- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:5.1.20-5.1.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-26
亚里士多德格言集的结语(论友谊、哲学的益处、正义与教育的定义等),以及随其后的庞大著作目录的前半部分(包括早期对话录及论理学、修辞学、政治学论著的名目)。
ἐρωτηθεὶς τί ἐστι φίλος, ἔφη, μία ψυχὴ δύο σώμασιν ἐνοικοῦσα. τῶν ἀνθρώπων ἔλεγε τοὺς μὲν οὕτω φείδεσθαι ὡς ἀεὶ ζησομένους, τοὺς δὲ οὕτως ἀναλίσκειν ὡς αὐτίκα τεθνηξομένους1. πρὸς τὸν πυθόμενον διὰ τί τοῖς καλοῖς πολὺν χρόνον ὁμιλοῦμεν, τυφλοῦ, ἔφη, τὸ ἐρώτημα2. ἐρωτηθεὶς τί ποτʼ αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη, τὸ ἀνεπιτάκτως ποιεῖν ἅ τινες διὰ τὸν ἀπὸ τῶν νόμων φόβον ποιοῦσιν. ἐρωτηθεὶς πῶς ἂν προκόπτοιεν οἱ μαθηταί, ἔφη, ἐὰν τοὺς προέχοντας διώκοντες τοὺς ὑστεροῦντας μὴ ἀναμένωσι. πρὸς τὸν εἰπόντα ἀδολέσχην, ἐπειδὴ αὐτοῦ πολλὰ κατήντλησε, μήτι σου κατεφλυάρησα; μὰ Δίʼ, εἶπεν· οὐ γάρ σοι προσεῖχον.
当被问及何为朋友时,他说: “一个灵魂寓于两个躯体。” 谈及世人,他常说有的人节俭得如同永生不死,有的人挥霍得如同即刻就死。面对询问为何我们与容貌俊美者久久结交的人,他说: “这是盲人的问题。” 当被问及从哲学中获得了什么时,他说: “未奉命令而自发去行某些人因畏惧法律才去做的事。” 当被问及学生如何才能取得进步时,他说: “追赶领先者而不等待落后者。” 对一个在对他倾倒了一大通废话后问道“我是否用废话烦扰了你”的饶舌之徒,他说: “凭宙斯起誓,完全没有”, 并补道: “因为我根本没听你讲。”
πρὸς τὸν αἰτιασάμενον ὡς εἴη μὴ ἀγαθῷ ἔρανον δεδωκώς— φέρεται γὰρ καὶ οὕτως— οὐ τῷ ἀνθρώπῳ, φησίν, ἔδωκα, ἀλλὰ τῷ ἀνθρωπίνῳ3. ἐρωτηθεὶς πῶς ἂν τοῖς φίλοις προσφεροίμεθα, ἔφη, ὡς ἂν εὐξαίμεθα αὐτοὺς ἡμῖν προσφέρεσθαι. τὴν δικαιοσύνην ἔφη ἀρετὴν ψυχῆς διανεμητικὴν τοῦ κατʼ ἀξίαν. κάλλιστον ἐφόδιον τῷ γήρᾳ τὴν παιδείαν ἔλεγε. φησὶ δὲ Φαβωρῖνος ἐν τῷ δευτέρῳ τῶν Ἀπομνημονευμάτων ὡς ἑκάστοτε λέγοι, ᾧ φίλοι, οὐδεὶς φίλος4· ἀλλὰ καὶ ἐν τῷ ἑβδόμῳ τῶν Ἠθικῶν ἐστι. καὶ ταῦτα μὲν εἰς αὐτὸν ἀναφέρεται. Συνέγραψε δὲ πάμπλειστα βιβλία, ἅπερ ἀκόλουθον ἡγησάμην ὑπογράψαι διὰ τὴν περὶ πάντας λόγους τἀνδρὸς ἀρετήν·
