- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:5.1.25-5.1.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-26
亚里士多德著作目录至此收尾(包括自然学、城邦政体、书信及诗歌等)并统计了全书总行数,随后概述了其哲学体系的两大分支(实践与理论哲学)、逻辑学作为工具的作用以及真理的判定标准。
Συναγωγῆς α′ β′. Περὶ φύσεως α′ β′ γ′. Φυσικὸν α′. Περὶ τῆς Ἀρχυτείου φιλοσοφίας α′ β′ γ′. Περὶ τῆς Σπευσίππου καὶ Ξενοκράτους α′. Τὰ ἐκ τοῦ Τιμαίου καὶ τῶν Ἀρχυτείων α′. Πρὸς τὰ Μελίσσου α′. Πρὸς τὰ Ἀλκμαίωνος α′. Πρὸς τοὺς Πυθαγορείους α′. Πρὸς τὰ Γοργίου α′. Πρὸς τὰ Ξενοφάνους α′. Πρὸς τὰ Ζήνωνος α′. Περὶ τῶν Πυθαγορείων α′. Περὶ ζῴων α′ β′ γ′ δ′ ε′ σ′ ζ′ η′ θ′. Ἀνατομῶν α′ β′ γ′ δ′ ε′ σ′ ζ′ η′. Ἐκλογὴ ἀνατομῶν α′. Ὑπὲρ τῶν συνθέτων ζῴων α′. Ὑπὲρ τῶν μυθολογουμένων ζῴων α′. Ὑπὲρ τοῦ μὴ γεννᾶν α′. Περὶ φυτῶν α′ β′. Φυσιογνωμονικὸν α′. Ἰατρικὰ β′. Περὶ μονάδος α′.
《集成》一、二卷《论自然》一、二、三卷《自然学论考》一卷《论阿尔库塔斯的哲学》一、二、三卷《论斯派西波与色诺克拉底的哲学》一卷《蒂迈欧篇及阿尔库塔斯著作摘抄》一卷《驳梅利索斯著作》一卷《驳阿尔克迈翁著作》一卷《驳毕达哥拉斯学派》一卷《驳高尔吉亚著作》一卷《驳色诺芬尼著作》一卷《驳芝诺著作》一卷《论毕达哥拉斯学派》一卷《动物志》一、二、三、四、五、六、七、八、九卷《解剖学》一、二、三、四、五、六、七、八卷《解剖选集》一卷《论复合动物》一卷《论神话中的动物》一卷《论不育》一卷《论植物》一、二卷《相面术论考》一卷《医学著作》二卷《论单子》一卷
Σημεῖα χειμώνων α′. Ἀστρονομικὸν α′. Ὀπτικὸν α′. Περὶ κινήσεως α′. Περὶ μουσικῆς α′. Μνημονικὸν α′. Ἀπορημάτων Ὁμηρικῶν α′ β′ γ′ δ′ ε′ σ′. Ποιητικὰ α′. Φυσικῶν κατὰ στοιχεῖον ληʼ. Ἐπιτεθεαμένων προβλημάτων α′ β′. Ἐγκυκλίων α′ β′. Μηχανικὸν α′. Προβλήματα ἐκ τῶν Δημοκρίτου β′. Περὶ τῆς λίθου α′. Παραβολαὶ α′. Ἄτακτα ιβʼ. Ἐξηγημένα κατὰ γένος ιδʼ. Δικαιώματα α′. Ὀλυμπιονῖκαι α′. Πυθιονῖκαι 〈αʼ. Περὶ〉 μουσικῆς α′. Πυθικὸς α′. Πυθιονικῶν ἔλεγχος α′. Νῖκαι Διονυσιακαὶ α′. Περὶ τραγῳδιῶν α′. Διδασκαλίαι α′. Παροιμίαι α′. Νόμοι συσσιτικοὶ α′. Νόμων α′ β′ γ′ δ′. Κατηγοριῶν α′. Περὶ ἑρμηνείας α′.
