← 第欧根尼·拉尔修

哲人言行录

§4.7.52-4.7.58

比翁的生平作风、逝世与同名者

本段记述了比翁的思想流变、戏剧化且放浪的生活作风与极端利己主义,叙述了他在晚年重病之下放弃无神论转向迷信并最终逝世,附以嘲讽其伪善的讽刺诗,最后列举了十位同名人物比翁。

← 上一节下一节 →

καὶ τί γὰρ ἄλλο μετεσκεύασεν αὐτὸν πρὸς ἀπάθειαν;1 ἔπειτα ἐπὶ τὰ Θεοδώρεια μετῆλθε διακούσας Θεοδώρου τοῦ ἀθέου κατὰ πᾶν εἶδος λόγου σοφιστεύοντος· μεθʼ ὃν Θεοφράστου διήκουσε τοῦ περιπατητικοῦ. ἦν δὲ καὶ θεατρικὸς καὶ πολὺς ἐν τῷ γελοίως διαφορῆσαι, φορτικοῖς ὀνόμασι κατὰ τῶν πραγμάτων χρώμενος. διὰ δὴ οὖν τὸ παντὶ εἴδει λόγου κεκρᾶσθαί φασι λέγειν ἐπʼ αὐτοῦ τὸν Ἐρατοσθένην, ὡς πρῶτος Βίων τὴν φιλοσοφίαν ἀνθινὰ ἐνέδυσεν. εὐφυὴς γὰρ ἦν καὶ παρῳδῆσαι· οἷά ἐστιν αὐτοῦ καὶ ταῦτα· "ὦ πέπον Ἀρχύτα, ψαλληγενές, ὀλβιότυφε, τῆς ὑπάτης ἔριδος πάντων ἐμπειρότατʼ ἀνδρῶν."

事实上,还有什么能使他转变为无情念的状态呢?随后,他转投提奥多洛斯门下,听闻无神论者提奥多洛斯在各类言辞中施展诡辩;在他之后,又听从逍遥学派的提奥弗拉斯托斯。他富于戏剧性,极擅长以可笑的方式剖析事理,对事物滥用粗鄙的辞藻。正因混杂了各色言语形态,据说埃拉托斯特尼曾谈及他,称比翁乃是首位使哲学披上杂色艳丽花袍的人。因为他在戏仿诗作上也颇有天赋;他的这类诗句便有如下例子: “啊,愚拙的阿基塔斯,抚琴者之子,充斥虚荣之辈, 在一切人之中于那至高之纷争最为精通者。”

καὶ ὅλως καὶ μουσικὴν καὶ γεωμετρίαν διέπαιζεν. ἦν δὲ πολυτελής· καὶ διὰ τοῦτο πόλιν ἐκ πόλεως ἤμειβεν, ἐνίοτε καὶ φαντασίαν ἐπιτεχνώμενος. ἐν γοῦν Ῥόδῳ τοὺς ναύτας ἔπεισε σχολαστικὰς ἐσθῆτας ἀναλαβεῖν καὶ ἀκολουθῆσαι αὐτῷ· σὺν οἷς εἰσβάλλων εἰς τὸ γυμνάσιον περίβλεπτος ἦν. εἰώθει τε νεανίσκων τινῶν υἱοθεσίας ποιεῖσθαι εἰς τὸ ἀποχρῆσθαι αὐτοῖς ἔς τε τὰς ἡδονὰς καὶ ὥστε φυλάττεσθαι ὑπʼ εὐνοίας αὐτῶν· ἀλλὰ καὶ φίλαυτος ἦν ἰσχυρῶς καὶ πολὺς ἐγκείμενος τῷ Κοινὰ τὰ φίλων2. παρʼ ὃ καὶ οὐδεὶς μαθητὴς αὐτοῦ ἐπιγράφεται, τοσούτων αὐτῷ σχολασάντων· καίτοι τινὰς εἰς ἀναισχυντίαν προῆγεν.