面对指责自己把善款施舍给不肖之徒的人——因为此事亦有如此传说的版本——他说: “我施予的并非此人,而是人性。” 当被问及应当如何对待朋友时,他说: “正如我们祈求他们对待我们那般。” 他说正义是灵魂按功分配的德性。他常说教育是晚年最好的行粮。法沃里努斯在《回忆录》第二卷中称,他常挂在嘴边的一句话是: “朋友啊,世上没有朋友”; 此语亦见于《伦理学》第七卷。以上便是归于他名下的格言。 他著述极为丰硕,鉴于此人在一切学问领域的卓绝成就,我认为将其著述列于后是理所当然的:
Περὶ δικαιοσύνης α′ β′ γ′ δ′. Περὶ ποιητῶν α′ β′ γ′. Περὶ φιλοσοφίας α′ β′ γ′. Περὶ πολιτικοῦ α′ β′. Περὶ ῥητορικῆς ἢ Γρῦλος α′. Νήρινθος α′. Σοφιστὴς α′. Μενέξενος α′. Ἐρωτικὸς α′. Συμπόσιον α′. Περὶ πλούτου α′. Προτρεπτικὸς α′. Περὶ ψυχῆς α′. Περὶ εὐχῆς α′. Περὶ εὐγενείας α′. Περὶ ἡδονῆς α′. Ἀλέξανδρος ἢ ὑπὲρ ἀποίκων α′. Περὶ βασιλείας α′. Περὶ παιδείας α′. Περὶ τἀγαθοῦ α′ β′ γ′. Τὰ ἐκ τῶν νόμων Πλάτωνος α′ β′ γ′. Τὰ ἐκ τῆς πολιτείας α′ β′. Περὶ οἰκονομίας α′. Περὶ φιλίας α′. Περὶ τοῦ πάσχειν ἢ πεπονθέναι α′. Περὶ ἐπιστημῶν α′. Περὶ ἐριστικῶν α′ β′. Λύσεις ἐριστικαὶ δ′. Διαιρέσεις σοφιστικαὶ δ′. Περὶ ἐναντίων α′. Περὶ εἰδῶν καὶ γενῶν α′. Περὶ ἰδίων α′.
《论正义》一、二、三、四卷 《论诗人》一、二、三卷 《论哲学》一、二、三卷 《论政治家》一、二卷 《论修辞术,或格律罗斯》一卷 《内林托斯》一卷 《智者》一卷 《墨涅克塞诺斯》一卷 《论爱欲》一卷 《会饮》一卷 《论财富》一卷 《劝勉篇》一卷 《论灵魂》一卷 《论祈祷》一卷 《论高贵出身》一卷 《论快乐》一卷 《亚历山大,或论殖民者》一卷 《论王权》一卷 《论教育》一卷 《论善》一、二、三卷 《柏拉图法律篇摘抄》一、二、三卷 《理想国摘抄》一、二卷 《论家政》一卷 《论友谊》一卷 《论承受,或被动》一卷 《论诸科学》一卷 《论争辩性言辞》一、二卷 《争辩术解答》四卷 《智者派区分》四卷 《论对立物》一卷 《论种与属》一卷 《论自身属性》一卷
Ύπομνήματα ἐπιχειρηματικὰ γ′. Προτάσεις περὶ ἀρετῆς α′ β′. Ἐνστάσεις α′. Περὶ τῶν ποσαχῶς λεγομένων ἢ κατὰ πρόσθεσιν α′. Περὶ παθῶν 〈ἢ περὶ〉 ὀργῆς α′. Ἠθικῶν α′ β′ γ′ δ′ ε′. Περὶ στοιχείων α′ β′ γ′. Περὶ ἐπιστήμης α′. Περὶ ἀρχῆς α′. Διαιρέσεις ιζʼ. Διαιρετικὸν α′. 〈Περὶ〉 ἐρωτήσεως καὶ ἀποκρίσεως α′ β′. Περὶ κινήσεως α′. Προτάσεις α′. Προτάσεις ἐριστικαὶ α′. Συλλογισμοὶ α′. Προτέρων ἀναλυτικῶν α′ β′ γ′ δ′ ε′ σ′ ζ′ η′. Ἀναλυτικῶν ὑστέρων μεγάλων α′ β′ Περὶ προβλημάτων α′. Μεθοδικὰ α′ β′ γ′ δ′ ε′ σ′ ζ′ η′. Περὶ τοῦ βελτίονος α′. Περὶ τῆς ἰδέας α′. Ὅροι πρὸ τῶν τοπικῶν α′ β′ γ′ δ′ ε′ σ′ ζ′. Συλλογισμῶν α′ β′.
