← 第欧根尼·拉尔修

哲人言行录

§4.6.41-4.6.45

阿尔克西拉奥斯的轶事、遗嘱与离世

本节记叙了阿尔克西拉奥斯的情爱生活、与逍遥派耶罗纽摩斯等人的攻讦、蒂蒙对其迎合大众倾向的讽刺诗、其宽宏大度的为人及论伊壁鸠鲁派的警句,随后录入致陶玛西亚斯的遗嘱信函,并记载其因狂饮纯酒而死、三位同名人物及生卒盛年年代。

← 上一节下一节 →

καὶ γὰρ δὴ καὶ Δημητρίου τοῦ πλεύσαντος εἰς Κυρήνην ἐπὶ πλέον ἐρασθῆναι λέγεται, καὶ Κλεοχάρους τοῦ Μυρλεανοῦ· ἐφʼ ᾧ1 καὶ πρὸς τοὺς κωμάσαντας εἰπεῖν αὐτὸς μὲν θέλειν ἀνοῖξαι, ἐκεῖνον δὲ διακωλύειν. τούτου δὲ ἤρων καὶ Δημοχάρης ὁ Λάχητος καὶ Πυθοκλῆς ὁ τοῦ Βουγέλου· οὓς καταλαβὼν ὑπʼ ἀνεξικακίας παραχωρεῖν ἔφη. διὰ ταῦτα δὴ οὖν ἔδακνόν τε αὐτὸν οἱ προειρημένοι καὶ ἐπέσκωπτον ὡς φίλοχλον καὶ φιλόδοξον· μάλιστα δὲ ἐπετίθεντο αὐτῷ οἱ περὶ Ἱερώνυμον τὸν Περιπατητικόν, ὁπότε συνάγοι τοὺς φίλους εἰς τὴν Ἁλκυονέως τοῦ Ἀντιγόνου υἱοῦ ἡμέραν, εἰς ἣν ἱκανὰ χρήματα ἀπέστελλεν Ἀντίγονος πρὸς ἀπόλαυσιν.

事实上,据说他曾对航行前往昔兰尼的德米特里奥斯以及米尔勒阿的克勒俄卡勒斯怀有极其炽烈的恋情。关于这位克勒俄卡勒斯,据说当一群喧哗狂饮的狂欢者前来造访时,阿尔克西拉奥斯自己本想开门,克勒俄卡勒斯却予以阻拦。然而拉刻斯之子德摩卡勒斯与布格罗斯之子皮托克勒斯亦爱慕克勒俄卡勒斯;当阿尔克西拉奥斯撞见他们在一起时,出于隐忍宽容而声称自己退避让步。正是由于这些缘由,前述的论敌们便攻讦他,讥讽他迎合大众、沽名钓誉;而当逍遥学派的耶罗纽摩斯门人每逢为安提柯之子哈尔库奥纽斯的诞辰聚集友人时,对他的抨击最为激烈,安提柯曾为该节庆汇拨了充足的宴乐资金。

ἔνθα καὶ παραιτούμενος ἑκάστοτε τὰς ἐπικυλικείους ἐξηγήσεις πρὸς Ἀριδείκην προτείνοντά τι θεώρημα καὶ ἀξιοῦντα εἰς αὐτὸ λέγειν εἶπεν, ἀλλʼ αὐτὸ τοῦτο μάλιστα φιλοσοφίας ἴδιον, τὸ τὸν καιρὸν ἑκάστων ἐπίστασθαι2. εἰς δὲ τὸ διαβαλλόμενον αὐτοῦ φίλοχλον καὶ Τίμων τά τʼ ἄλλα φησίν, ἀτὰρ δὴ καὶ τοῦτον τὸν τρόπον· "ὣς εἰπὼν ὄχλοιο περίστασιν εἰσκατέδυνεν. οἱ δέ μιν ἠΰτε γλαῦκα πέρι σπίζαι τερατοῦντο ἠλέματον δεικνύντες, ὁθούνεκεν ὀχλοάρεσκος. οὐ μέγα πρῆγμα, τάλας· τί πλατύνεαι ἠλίθιος ὥς;" Οὐ μὴν ἀλλʼ οὕτως ἄτυφος ἦν ὥστε τοῖς μαθηταῖς παρῄνει καὶ ἄλλων ἀκούειν. καί τινος Χίου νεανίσκου μὴ εὐαρεστουμένου τῇ διατριβῇ αὐτοῦ, ἀλλʼ Ἱερωνύμου τοῦ προειρημένου, αὐτὸς ἀπαγαγὼν συνέστησε τῷ φιλοσόφῳ, παραινέσας εὐτακτεῖν.

