← 第欧根尼·拉尔修

哲人言行录

§4.7.46-4.7.51

比翁的身世与机智言行

本节记述了哲学家比翁向安提柯国王自述其卑微出身及脱离奴籍投身哲学的身世,并汇集了他机智辛辣的诸多格言以及早年的学派转向。

← 上一节下一节 →

Βίων τὸ μὲν γένος ἦν Βορυσθενίτης, ὧντινων δὲ γονέων καὶ ἀφʼ οἵων πραγμάτων ἧξεν ἐπὶ φιλοσοφίαν, αὐτὸς Ἀντιγόνῳ διασαφεῖ. ἐρομένου γὰρ αὐτὸν "τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;" αἰσθόμενος ὅτι προδιαβέβληται, φησὶ πρὸς αὐτόν· ἐμοὶ ὁ πατὴρ μὲν ἦν ἀπελεύθερος, τῷ ἀγκῶνι ἀπομυσσόμενος1—διεδήλου δὲ τὸν ταριχέμπορον—γένος Βορυσθενίτης, ἔχων οὐ πρόσωπον, ἀλλὰ συγγραφὴν ἐπὶ τοῦ προσώπου, τῆς τοῦ δεσπότου πικρίας σύμβολον· μήτηρ δὲ οἵαν ὁ τοιοῦτος ἂν γήμαι, ἀπʼ οἰκήματος. ἔπειτα ὁ πατὴρ παρατελωνησάμενός τι πανοίκιος ἐπράθη μεθʼ ἡμῶν. καί με ἀγοράζει τις ῥήτωρ νεώτερον ὄντα καὶ εὔχαριν· ὃς καὶ ἀποθνήσκων κατέλιπέ μοι πάντα.

比翁按出身是博里斯提涅斯人;至于他出身于怎样的父母、又由何种际遇走向哲学,他自己曾向安提柯讲明。因为当国王询问他: “你算何许人,来自何方?你的城邦与父母在何处?” 比翁察觉到自己已被预先中伤,便对国王说道: “我的父亲曾是个放免奴隶,用手肘擦鼻涕的人——他以此指称腌鱼商人——按出身是博里斯提涅斯人,没有面孔,脸上却刻着文书,那是主家残酷的烙印;而我的母亲则是此类男人所能迎娶的那种女人,出身娼门。后来父亲因包税舞弊,连同我们全家一并被变卖为奴。有个修辞学家买下了尚属年少而招人喜爱的我;他临终时,将全部资财留给了我。

κἀγὼ κατακαύσας αὐτοῦ τὰ συγγράμματα καὶ πάντα συγξύσας Ἀθήναζε ἦλθον καὶ ἐφιλοσόφησα. "ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι." ταῦτά ἐστι τὰ κατʼ ἐμέ. ὥστε παυσάσθωσαν Περσαῖός τε καὶ Φιλωνίδης ἱστοροῦντες αὐτά· σκόπει δέ με ἐξ ἐμαυτοῦ. Καὶ ἦν ὡς ἀληθῶς ὁ Βίων τὰ μὲν ἄλλα πολύτροπος καὶ σοφιστὴς ποικίλος καὶ πλείστας ἀφορμὰς δεδωκὼς τοῖς βουλομένοις καθιππάζεσθαι φιλοσοφίας· ἔν τισι δὲ καὶ πομπικὸς καὶ ἀπολαῦσαι τύφου δυνάμενος. πλεῖστά τε καταλέλοιπεν ὑπομνήματα, ἀλλὰ καὶ ἀποφθέγματα χρειώδη πραγματείαν περιέχοντα. οἷον ὀνειδιζόμενος ἐπὶ τῷ μὴ θηρᾶσαι μειράκιον, οὐχ οἷόντε, εἶπεν, ἁπαλὸν τυρὸν ἀγκίστρῳ ἐπισπᾶσθαι.

我烧毁了他的著作,搜括起全部家财,前往雅典研习哲学。 ‘我自豪于正是出自这一家系与血统。’ 此即我身世之实情。因此让佩耳塞奥斯与菲罗尼得斯停止传说这些事吧;请您单凭我自身来评判我。” 事实上,比翁在其他方面确是个圆融多变之士,一位面目多样的智者,给那些意欲嘲弄哲学的人提供了极多的口实;在某些事上他又好讲排场,能够沉溺于虚荣。他留下了大量的札记,更有蕴含切实功用的格言警句。例如,当他因未能猎取一个美少年而遭责备时,他说道: “用钓钩是拉不起软奶酪的。”

