- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:4.9.62-4.9.66
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-26
本节记述了卡尔内阿德斯通过驳斥斯多亚派而声名鹊起、其洪亮的声音、与门徒门托尔的机智交锋、临终态度与去世、未留著述而由弟子记录的情况,并提及一位同名的拙劣诗人。
Καρνεάδης Ἐπικώμου ἢ Φιλοκώμου, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, Κυρηναῖος. οὗτος τὰ τῶν Στωικῶν βιβλία ἀναγνοὺς ἐπιμελῶς 〈καὶ μάλιστα〉 τὰ Χρυσίππου, ἐπιεικῶς αὐτοῖς ἀντέλεγε καὶ εὐημέρει τοσοῦτον, ὥστε ἐκεῖνο ἐπιλέγειν· "εἰ μὴ γὰρ ἦν Χρύσιππος, οὐκ ἂν ἦν ἐγώ." φιλόπονος δʼ ἄνθρωπος γέγονεν εἰ καί τις ἄλλος, ἐν μὲν τοῖς φυσικοῖς ἧττον φερόμενος, ἐν δὲ τοῖς ἠθικοῖς μᾶλλον. ὅθεν καὶ ἐκόμα καὶ ἔτρεφεν ὄνυχας ἀσχολίᾳ τῇ περὶ τοὺς λόγους. τοσοῦτον δʼ ἴσχυσεν ἐν φιλοσοφίᾳ, ὥστε καὶ τοὺς ῥήτορας ἀπολύσαντας ἐκ τῶν σχολῶν παρʼ αὐτὸν ἰέναι καὶ αὐτοῦ ἀκούειν.
卡尔内阿德斯是埃皮科姆斯之子,或据亚历山大在《学派继承录》中所载为菲洛科姆斯之子,库勒涅人。他在精读了斯多亚派的著作,特别是克律西波斯的著作后,对其进行了公允的驳斥,并赢得了巨大的声誉,以至于常常说道: “若无克律西波斯,便无我卡尔内阿德斯。” 他是最勤勉不过的人,在自然哲学方面造诣略逊,但在伦理学方面更为卓越。因此,他因潜心钻研而长发不理、长甲不剪。他在哲学领域的影响力如此之大,甚至连修辞学家们都解散学馆,前去聆听他的讲学。
Ἦν δὲ καὶ μεγαλοφωνότατος, ὥστε τὸν γυμνασίαρχον προσπέμψαι αὐτῷ μὴ οὕτω βοᾶν· τὸν δὲ εἰπεῖν, καὶ δὸς μέτρον φωνῆς. ἔνθεν εὐστόχως ἑλόντα ἀμείψασθαι1· φάναι γάρ, μέτρον ἔχεις τοὺς ἀκούοντας. δεινῶς τʼ ἦν ἐπιπληκτικὸς καὶ ἐν ταῖς ζητήσεσι δύσμαχος· τά τε δεῖπνα λοιπὸν παρῃτεῖτο διὰ τὰς προειρημένας αἰτίας. οὗτός ποτε Μέντορος τοῦ Βιθυνοῦ μαθητοῦ ὄντος καὶ παρʼ αὐτὸν ἐλθόντος εἰς τὴν διατριβήν, ὡς ἐπείρα αὐτοῦ τὴν παλλακὴν ὁ Μέντωρ, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, μεταξὺ λέγων παρῴδησεν εἰς αὐτόν·
他的声音也极为洪亮,以至于体育馆长派人前来要求他不要如此大声呼喊;他便说道: “那么,且给我一个声音的分寸。” 体育馆长巧妙地抓住这一点,机智地回击道: “听众便是你的分寸。” 他极其擅长当面斥责,在论辩中难以抵挡;由于上述缘由,他此后拒绝出席宴请。有一次,比提尼亚人门托尔还是其弟子并来到他的学舍时,由于门托尔企图勾引卡尔内阿德斯的情妇,正如法沃里努斯在《杂史》中所说,卡尔内阿德斯在讲学途中借诗作讽刺他道:
"πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτής, Μέντορι εἰδόμενος ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν· τοῦτον σχολῆς τῆσδʼ ἐκκεκηρῦχθαι λέγω·" καὶ ὃς ἀναστὰς ἔφη· "οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα." Δειλότερον δέ πως δοκεῖ περὶ τὴν τελευτὴν ἀνεστράφθαι, ὅτε συνεχὲς ἔλεγεν, ἡ συστήσασα φύσις καὶ διαλύσει. μαθών τε Ἀντίπατρον φάρμακον πιόντα ἀποθανεῖν, παρωρμήθη πρὸς τὸ εὐθαρσὲς τῆς ἀπαλλαγῆς καί φησι, δότε οὖν κἀμοί· τῶν δὲ εἰπόντων, τί; οἰνόμελι εἶπεν. τελευτῶντος δʼ αὐτοῦ φασιν ἔκλειψιν γενέσθαι σελήνης, συμπάθειαν, ὡς ἂν εἴποι τις, αἰνιττομένου τοῦ μεθʼ ἥλιον καλλίστου τῶν ἄστρων.