《论辩笔记》三卷 《论德性的前提命题》一、二卷 《异议》一卷 《论多义的表达,或按附加》一卷 《论情感,或论愤怒》一卷 《伦理学》一、二、三、四、五卷 《论元素》一、二、三卷 《论科学》一卷 《论本原》一卷 《区分》十七卷 《区分论》一卷 《论问答》一、二卷 《论运动》一卷 《前提命题》一卷 《争辩性前提命题》一卷 《推论》一卷 《前分析篇》一、二、三、四、五、六、七、八卷 《后分析大篇》一、二卷 《论难题》一卷 《方法论》一、二、三、四、五、六、七、八卷 《论更优者》一卷 《论理念》一卷 《论题篇之前的定义》一、二、三、四、五、六、七卷 《推论篇》一、二卷
Συλλογιστικὸν καὶ ὅροι α′. Περὶ τοῦ αἱρετοῦ καὶ τοῦ συμβεβηκότος α′. Τὰ πρὸ τῶν τόπων α′. Τοπικῶν πρὸς τοὺς ὅρους α′ β′. Πάθη α′. Διαιρετικὸν α′. Μαθηματικὸν α′. Ὁρισμοὶ ιγʼ. Ἐπιχειρημάτων α′ β′. Περὶ ἡδονῆς α′. Προτάσεις α′. Περὶ ἑκουσίου α′. Περὶ καλοῦ α′. Θέσεις ἐπιχειρηματικαὶ κεʼ. Θέσεις ἐρωτικαὶ δ′. Θέσεις φιλικαὶ β′. Θέσεις περὶ ψυχῆς α′. Πολιτικὰ β′. Πολιτικῆς ἀκροάσεως ὡς ἡ Θεοφράστου α′ β′ γ′ δ′ ε′ σ′ ζ′ η′. Περὶ δικαίων α′ β′. Τεχνῶν συναγωγὴ α′ β′. Τέχνης ῥητορικῆς α′ β′. Τέχνη α′. Αλλης τεχνῶν συναγωγῆς α′ β′. Μεθοδικὸν α′. Τέχνης τῆς Θεοδέκτου συναγωγὴ α′. Πραγματεία τέχνης ποιητικῆς α′ β′. Ἐνθυμήματα ῥητορικὰ α′. Περὶ μεγέθους α′. Ἐνθυμημάτων διαιρέσεις α′. Περὶ λέξεως α′ β′. Περὶ συμβουλίας α′.
《推论论与定义》一卷 《论当选取的与附带的》一卷 《论题之前项》一卷 《针对定义的论题》一、二卷 《情感》一卷 《区分论》一卷 《数学论》一卷 《定义集》十三卷 《论证篇》一、二卷 《论快乐》一卷 《前提命题》一卷 《论自愿》一卷 《论美》一卷 《辩证论题》二十五卷 《爱欲论题》四卷 《友谊论题》二卷 《灵魂论题》一卷 《政治学》二卷 《类似忒奥弗拉斯托斯的政治学讲义》一、二、三、四、五、六、七、八卷 《论正义的事物》一、二卷 《技术集》一、二卷 《修辞术》一、二卷 《技术》一卷 《另一部技术集》一、二卷 《方法论》一卷 《忒奥德克泰斯技术集成》一卷 《诗学论考》一、二卷 《修辞学修辞推论》一卷 《论篇幅》一卷 《修辞推论的区分》一卷 《语文风格论》一、二卷 《论劝告》一卷
- 5.1.20ὡς ἀεὶ ζησομένους ... ὡς αὐτίκα τεθνηξομένους
连词 ὡς 与将来时分词(ζησομένους 与 τεθνηξομένους)连用,作状语表示主观预想或意图(“仿佛将要……”)。分词的阳性复数宾格形式与作为逻辑主语的 τοὺς μέν ... τοὺς δέ 保持一致。
- 5.1.20τυφλοῦ ... τὸ ἐρώτημα
τυφλοῦ 为表所属或特性的表语性属格(predicate genitive),省略了系动词 ἐστί,意为“(这提问是)属于盲人的”或“这是盲人才问的问题”。
- 5.1.21οὐ τῷ ἀνθρώπῳ ... ἀλλὰ τῷ ἀνθρωπίνῳ
具体的人(τῷ ἀνθρώπῳ)与名词化的中性形容词“人性/属于人类者”(τῷ ἀνθρωπίνῳ)构成对比。二者均为动词 ἔδωκα 的间接宾语(与格)。
- 5.1.21ᾧ φίλοι, οὐδεὶς φίλος
关于 ᾧ φίλοι(由呼格 ὦ φίλοι 讹变而来,或作关系代词单数与格 ᾧ)存在两种解读:(1) 作呼格 ὦ φίλοι 理解为“朋友啊,世上没有朋友”,此为传统读法;(2) 作关系代词理解为“拥有诸多朋友者,没有一个真正的朋友”。虽然第二种解读在语法上亦通,但基于该谚语在古典时期的通用形式,此处采纳呼格解读。