在那些集会上,阿尔克西拉奥斯屡次谢绝在酒席之间发表哲学阐释;当阿里得刻斯提出一个理论论题并要求他对此发表演说时,他说道: “难道这不正是哲学最根本的特质所在么?即通晓万事万物的合宜时机。” 关于他那遭人非议的迎合大众之举,蒂蒙在其著述中多处提及,尤其是以如下方式咏道: “言罢,他便潜入了汹涌的人群环绕之中。 众人惊异地围着他,宛如麻雀围聚着猫头鹰, 将他当作空洞的把戏指指点点,只因他迎合乌合之众。 这算不得什么壮举,可怜的人哪!你何苦如愚夫般自我膨胀?” 然而,他为人毫无骄矜之气,乃至劝勉弟子们亦去聆听他人的讲学。当一名来自基俄斯的青年对他的学塾不满、而倾心于前述的耶罗纽摩斯时,阿尔克西拉奥斯亲自引带着他去引见给那位哲学家,并告诫青年要守规矩循正道。

Χάριεν δʼ αὐτοῦ φέρεται κἀκεῖνο· πρὸς τὸν πυθόμενον διὰ τί ἐκ μὲν τῶν ἄλλων μεταβαίνουσιν εἰς τὴν Ἐπικούρειον, ἐκ δὲ τῶν Ἐπικουρείων οὐδέποτε, ἔφη, ἐκ μὲν γὰρ ἀνδρῶν γάλλοι γίνονται, ἐκ δὲ γάλλων ἄνδρες οὐ γίνονται. Λοιπὸν δὲ πρὸς τῷ τέλει γενόμενος ἅπαντα καταλέλοιπε Πυλάδῃ τἀδελφῷ τὰ αὑτοῦ, ἀνθʼ ὧν ἐς Χῖον αὐτὸν προήγαγε τὸν Μοιρέαν λανθάνων, κἀκεῖθεν εἰς Ἀθήνας ἀπήγαγε. περιιὼν δὲ οὔτε γύναιον ἐπηγάγετο οὔτʼ ἐπαιδοποιήσατο. τρεῖς τε διαθήκας ποιησάμενος ἔθετο τὴν μὲν ἐν Ἐρετρίᾳ πρὸς Ἀμφίκριτον, τὴν δʼ Ἀθήνησι παρά τινας τῶν φίλων, τὴν δὲ τρίτην ἀπέστειλεν εἰς οἶκον πρὸς Θαυμασίαν ἕνα τινὰ τῶν ἀναγκαίων, ἀξιώσας διατηρῆσαι· πρὸς ὃν καὶ γράφει ταυτί· “Ἀρκεσίλαος Θαυμασίᾳ χαίρειν.

关于他还有这样一则妙语流传:有人询问为何人们会从其他学派转投伊壁鸠鲁学派,却从未有人从伊壁鸠鲁派转投他派,他答道: “因为健全的男子可以变成阉人,而阉人却绝不能变成健全的男子。” 临近暮年之际,他将自己所有的家产尽数遗赠给兄弟皮拉德斯,以此报答其兄避开摩伊勒阿斯的耳目秘密将他引出至基俄斯、复从该处带至雅典之恩。终其一生,他既未纳妇室,亦未繁衍子嗣。他立下三份遗嘱:一份存放在埃雷特里亚的阿姆菲克里托斯处,一份存放在雅典的数位友人处,第三份则寄回故乡,托付给近亲之一的陶玛西亚斯,嘱其妥为保管;他致该人的信函如下: “阿尔克西拉奥斯向陶玛西亚斯问安。

“Δέδωκα Διογένει διαθήκας ἐμαυτοῦ κομίσαι πρὸς σέ διὰ γὰρ τὸ πολλάκις ἀρρωστεῖν καὶ τὸ σῶμα ἀσθενῶς ἔχειν ἔδοξέ μοι διαθέσθαι, ἵνʼ εἴ τι γένοιτο ἀλλοῖον, μήτι σὲ ἠδικηκὼς ἀπίω τὸν εἰς ἔμʼ ἐκτενῶς οὕτω πεφιλοτιμημένον. καὶ ἀξιοπιστότατος δʼ εἶ τῶν ἐνθάδε σύ μοι τηρῶν αὐτὰς3 διά τε τὴν ἡλικίαν καὶ τὴν πρὸς ἡμᾶς οἰκειότητα. πειρῶ οὖν, μεμνημένος διότι σοι πίστιν τὴν ἀναγκαιοτάτην παρακατατίθεμαι, δίκαιος ἡμῖν εἶναι, ὅπως ὅσον ἐπὶ σοὶ τὰ κατʼ ἐμὲ εὐσχημόνως ᾖ μοι διῳκημένα. κεῖνται δὲ Ἀθήνησιν αὗται παρά τισι τῶν γνωρίμων καὶ ἐν Ἐρετρίᾳ παρʼ Ἀμφικρίτῳ. Ἐτελεύτησε δέ, ὥς φησιν Ἕρμιππος, ἄκρατον ἐμφορηθεὶς πολὺν καὶ παρακόφας, ἤδη γεγονὼς ἔτος πέμπτον καὶ ἑβδομηκοστόν, ἀποδεχθεὶς πρὸς Ἀθηναίων ὡς οὐδείς.