《风暴征兆》一卷《天文学论考》一卷《光学论考》一卷《论运动》一卷《论音乐》一卷《记忆术论考》一卷《荷马史诗疑难》一、二、三、四、五、六卷《诗论集》一卷《按字母编排的自然学问题》三十八卷《经考察的问题集》一、二卷《通识诸学科》一、二卷《力学论考》一卷《德谟克利特著作问题集》二卷《论磁石》一卷《比喻集》一卷《杂类汇编》十二卷《按类别阐释之事项》十四卷《权利之申辩》一卷《奥林匹亚优胜者录》一卷《皮提亚优胜者录》一卷《论音乐》一卷《皮提亚论考》一卷《皮提亚优胜者录考订》一卷《狄奥尼索斯节优胜者录》一卷《论悲剧》一卷《剧目上演录》一卷《谚语集》一卷《公餐规约》一卷《论法律》一、二、三、四卷《范畴篇》一卷《解释篇》一卷
Πολιτεῖαι πόλεων δυοῖν δεούσαιν ρξʼ1 〈κοιναὶ〉 καὶ ἴδιαι, δημοκρατικαί, ὀλιγαρχικαί, ἀριστοκρατικαὶ καὶ τυραννικαί. Ἐπιστολαὶ πρὸς Φίλιππον. Σηλυμβρίων ἐπιστολαί. Πρὸς Ἀλέξανδρον ἐπιστολαὶ δ′. Πρὸς Ἀντίπατρον θ′. Πρὸς Μέντορα α′. Πρὸς Ἀρίστωνα α′. Πρὸς Ὀλυμπιάδα α′. Πρὸς Ἡφαιστίωνα α′. Πρὸς Θεμισταγόραν α′. Πρὸς Φιλόξενον α′. Πρὸς Δημόκριτον α′. Ἔπη ὧν ἀρχή, Ἁγνὲ θεῶν πρέσβισθʼ ἑκατηβόλε. Ἐλεγεῖα ὧν ἀρχή, Καλλιτέκνου μητρὸς θύγατερ. Γίνονται αἱ πᾶσαι μυριάδες στίχων τέτταρες καὶ τετταράκοντα πρὸς τοῖς πεντακισχιλίοις καὶ διακοσίοις ἑβδομήκοντα.
《城邦政体》差两座满一百六十座城邦(一百五十八座),共有的与特有的,民主制、寡头制、贵族制与僭主制。 《致腓力书信集》《塞林布里亚人书信集》《致亚历山大书信集》四卷《致安提帕特书信集》九卷《致门托尔书信集》一卷《致阿里斯同书信集》一卷《致奥林匹亚丝书信集》一卷《致赫菲斯提翁书信集》一卷《致忒弥斯塔戈拉斯书信集》一卷《致菲洛克塞诺斯书信集》一卷《致德谟克利特书信集》一卷史诗,开篇为:“众神中最尊长者,远射之神啊。” 挽歌诗,开篇为:“育有佳儿的母亲之女啊。” 诗行总计四十四万五千二百七十行。
Καὶ τοσαῦτα μὲν αὐτῷ πεπραγμάτευται βιβλία. βούλεται δὲ ἐν αὐτοῖς τάδε· διττὸν εἶναι τὸν κατὰ φιλοσοφίαν λόγον, τὸν μὲν πρακτικόν, τὸν δὲ θεωρητικόν· καὶ τοῦ πρακτικοῦ τόν τε ἠθικὸν καὶ πολιτικόν, οὗ τά τε περὶ πόλιν καὶ τὰ περὶ οἶκον ὑπογεγράφθαι· τοῦ δὲ θεωρητικοῦ τόν τε φυσικὸν καὶ λογικόν, οὗ τὸ λογικὸν οὐχ ὁλομερῶς, ἀλλʼ ὡς ὄργανον προσηκριβωμένον2. καὶ τούτου διττοὺς ὑποθέμενος σκοποὺς τό τε πιθανὸν καὶ τὸ ἀληθὲς διεσάφησε. δύο δὲ πρὸς ἑκάτερον δυνάμεσιν ἐχρήσατο, διαλεκτικῇ μὲν καὶ ῥητορικῇ πρὸς τὸ πιθανόν, ἀναλυτικῇ δὲ καὶ φιλοσοφίᾳ πρὸς τὸ ἀληθές· οὐδὲν ὑπολειπόμενος οὔτε τῶν πρὸς εὕρεσιν, οὔτε τῶν πρὸς κρίσιν, οὔτε μὴν τῶν πρὸς χρῆσιν.