“在此游荡的是某位诚实的海中老翁, 其容貌其声音皆酷似门托尔; 我宣告此人被逐出本学堂。” 门托尔站起身来答道: “他们发出了布告,众人便迅疾离去。” 然而他在面对死亡时似乎颇有些怯懦,常常口中念叨: “造就我的自然,也必将瓦解我。” 当听说安提帕特服毒自尽后,他受到了慷慨赴死的激发,说道: “那么也给我来一份。” 当人们问他: “要什么?” 他答道: “蜜酒。” 据说在他去世时曾发生月食,正如人们所说,太阳之后最美的天体在隐喻着某种共情同悲。
Φησὶ δὲ Ἀπολλόδωρος ἐν Χρονικοῖς ἀπελθεῖν αὐτὸν ἐξ ἀνθρώπων ἔτει τετάρτῳ τῆς δευτέρας καὶ ἑξηκοστῆς καὶ ἑκατοστῆς Ὀλυμπιάδος, βιώσαντα ἔτη πέντε πρὸς τοῖς ὀγδοήκοντα. φέρονται δʼ αὐτοῦ ἐπιστολαὶ πρὸς Ἀριαράθην τὸν Καππαδοκίας βασιλέα. τὰ δὲ λοιπὰ αὐτοῦ οἱ μαθηταὶ συνέγραψαν· αὐτὸς δὲ κατέλιπεν οὐδέν. ἔστι καὶ εἰς τοῦτον ἡμῶν τῷ λογαοιδικῷ μέτρῳ [καὶ Ἀρχεβουλείῳ]· "τί με Καρνεάδην, τί με, Μοῦσα, θέλεις ἐλέγχειν; ἀμαθὴς γὰρ ὃς οὔτι κάτοιδεν ὅπως δεδοίκει τὸ θανεῖν· ὅτε καὶ φθισικήν ποτʼ ἔχων κακίστην νόσον, οὐκ ἔθελεν λύσιν ἰσχέμεν· ἀλλʼ ἀκούσας ὅτι φάρμακον Ἀντίπατρός τι πιὼν ἀπέσβη,"
阿波罗多洛斯在《编年史》中记载,他在第一百六十二届奥林匹亚周期的第四年离世,享年八十五岁。流传至今的有他写给卡帕多细亚国王阿里阿拉特斯的多封书信。其余学说皆由其弟子记录成书,他本人未留下任何著述。我们亦曾用罗伽奥埃狄克诗体为他赋诗一首: “缪斯啊,为何你要驳诘我,为何要驳诘卡尔内阿德斯? 凡全然不知他如何畏惧死亡之人,才是无知者; 因为当他曾患上最痛苦的消耗性痼疾时,尚不愿寻求了断; 但一听闻安提帕特服下某药而气绝,”
"δότε τόινυν, ἔφησε, τὶ κἀμὲ πιεῖν. τί μέντοι; τί; δότʼ οἰνόμελι. σφόδρα τʼ εἶχε πρόχειρα ταυτί· φύσις ἡ συνέχουσά με καὶ διαλύσεται δή. ὁ μὲν οὐδὲν ἔλασσον ἔβη κατὰ γῆς, ἐνῆν δὲ τὰ πλέω κακὰ κέρδεʼ ἔχοντα μολεῖν ἐς ᾅδου2." Λέγεται καὶ τὰς ὄψεις νυκτὸς ὑποχυθῆναι καὶ ἀγνοεῖν· κελεῦσαί τε τὸν παῖδα λύχνον ἅψαι· εἰσκομίσαντος δὲ καὶ εἰπόντος, κεκόμικα, οὐκοῦν, εἰπεῖν, σὺ ἀναγίνωσκε. Τούτου πολλοὶ μὲν καὶ ἄλλοι γεγόνασι μαθηταί, ἐλλογιμώτατος δὲ Κλειτόμαχος· περὶ οὗ καὶ λεκτέον. Γέγονε μέντοι καὶ ἄλλος Καρνεάδης, ἐλεγείας ποιητὴς ψυχρός.
“‘那么请给我,’ 他说道, ‘也给我一点饮下之物。’ ‘究竟要什么?’ ‘要什么?给我蜜酒。’ 他更常把此言挂在嘴边: ‘凝聚维系我的自然,自当将我分解消散。’ 他固然同样步入了地下,但这不过是以多受厄运的折磨 作为代价而奔赴冥府罢了。” 相传他的双眼在夜间患上了白内障,自己却并不知晓;他命令仆童点燃油灯。当仆童把灯端来并说: “我已端来了,”他便答道: “那么,便由你来诵读。” 此人还有许多其他门徒,其中最负盛名的是克莱托马库斯,我们必须予以记述。 此外还有另一位卡尔内阿德斯,乃是一位蹩脚的哀歌诗人。
- 4.9.63ἔνθεν εὐστόχως ἑλόντα ἀμείψασθαι
针对前文卡尔内阿德斯所言“给我一个声音的分寸”,体育馆长机敏地反唇相讥。分词 ἑλόντα 为宾格,与不定式 ἀμείψασθαι 的逻辑主语(体育馆长)相一致,意为“由此(ἔνθεν)巧妙地抓住话柄(εὐστόχως ἑλόντα)作出了回答”。
- 4.9.66ἐνῆν δὲ τὰ πλέω κακὰ κέρδεʼ ἔχοντα μολεῖν ἐς ᾅδου
非人称动词未完成过去时 ἐνῆν 后接不定式 μολεῖν(“本有可能前往……”)。分词短语 τὰ πλέω κακὰ κέρδεʼ ἔχοντα 采用宾格指代逻辑主语(卡尔内阿德斯),意为“将更多的灾祸与病痛当作收益般抱持着”,讽刺其因畏惧死亡而苟延残喘、徒增痛苦。