“我已将本人的遗嘱托第欧根尼带交予你。因我常罹疾患且身体孱弱,故认为应当立下遗嘱,以防若有不测发生,我不致辜负你这位对我竭诚厚待之人便撒手人寰。依凭你的年纪以及与我们家的亲厚关系,在当地为我保管遗嘱的人选中,你是最可信赖之人。因此,念及我将最重大的信托交付予你,请勉力对我克尽道义,俾使在你的权责范围内,我身后的诸项事务皆能得以体面整饬地处置。这些遗嘱副本一份存放在雅典的几位熟人处,另一份存放在埃雷特里亚的阿姆菲克里托斯处。” 据赫尔米波斯记载,他因狂饮大量未经掺兑的纯酒以致神智昏乱而去世,终年已满七十五岁;在雅典人中他受推崇的程度无出其右。

Ἔστι καὶ εἰς τοῦτον ἡμῶν· "Ἀρκεσίλαε, τί μοι τόσον οἶνον ἄκρητον ἀφειδῶς ἔσπασας, ὥστε φρενῶν ἐκτὸς ὄλισθες ἑῶν; οἰκτείρω σʼ οὐ τόσσον ἐπεὶ θάνες, ἀλλʼ ὅτι Μούσας ὕβρισας οὐ μετρίῃ χρησάμενος κύλικι." Γεγόνασι δὲ καὶ ἄλλοι τρεῖς Ἀρκεσίλαοι· ποιητὴς ἀρχαίας κωμῳδίας, ἄλλος ἐλεγείας, ἕτερος ἀγαλματοποιός· εἰς ὃν καὶ Σιμωνίδης ἐποίησεν ἐπίγραμμα τουτί· "Ἀρτέμιδος τόδʼ ἄγαλμα, διηκόσιαι δʼ ἄρʼ ὁ μισθὸς δραχμαὶ ταὶ Πάριαι, τῶν ἐπίσημα τράγος. ἀσκητὸς δʼ ἐποίησεν Ἀθηναίης παλάμῃσιν ἄξιος Ἀρκεσίλας υἱὸς Ἀριστοδίκου." Ὁ δὲ προειρημένος φιλόσοφος, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς, ἤκμαζε περὶ τὴν εἰκοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα.

我们亦有题及他的诗作: “阿尔克西拉奥斯啊,为何你这般毫无节制地豪饮浓烈的纯酒, 乃至滑出了自己清醒的神智之外? 我怜悯你,倒不甚因你的身亡,而是痛惜你痛饮无度之杯, 侮慢了文艺的缪斯。” 历史上另有三位同名为阿尔克西拉奥斯的人物:一位是旧喜剧诗人,一位是哀歌诗人,另一位是雕塑家;西摩尼得斯曾为这位雕塑家题写了如下铭辞: “此乃阿耳忒弥斯之雕像,其酬金为二百 帕罗斯德拉克马,其币印为公羊之形; 由雅典娜技艺精熟之手、 阿里斯托迪科斯之子、名实相副的阿尔克西拉斯所铸造。” 至于前述之哲学家,正如阿波罗多洛斯在《编年史》中所言,其盛年约在第一百二十届奥林匹亚运动会之际。

语法注3 条
  1. 4.6.41ἐφʼ ᾧ

    介词 ἐπί 与关系代词与格 ᾧ 的组合。既可指代前述之克勒俄卡勒斯(Κλεοχάρους),意为“关于他”,亦可作为承接整件事态的连词性短语(意为“为此/在此情形下”)。鉴于后文紧接着叙述与克勒俄卡勒斯及狂欢者(κωμασταί)相关的逸事,作“关于此人/就此事而言”解最为自然。

  2. 4.6.42ἀλλʼ αὐτὸ τοῦτο μάλιστα φιλοσοφίας ἴδιον, τὸ τὸν καιρὸν ἑκάστων ἐπίστασθαι

    指示代词 αὐτὸ τοῦτο 作主语,ἴδιον(支配属格 φιλοσοφίας)为表语形容词,省略了系动词 ἐστί。带冠词的不定词短语 τὸ τὸν καιρὸν ἑκάστων ἐπίστασθαι(“通晓万事万物之适宜时机”)作为同位语(epexegesis)详细解释 αὐτὸ τοῦτο 的具体内涵。

  3. 4.6.44σύ μοι τηρῶν αὐτάς

    现在分词 τηρῶν 对谓语 ἀξιοπιστότατος ... εἶ(“你是最可信赖的”)起限定或方式/范畴说明作用(“在替我保管这些遗嘱上/作为保管者”),在句意上等同于说明性不定词(即相当于 τηρεῖν,“最足以托付保管”)。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:4.6.41-4.6.45