总之,他对音乐和几何学皆加戏弄。他生活奢靡,因此辗转于城邦之间,有时甚至施展手腕营造排场。例如在罗得岛,他劝说水夫们换上学徒服饰跟随自己;他与他们一同闯入体育馆,引得众人瞩目。他向来习惯于收养某些青年为义子,以便利用他们来取乐,并依靠他们的好感防卫自身;然而他又极度自私自利,强烈执着于“朋友之物共有”这一格言(只顾自己索取)。因此,尽管曾有那么多人随他问学,却没有一人被称为他的门徒;不过,他确曾诱导某些人走向厚颜无耻。

ὁ γοῦν Βητίων εἷς τῶν συνήθων αὐτῷ πρὸς Μενέδημόν ποτε λέγεται εἰπεῖν, ἐγώ τοι, ὦ Μενέδημε, νύκτωρ συνδέομαι3 Βίωνι καὶ οὐδὲν ἄτοπον δοκῶ μοι πεπονθέναι. πολλὰ δὲ καὶ ἀθεώτερον προεφέρετο τοῖς ὁμιλοῦσι, τοῦτο Θεοδώρειον ἀπολαύσας. καὶ ὕστερόν ποτε ἐμπεσὼν εἰς νόσον, ὡς ἔφασκον οἱ ἐν Χαλκίδι—αὐτόθι γὰρ καὶ κατέστρεψε—περίαπτα λαβεῖν ἐπείσθη καὶ μεταγινώσκειν ἐφʼ οἷς ἐπλημμέλησεν εἰς τὸ θεῖον. ἀπορίᾳ δὲ καὶ τῶν νοσοκομούντων δεινῶς διετίθετο, ἕως Ἀντίγονος αὐτῷ δύο θεράποντας ἀπέστειλε. καὶ ἠκολούθει γε αὐτὸς ἐν φορείῳ, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ. Ἀλλὰ καὶ ὣς κατέστρεψε καὶ ἡμεῖς αὐτὸν οὕτως ᾐτιασάμεθα·

例如他的密友之一贝提翁,据说曾对墨涅德谟说道: “墨涅德谟啊,我夜间确实与比翁同床共枕,但我自认为并未遭遇任何怪异之事。” 由于染上了提奥多洛斯的习气,他对同道者屡屡发表颇为无神论的言论。后来他患上重病——正如在哈尔基斯的人们所言,他亦在此处离世——他竟被说服戴上护身符,并为自己冒犯神明之举深表悔恨。由于缺乏看护者,他境况十分凄惨,直到安提柯派给他两名奴仆。正如法沃里努斯在《杂史》中所说,国王本人甚至坐着舆车亲自前去探望。 然而他终究还是死去了,我们曾这样指责他:

"Βίωνα, τὸν Βορυσθένης ἔφυσε γῆ Σκύθισσα, λέγειν ἀκούομεν θεοὺς ὡς οὐδέν εἰσιν ὄντως. κεἰ μὲν τὸ δόγμα τοῦτʼ ἔχων ἔμιμνεν, ἦν ἂν εἰκὸς λέγειν, φρονεῖν ὅπως δοκεῖ· κακῶς μέν, ἀλλʼ ἔδοξε. νῦν δʼ ἐς νόσον πεσὼν μακρὴν καὶ μὴ θάνῃ δεδοικὼς ὁ μὴ θεοὺς εἶναι λέγων, ὁ νηὸν οὐδὲ βλέψας,"

“我们听说,斯基泰之地博里斯提涅斯所生的比翁, 曾断言众神实则乌有。 假使他始终固守这一见解,那本可以说: 随他依其意愿去思考吧;虽是错谬,但他终究是这般认为的。 然而如今陷入漫长的病痛,因害怕死去, 这位声称无神、连神庙都不屑一顾的人,”

" ὁ πολλὰ χλευάσας βροτούς, ὅσοι θεοῖς ἔθυον, οὐ μοῦνον ἐσχάρης ὕπερ βωμῶν τε καὶ τραπέζης κνίσῃ, λίπει, θυλήμασιν θεῶν ἔδαισε ῥῖνας· οὐδʼ εἶπε μοῦνον, Ἤλιτον, σύγγνωτε τοῖς πρίν· ἀλλὰ καὶ γραῒ δῶκεν εὐμαρῶς τράχηλον εἰς ἐπῳδὴν καὶ σκυτίσιν βραχίονας πεπεισμένως ἔδησε·"

“ 这位肆意嘲笑凡间向神明祭祀之众的人, 不仅在炉灶、祭坛和供桌之上, 以油烟、油脂和麦饼取悦众神的鼻息; 他不仅说道:‘我犯了过错,请宽恕前嫌’;甚至 还甘愿将脖颈伸向老妇以求施咒, 深信不疑地任由皮带缚住自己的双臂;”

" ῥάμνον τε καὶ κλάδον δάφνης ὑπὲρ θύρην ἔθηκεν, ἅπαντα μᾶλλον ἢ θανεῖν ἕτοιμος ὢν ὑπουργεῖν. μωρὸς δʼ ὃς ἤθελέν τινος μισθοῦ τὸ θεῖον εἶναι, ὡς τῶν θεῶν ὄντων ὅταν Βίων θέλῃ νομίζειν. τοιγὰρ μάτην φρονῶν, ὅτʼ ἦν ἅπας ὁ λέμφος ἄνθραξ4, τὴν χεῖρα τείνας ὧδέ πως, Χαῖρʼ, εἶπε, χαῖρε, Πλουτεῦ."