ἐρωτηθείς ποτε τίς μᾶλλον ἀγωνιᾷ, ἔφη, ὁ τὰ μέγιστα βουλόμενος εὐημερεῖν. ἐρωτηθεὶς εἰ γήμαι—ἀναφέρεται γὰρ καὶ εἰς τοῦτον—ἔφη, ἐὰν μὲν γήμῃς αἰσχράν, ἕξεις ποινήν· ἂν δὲ καλήν, ἕξεις κοινήν. τὸ γῆρας ἔλεγεν ὅρμον εἶναι τῶν κακῶν· εἰς αὐτὸ γοῦν πάντα καταφεύγειν. τὴν δόξαν 〈ἀρ〉ετῶν μητέρα εἶναι· τὸ κάλλος ἀλλότριον ἀγαθόν· τὸν πλοῦτον νεῦρα πραγμάτων. πρὸς τὸν τὰ χωρία κατεδηδοκότα, τὸν μὲν Ἀμφιάραον, ἔφη, ἡ γῆ κατέπιε, σὺ δὲ τὴν γῆν. μέγα κακὸν τὸ μὴ δύνασθαι φέρειν κακόν. κατεγίνωσκε δὲ καὶ τῶν τοὺς ἀνθρώπους κατακαόντων μὲν ὡς ἀναισθήτους, παρακαόντων δὲ ὡς αἰσθανομένους.

有人曾问他,谁承受着更大的痛苦?他答道: “渴望获取极盛顺境之人。” 当被问及是否应当结婚时——此语亦归于他名下——他说道: “若你娶个丑妇,便得受刑;若娶个美妇,便与人共享。” 他常说老年是诸般灾祸的港湾;因为一切灾祸终归逃向老年。声誉是诸德之母;美貌是他人的益品;财富是诸事的筋腱。对一个耗尽田产的人,他说道: “大地吞没了安菲阿拉俄斯,而你却吞没了大地。” 他又说,无法忍受灾祸本身就是大灾祸。他还谴责那些把死人当作无知觉者予以火葬、却又在其旁生火如同他们仍有知觉一样的人。

ἔλεγε δὲ συνεχὲς ὅτι αἱρετώτερόν ἐστι τὴν ὥραν ἄλλῳ χαρίζεσθαι ἢ ἀλλοτρίας ἀποδρέπεσθαι· καὶ γὰρ εἰς σῶμα βλάπτεσθαι καὶ εἰς ψυχήν. διέβαλε δὲ καὶ τὸν Σωκράτην, λέγων ὡς εἰ μὲν εἶχεν Ἀλκιβιάδου χρείαν καὶ ἀπείχετο, μάταιος ἦν· εἰ δὲ μὴ εἶχεν, οὐδὲν ἐποίει παράδοξον. εὔκολον ἔφασκε τὴν εἰς ᾅδου ὁδόν· καταμύοντας γοῦν ἀπιέναι. τὸν Ἀλκιβιάδην μεμφόμενος ἔλεγεν ὡς νέος μὲν ὢν τοὺς ἄνδρας ἀπαγάγοι τῶν γυναικῶν, νεανίσκος δὲ γενόμενος τὰς γυναῖκας τῶν ἀνδρῶν. ἐν Ῥόδῳ τὰ ῥητορικὰ διασκούντων τῶν Ἀθηναίων τὰ φιλοσοφούμενα ἐδίδασκε· πρὸς οὖν τὸν αἰτιασάμενον ἔφη, πυροὺς ἐκόμισα καὶ κριθὰς πιπράσκω;

他屡次说,将自己的青春赠予他人,比采摘他人的青春更为可取;因为采摘他人青春会使肉体与灵魂皆受损伤。他还诋毁苏格拉底,声称如果苏格拉底需要阿尔基比亚德斯而克制自律,便是愚蠢;如果他不需要,便未做任何出奇之事。他宣称通往冥府之路极为便当;人们闭着眼睛便离去了。他在责难阿尔基比亚德斯时说,此人年少时从妻子们手中夺走丈夫,成年后又从丈夫们手中夺走妻子。雅典人在罗得岛演练修辞术时,他讲授哲学论题;面对指责他的人,他说道: “难道我运来小麦,却是为了卖大麦么?”

Ἔλεγε δὲ τοὺς ἐν ᾅδου μᾶλλον ἂν κολάζεσθαι εἰ ὁλοκλήροις καὶ μὴ τετρημένοις ἀγγείοις ὑδροφόρουν2. πρὸς τὸν ἀδολέσχην λιπαροῦντα αὐτῷ συλλαβέσθαι, τὸ ἱκανόν σοι ποιήσω, φησίν, ἐὰν παρακλήτους πέμψῃς καὶ αὐτὸς μὴ ἔλθῃς. πλέων μετὰ πονηρῶν λῃσταῖς περιέπεσε· τῶν δέ, ἀπολώλαμεν, εἰπόντων, ἐὰν γνωσθῶμεν, ἐγὼ δέ γε, φησίν, ἐὰν μὴ γνωσθῶ. τὴν οἴησιν ἔλεγε προκοπῆς ἐγκοπήν. πρὸς τὸν μικρολόγον πλούσιον, οὐχ οὗτος, ἔφη, τὴν οὐσίαν κέκτηται, ἀλλʼ ἡ οὐσία τοῦτον. ἔλεγε τοὺς μικρολόγους τῶν μὲν ὑπαρχόντων ὡς ἰδίων ἐπιμελεῖσθαι, ὡς δʼ ἐξ ἀλλοτρίων μηδὲν ὠφελεῖσθαι. τῇ μὲν ἀνδρείᾳ νέους ὄντας ἔφη χρῆσθαι, τῇ δὲ φρονήσει γηράσκοντας ἀκμάζειν.

