- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:4.8.59-4.8.61
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-26
本段记述了库勒涅的拉克德斯的生平,包括其创立新学园派与拉克德斯园、保管家产的趣闻与机智答话,以及他因酗酒瘫痪而亡并附有嘲弄诗。
Λακύδης Ἀλεξάνδρου Κυρηναῖος. οὗτός ἐστιν ὁ τῆς νέας Ἀκαδημείας κατάρξας καὶ Ἀρκεσίλαον διαδεξάμενος, ἀνὴρ σεμνότατος καὶ οὐκ ὀλίγους ἐσχηκὼς ζηλωτάς· φιλόπονός τε ἐκ νέου καὶ πένης μέν, εὔχαρις δʼ ἄλλως καὶ εὐόμιλος. τοῦτόν φασι καὶ περὶ οἰκονομίαν γλυκύτατα ἐσχηκέναι· ἐπειδὴ γάρ τι προέλοι τοῦ ταμιείου, σφραγισάμενος πάλιν εἴσω τὸν δακτύλιον διὰ τῆς ὀπῆς ἐρρίπτει, ὡς μηδέποτʼ αὐτοῦ περιαιρεθείη τι καὶ βασταχθείη τῶν ἀποκειμένων. μαθόντα δὴ τοῦτο τὰ θεραπόντια ἀπεσφράγιζε1 καὶ ὅσα ἐβούλετο ἐβάσταζεν· ἔπειτα τὸν δακτύλιον τὸν αὐτὸν τρόπον διὰ τῆς ὀπῆς ἐνίει εἰς τὴν στοάν· καὶ τοῦτο ποιοῦντα οὐδέ ποτʼ ἐφωράθη.
库勒涅的亚历山大之子拉克德斯。此人开创了新学园派并继承了阿尔克西拉乌斯,是一位极其庄重且门徒甚众的学者;他自幼勤勉,虽身处贫寒,却在其他方面和蔼可亲、平易近人。据说他在家政管理上也有极逗趣的表现;因为每逢他从储藏室取走某物,在盖上印章之后,便又将印章戒指透过小孔抛回室内,免得储藏在此的物件被任何人自他手中偷取运走。仆童们摸清了这一点,便解开封印,随意取走心想之物,然后以同样的方式将印章戒指透过小孔扔回储藏室内;他们屡屡如此行事,却从未被当场发觉。
Ὁ γοῦν Λακύδης ἐσχόλαζεν ἐν Ἀκαδημείᾳ ἐν τῷ κατασκευασθέντι κήπῳ ὑπὸ Ἀττάλου τοῦ βασιλέως, καὶ Λακύδειον ἀπʼ αὐτοῦ προσηγορεύετο. καὶ μόνος τῶν ἀπʼ αἰῶνος ζῶν παρέδωκε τὴν σχολὴν Τηλεκλεῖ καὶ Εὐάνδρῳ τοῖς Φωκαεῦσι. παρὰ δʼ Εὐάνδρου διεδέξατο Ἡγησίνους Περγαμηνός, ἀφʼ οὗ Καρνεάδης. χάριεν δʼ εἰς τὸν Λακύδην ἀναφέρεται· Ἀττάλου γὰρ αὐτὸν μεταπεμπομένου φασὶν εἰπεῖν τὰς εἰκόνας πόρρωθεν δεῖν θεωρεῖσθαι. ὀψὲ δὲ αὐτῷ γεωμετροῦντι λέγει τις, εἶτα νῦν καιρός; 〈καὶ ὅς·〉εἶτα μηδὲ νῦν;2
拉克德斯在学园中由阿塔罗斯国王修筑的花园里讲学,该园便依他的名字被称为拉克德斯园。并且在有史以来的所有人中,唯独他是在生前将学园移交给了福西亚的特勒克勒斯与欧安德罗斯。佩加蒙的赫格西努斯从欧安德罗斯处接掌学园,其后则是卡尔内阿德斯。关于拉克德斯还流传着一句妙语:当阿塔罗斯遣人征召他时,据说他答道,肖像画像理应从远处观赏。后来,有人见他在晚年学习几何学,便问道: “难道现在是适宜的时机吗?” 他答道: “难道连现在都不是吗?”
Ἐτελεύτησε δὲ σχολαρχεῖν ἀρξάμενος τῷ τετάρτῳ ἔτει τῆς τετάρτης καὶ τριακοστῆς καὶ ἑκατοστῆς Ὀλυμπιάδος, τῆς σχολῆς ἀφηγησάμενος ἓξ πρὸς τοῖς εἴκοσιν ἔτη· ἡ τελευτὴ δὲ αὐτῷ παράλυσις ἐκ πολυποσίας. καὶ αὐτῷ προσεπαίξαμεν ἡμεῖς οὑτωσί· "καὶ σέο, Λακύδη, φάτιν ἔκλυον ὡς ἄρα καὶ σὲ Βάκχος ἑλὼν Ἀΐδῃ ποσσὶν ἔσυρεν ἄκροις. ἦ σαφὲς ἦν, Διόνυσος ὅταν πολὺς ἐς δέμας ἔλθῃ, λῦσε μέλη· διὸ δὴ μήτι Λυαῖος ἔφυ;"
他在第一百三十四届奥林匹亚周期的第四年开始执掌学园,领导学园长达二十六年,后去世。其死因是过度饮酒引发的风瘫。我们亦曾对他作此戏谑诗: “拉克德斯啊,我也曾听闻关于你的传言,巴克科斯将你擒获, 用足尖将你拖入了哈得斯的冥府。 事实确凿:当狄奥尼索斯大量渗入体内时, 他必松弛四肢;因此他难道不正是松绑者‘律埃奥斯’吗?”
- 4.8.59μαθόντα δὴ τοῦτο τὰ θεραπόντια ἀπεσφράγιζε
中性复数主语 τὰ θεραπόντια(仆童们)依据古希腊语(特别是雅典方言)中性复数主语搭配单数谓语动词的规则,支配了单数动词(ἀπεσφράγιζε, ἐβάσταζεν, ἐνίει, ἐφωράθη);与此同时,起修饰作用的分词(μαθόντα, ποιοῦντα)则保持了中性复数的形态一致。
- 4.8.60εἶτα μηδὲ νῦν;
针对问者“εἶτα νῦν καιρός;”(那么现在是时机吗?)的省略式针锋相对的反问。使用相同的转折副词 εἶτα 表惊讶或驳斥,在 μηδὲ νῦν 之后省略了 καιρός ἐστιν,意为“那么难道连现在都不是时机吗?”