他所撰著的著述便有如此之多。而他在其中主张如下见解:哲学中的论述有二重,其一为实践的,其二为理论的;实践的论述包括伦理的和政治的,在政治之下城邦之事与家政之事被勾勒出来;理论的论述包括自然学的和逻辑学的,其中逻辑学并非作为完整的部分,而是作为一种工具被精审阐述。他为逻辑学设定了双重目标,即或然性与真理性,并予以阐明。他针对这两者运用了两种能力:针对或然性运用了辩证术与修辞术,针对真理性运用了分析论与哲学;他在关乎发现、关乎判定以及关乎实践运用的各个方面都毫无遗漏。
πρὸς μὲν οὖν τὴν εὕρεσιν τά τε Τοπικὰ καὶ Μεθοδικὰ παρέδωκε προτάσεων πλῆθος, ἐξ ὧν πρὸς τὰ προβλήματα πιθανῶν ἐπιχειρημάτων οἷόν τε εὐπορεῖν· πρὸς δὲ τὴν κρίσιν τὰ Ἀναλυτικὰ πρότερα καὶ ὕστερα. διὰ μὲν οὖν τῶν προτέρων τὰ λήμματα κρίνεται, διὰ δὲ τῶν ὑστέρων ἡ συναγωγὴ ἐξετάζεται. πρὸς δὲ τὴν χρῆσιν τά τε ἀγωνιστικὰ καὶ τὰ περὶ ἐρωτήσεως [ἐριστικά τε] καὶ σοφιστικῶν ἐλέγχων τε καὶ συλλογισμῶν καὶ τῶν ὁμοίων τούτοις. κριτήριον δὲ τῆς ἀληθείας τῶν μὲν κατὰ φαντασίαν ἐνεργημάτων τὴν αἴσθησιν ἀπεφήνατο3· τῶν δὲ ἠθικῶν, τῶν περὶ πόλιν καὶ περὶ οἶκον καὶ περὶ νόμους τὸν νοῦν.
因此,关于发现,他在《论题篇》与《方法论》中传授了大量前提命题,借助它们能够针对各种问题获得充裕的或然性论证;关于判定,他给出了《前分析篇》与《后分析篇》。通过《前分析篇》对前提命题进行判定,通过《后分析篇》对推论的整合进行检验。关于实际运用,他提供了竞技性论著、关于问答的篇章、诡辩式反驳、推论篇章及类似著作。至于真理的标准,他宣称对于依赖表象的活动而言是感觉,而对于伦理之事,即关于城邦、家政与法律之事,其标准则是理智(理性)。
- 5.1.27πόλεων δυοῖν δεούσαιν ρξʼ
字面意为“差两个满一百六十”,即160减2等于“一百五十八(158)”座城邦的政体。这是希腊语中借助动词δέω的分词与格来表达减法计数的常见惯用结构。
- 5.1.28οὗ τὸ λογικὸν οὐχ ὁλομερῶς, ἀλλʼ ὡς ὄργανον προσηκριβωμένον
属格关系代词 οὗ 指代理论哲学(τοῦ θεωρητικοῦ),用以界定逻辑学(τὸ λογικόν)的归属与地位。此处指出逻辑学并非理论哲学的“独立组成部分”(ὁλομερῶς),而是作为思想的“工具”(ὡς ὄργανον)被精审研磨,这反映了后世将亚里士多德逻辑学著作群冠名为《工具论》(Organon)的传统视角。
- 5.1.29κριτήριον δὲ τῆς ἀληθείας τῶν μὲν κατὰ φαντασίαν ἐνεργημάτων τὴν αἴσθησιν ἀπεφήνατο
动词 ἀπεφήνατο 采用双宾语结构(以宾格 τὴν αἴσθησιν 作直接宾语,以 κριτήριον 作补足成分),意为“宣布感觉为……的标准”。属格 τῶν μὲν κατὰ φαντασίαν ἐνεργημάτων 及随后的 τῶν δὲ ἠθικῶν... 依附于 κριτήριον,作为宾格性属格指明了判定标准所适用的对象范围。