他又说,冥府中的受罚者若是用完好而非穿孔的器皿汲水,反而会受到更重的惩罚。面对一个苦苦哀求他协助的喋喋不休之徒,他说道: “若你派来辩护人而你自己不来,我便如你所愿。” 他曾与恶徒同船航行并遭遇海盗;当同行者说: “我们若被认出,就完蛋了!” 他却说: “而我若是没被认出,就完蛋了。” 他常说自负乃进取之阻碍。对一个吝啬的富翁,他说道: “并非此人占有家财,而是家财占有此人。” 他说吝啬之徒照管自己的财产如同照管己物,却享受不到任何好处如同享受他人之物。他说人在年少时应当施展勇敢,随着年岁增长则应在明智上达至全盛。

τοσοῦτον διαφέρειν τὴν φρόνησιν τῶν ἄλλων ἀρετῶν, ὅσον τὴν ὅρασιν τῶν ἄλλων αἰσθήσεων. μὴ δεῖν ἔφασκεν ὀνειδίζειν τὸ γῆρας, εἰς ὅ, ἔφη, πάντες εὐχόμεθα ἐλθεῖν. πρὸς τὸν βάσκανον ἐσκυθρωπακότα, οὐκ οἶδα, ἔφη, πότερον σοὶ κακὸν γέγονεν ἢ ἄλλῳ ἀγαθόν. τὴν δυσγένειαν πονηρὸν ἔλεγεν εἶναι σύνοικον τῇ παρρησίᾳ· "δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ᾖ." τοὺς φίλους ὁποῖοι ἂν ὦσι συντηρεῖν3, ἵνα μὴ δοκοίημεν πονηροῖς κεχρῆσθαι ἢ χρηστοὺς παρῃτῆσθαι. Οὗτος τὴν ἀρχὴν μὲν παρῃτεῖτο τὰ Ἀκαδημαϊκά, καθʼ ὃν χρόνον ἤκουε Κράτητος· εἶτʼ ἐπανείλετο τὴν κυνικὴν ἀγωγήν, λαβὼν τρίβωνα καὶ πήραν.

明智超拔于其他德性,正如视觉超拔于其他感觉。他主张不当侮慢老年,因为他说,我们众人都祈求能够走向老年。面对一个面带阴鸷神色的嫉妒者,他说道: “我不知道是你遭遇了不幸,还是他人碰上了喜事。” 他常说出身低微是直言不讳的不良伴侣: “因它使人沦为奴隶,纵使那人心怀刚勇。” 他还主张无论朋友是何种人皆须维系,免得我们显得与恶人为伍,抑或抛弃了善人。 此人起初在听从克拉特斯讲学之际,拒斥阿卡德米学派的学说;随后他披上粗袍,携起皮囊,皈依了犬儒学派的行径。

语法注3 条
  1. 4.7.46τῷ ἀγκῶνι ἀπομυσσόμενος

    字面义为“用胳膊肘擦鼻涕”。正如后文 διεδήλου δὲ τὸν ταριχέμπορον(指腌鱼商人)所阐明的,这是指贩卖腌鱼者因双手沾满鱼腥油污而只得以手肘擦拭面部,用以生动刻画其粗鄙低下的社会阶层。

  2. 4.7.50τοὺς ἐν ᾅδου μᾶλλον ἂν κολάζεσθαι εἰ ὁλοκλήροις καὶ μὴ τετρημένοις ἀγγείοις ὑδροφόρουν

    间接引语中的非真实条件句:主句为 ἄν 搭配现在不定词 κολάζεσθαι(相当于直说法语气过去未完成时加 ἄν),条件从句则由 εἰ 引领过去未完成时直说法语气 ὑδροφόρουν。此句化用了达那俄斯诸女在冥府中以漏瓮汲水的神话,意趣在于设想若改用完好沉重的陶瓮必须注满水,其劳役惩罚反而更为沉重。

  3. 4.7.51τοὺς φίλους ὁποῖοι ἂν ὦσι συντηρεῖν

    此句承前文省略了言说动词(如 ἔλεγε 或 ἔφη δεῖν),构成了宾格加不定词的间接引语结构(亦可视为祈使性不定词)。τοὺς φίλους 作不定词 συντηρεῖν 的直接宾语,ὁποῖοι ἂν ὦσι 为使用虚拟语气的泛指关系从句(“无论他们是何等人”)。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:4.7.46-4.7.51