶ πόνους τλῆναι μαλεροὺς ἀκάμαντας· τοῖον ἐπὶ φρένα βάλλεις κάρτος ἀθάνατον χρυσοῦ τε κρεῖσσον καὶ γονέων μαλακαυγήτοιό θʼ ὕπνου. σεῦ δʼ ἕνεχʼ οὑκ Διὸς Ἡρακλέης Λήδας τε κοῦροι πόλλʼ ἀνέτλασαν ἔργοις σὰν ἀγρεύοντες δύναμιν."
“德性啊,让凡人历尽艰辛, 一生中最崇高的猎获, 贞女啊,为了你的容貌, 在希腊纵使赴死亦是为人欣羡的命运, 忍受酷烈不倦的劳苦亦然; 你向灵魂注入了如此不朽的力量, 胜过黄金与双亲, 胜过目光柔和的酣眠。 为了你,宙斯之子赫拉克勒斯与勒达诸子 在功业中历尽千辛万苦, 追猎着你的威能。”
- 5.1.2ἐλθόντα δὴ αὐτὸν καὶ θεασάμενον ὑπʼ ἄλλῳ τὴν σχολήν, ἑλέσθαι περίπατον
由 φησὶ Ἕρμιππος 引出的间接引语中的带不定式结构(宾格加不定式)。分词 ἐλθόντα 与 θεασάμενον 与不定式 ἑλέσθαι 的逻辑主语 αὐτόν 保持同格一致。介词短语 ὑπʼ ἄλλῳ 表示“在他人掌管之下”。
- 5.1.4οἷς καὶ νόμους θεῖναι
关系代名词 οἷς 是意义一致(constructio ad sensum)的复数形式,其先行词由前文单数名词 πατρίδα(故乡)引申出的居民(斯塔吉拉人)。不定式 θεῖναι 延续前文传记叙述中的间接引语。不定式结构。
- 5.1.5ὃν καὶ παρρησιαστικώτερον λαλοῦντα τῷ βασιλεῖ καὶ μὴ πειθόμενον αὐτῷ φασιν ἐπιπλήξαντα εἰπεῖν
关系代词 ὃν 指代卡里斯提尼,与分词 λαλοῦντα 和 μὴ πειθόμενον 一同表示被训斥的对象。在主动词 φασιν(他们说)之下,不定式 εἰπεῖν 的逻辑主语省略了亚里士多德,而分词 ἐπιπλήξαντα 作为主语宾格修饰该省略主语(即“据说亚里士多德训斥他道”)。
- 5.1.7σᾶς πέρι, παρθένε, μορφᾶς
介词 πέρι 属于介词后置(anastrophe)用法,置于其属格补足语 σᾶς μορφᾶς(为了你的形貌)之后,因而重音前移(περί → πέρι)。词形带有诗歌及多立斯方言色彩(σᾶς 代替 σῆς),呼格 παρθένε 称呼拟人化的美德(ἀρετή)。