“ 并将鼠李与月桂枝插于门上, 宁愿承受一切,只要能够免死。 这个蠢人,竟妄图神明看在某种报酬的份上而存在, 宛如只要比翁乐意信奉,众神便会应运而生。 因此当其鼻息尽化为炭火之际,他在妄想中 如此伸出手来,说道:‘别了,别了,普鲁同!’”

Γεγόνασι δὲ Βίωνες δέκα· πρῶτος ὁ Φερεκύδῃ τῷ Συρίῳ συνακμάσας, οὗ φέρεται βιβλία δύο Ἰάδι· ἔστι δὲ Προκοννήσιος. δεύτερος Συρακόσιος, τέχνας ῥητορικὰς γεγραφώς· τρίτος αὐτὸς οὗτος· τέταρτος Δημοκρίτειος καὶ μαθηματικός, Ἀβδη· ρίτης, Ἀτθίδι γεγραφὼς καὶ Ἰάδι· οὗτος πρῶτος εἶπεν εἶναί τινας οἰκήσεις ἔνθα γίνεσθαι ἓξ μηνῶν τὴν νύκτα καὶ ἓξ τὴν ἡμέραν. πέμπτος Σολεύς, Αἰθιοπικὰ γεγραφώς· ἕκτος ῥητορικός, οὗ φέρεται ἐννέα βιβλία Μουσῶν ἐπιγραφόμενα· ἕβδομος μελικὸς ποιητής· ὄγδοος Μιλήσιος ἀνδριαντοποιός, οὗ μέμνηται καὶ Πολέμων· ἔνατος ποιητὴς τραγῳδίας τῶν Ταρσικῶν λεγομένων· δέκατος ἀγαλματοποιὸς Κλαζομένιος ἢ Χῖος, οὗ μέμνηται καὶ Ἱππῶναξ.

名为比翁者共有十人:第一位与叙罗斯的费雷居德斯同处盛年,传有两卷伊奥尼亚方言的著作,是普罗孔涅索斯人。第二位是叙拉古人,著有修辞学技艺之作。第三位即此人自身。第四位是德谟克利特派学者兼数学家,阿布德拉人,以阿提卡与伊奥尼亚方言著书;是他首倡存在夜长六月、昼长六月的居住之地。第五位是索洛伊人,著有《埃塞俄比亚纪》。第六位是修辞学家,传有以缪斯命名的九卷书。第七位是抒情诗人。第八位是米利都的人像雕塑家,波勒蒙亦曾提及他。第九位是所谓塔尔苏斯派的悲剧诗人。第十位是克拉佐墨奈或奇奥斯的神像雕塑家,希波纳克斯亦曾提及他。

语法注4 条
  1. 4.7.52καὶ τί γὰρ ἄλλο μετεσκεύασεν αὐτὸν πρὸς ἀπάθειαν;

    短语 καὶ ... γάρ 引出一个修辞性反问句,承接前文对比翁改信犬儒学派之原因的说明:“事实上,还有什么能使他转变为无情念的状态呢?”暗示正是粗袍和皮囊等犬儒装束塑造了他的无情念(ἀπάθεια)。

  2. 4.7.53πολὺς ἐγκείμενος τῷ Κοινὰ τὰ φίλων

    短语 πολὺς ἐγκείμενος 意为“极力坚持、紧咬不放”,后接与格短语 Κοινὰ τὰ φίλων(“朋友之物共有”)。这句古老格言与紧邻的 φίλαυτος ἰσχυρῶς(“极度自私”)形成对比,表明比翁极其自私地利用这一格言作为挥霍占用他人资财的借口。

  3. 4.7.54συνδέομαι

    现在直陈语气中被动态。动词 συνδέω(“捆绑在一起”)或异文 συνδύομαι(“同床入眠”)在此是以戏谑而委婉的方式指称夜间与比翁同寝同宿,贝提翁借此表示尽管比翁声名狼藉,自己并无异常遭遇。

  4. 4.7.57ὅτʼ ἦν ἅπας ὁ λέμφος ἄνθραξ

    表时间的时间状语从句:“当所有的鼻涕都化作炭火之时”。λέμφος 意为鼻涕或黏液,与 ἄνθραξ(木炭、炭火)搭配,形象地比喻热病垂危之际体内体液被高热灼干的濒死状态。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:4.7.52-4.7.58