← 第欧根尼·拉尔修

哲人言行录

§4.6.35-4.6.40

阿尔克西拉奥斯的机智为人与私生活

本段记叙了阿尔克西拉奥斯机锋犀利的言谈应对、授课与谈吐的习惯、慷慨仁善的为人、对君王权贵的自持态度,以及其豪奢多情的私生活与斯多亚学派对他的攻讦。

← 上一节下一节 →

"ἔξεστʼ ἐρωτᾶν πότνιά σʼ ἢ σιγὴν ἔχω;" ὑπολαβὼν ἔφη· "γύναι, τί μοι τραχεῖα κοὐκ εἰθισμένως λαλεῖς;" στωμύλου δὲ ἀγεννοῦς πράγματα αὐτῷ παρέχοντος ἔφη· "ἀκόλασθʼ ὁμιλεῖν γίγνεται δούλων τέκνα." ἄλλου δὲ πολλὰ φλυαροῦντος οὐδὲ τίτθης αὐτὸν χαλεπῆς τετυχηκέναι ἔφη· τισὶ δὲ οὐδὲ ἀπεκρίνετο. πρὸς δὲ τὸν δανειστικὸν καὶ φιλόλογον εἰπόντα τι ἀγνοεῖν, ἔφη· "λήθουσι γάρ τοι κἀνέμων διέξοδοι θήλειαν ὄρνιν, πλὴν ὅταν τόκος1 παρῇ." ἔστι δὲ ταῦτα ἐκ τοῦ Οἰνομάου τοῦ Σοφοκλέους.

“令人敬畏的主人啊,我可得发问,抑或当守沉默?” 阿尔克西拉奥斯接过来言道: “妇人啊,你因何待我这般粗厉,说话不依平日之态?” 当一个出身卑贱的多嘴之徒惹他厌烦时,他说道: “奴隶的子嗣生来便口无遮拦。” 另有一人滔滔不绝地胡扯,他便说此人甚至未曾遇过一位严厉的乳母;对于某些人,他甚至根本不予置答。对一位自诩爱好文辞的放债人,当此人声称对某事一无所知时,他说道: “因为诸风穿行之路, 实难瞒过雌鸟之眼,除非临近产卵之时。” 此二句引自索福克勒斯的《奥诺马奥斯》。

Πρὸς Ἀλεξίνειόν τινα διαλεκτικὸν μὴ δυνάμενον κατʼ ἀξίαν τῶν Ἀλεξίνου τι διηγήσασθαι τὸ Φιλοξένῳ πρὸς τοὺς πλινθιακοὺς πραχθὲν2 εἶπεν· ἐκεῖνος γὰρ τὰ αὑτοῦ κακῶς ᾅδοντας τούτους καταλαβὼν αὐτὸς τὰς πλίνθους αὐτῶν συνεπάτησεν, εἰπών, ὡς ὑμεῖς τὰ ἐμὰ διαφθείρετε, οὕτω κἀγὼ τὰ ὑμέτερα. ἤχθετο οὖν δὴ τοῖς μὴ καθʼ ὥραν τὰ μαθήματα ἀνειληφόσι. φυσικῶς δέ πως ἐν τῷ διαλέγεσθαι ἐχρῆτο τῷ Φημʼ ἐγώ, καί, Οὐ συγκαταθήσεται τούτοις ὁ δεῖνα, εἰπὼν τοὔνομα· ὃ καὶ πολλοὶ τῶν μαθητῶν ἐζήλουν 〈ὡσ〉 καὶ τὴν ῥητορείαν καὶ πᾶν τὸ σχῆμα.

面对一位不能恰当阐释阿莱克西诺斯之说的该派辩证学者,他讲述了菲洛克塞诺斯对待制砖工人的往事:菲洛克塞诺斯见工人们把自己谱写的歌曲唱得走调难听,便亲脚践踏他们的泥砖,说道: “正如你们糟践我的作品,我也同样糟践你们的作品。” 因此,他极其厌恶那些不在合宜之时修习学业的人。在论辩时,他宛如出于天性般习惯于使用“我断言”以及“某某人(并指名道姓)绝不会赞同此事”等口癖;这些口癖与他的修辞技艺以及整套仪态一样,亦为他的诸多弟子所效仿。

Ἦν δὲ καὶ εὑρεσιλογώτατος ἀπαντῆσαι εὐστόχως καὶ ἐπὶ τὸ προκείμενον ἀνενεγκεῖν τὴν περίοδον τῶν λόγων καὶ ἅπαντι συναρμόσασθαι καιρῷ. πειστικός τε ὑπὲρ πάνθʼ ὁντινοῦν· παρὸ καὶ πλείους πρὸς αὐτὸν ἀπήντων εἰς τὴν σχολὴν καίπερ ὑπʼ ὀξύτητος αὐτοῦ ἐπιπληττόμενοι. ἀλλʼ ἔφερον ἡδέως· καὶ γὰρ ἦν ἀγαθὸς σφόδρα καὶ ἐλπίδων ὑποπιμπλὰς τοὺς ἀκούοντας. ἔν τε τῷ βίῳ κοινωνικώτατος ἐγένετο καὶ εὐεργετῆσαι πρόχειρος ἦν καὶ λαθεῖν τὴν χάριν ἀτυφότατος. εἰσελθὼν γοῦν ποτὲ πρὸς Κτησίβιον νοσοῦντα καὶ ἰδὼν ἀπορίᾳ θλιβόμενον, κρύφα βαλάντιον ὑπέθηκε τῷ προσκεφαλαίῳ· καὶ ὃς εὑρών, Ἀρκεσιλάου, φησί, τὸ παίγνιον. ἀλλὰ καὶ ἄλλοτε χιλίας ἀπέστειλεν.

他极具机敏,善于做出中的的反驳,能将长句论述引回既定论题,并善于适应各种机缘。他比任何人都更具说服力;因此,尽管众人常被他言辞的尖刻所责斥,前去学园造访他的人却反而更多。但人们欣然承受;因为他极富仁心,使听者心中充满希望。在世俗生活中,他亦极其慷慨好施,乐善好施,且在隐匿恩惠之事上极为谦逊退让。有一次他去探望患病的克忒西比奥斯,见其困窘受苦,便悄悄将一个钱袋塞在枕下;克忒西比奥斯发现后说道: “这是阿尔克西拉奥斯的 恶作剧。” 在另一场合,他又曾寄给对方一千德拉克马。

Ἀρχίαν τε τὸν Ἀρκάδα Εὐμένει συστήσας πολλῆς ἐποίησε τυχεῖν τῆς ἀξίας3. ἐλευθέριός τε ὢν καὶ ἀφιλαργυρώτατος εἰς τὰς ἀργυρικὰς δείξεις ἀπήντα πρῶτος, καὶ ἐπὶ τὴν Ἀρχεκράτους καὶ Καλλικράτους τὰς χρυσιαίας παντὸς ἔσπευδε μᾶλλον. συχνοῖς τε ἐπήρκει καὶ συνηράνιζε· καί ποτέ τινος ἀργυρώματα λαβόντος εἰς ὑποδοχὴν φίλων καὶ ἀποστεροῦντος οὐκ ἀπῄτησεν οὐδὲ προσεποιήθη. οἱ δέ φασιν ἐπίτηδες χρῆσαι καὶ ἀποδιδόντος, ἐπεὶ πένης ἦν, χαρίσασθαι. ἦν μὲν οὖν αὐτῷ καὶ ἐν Πιτάνῃ περιουσία, ἀφʼ ἧς ἀπέστειλεν αὐτῷ Πυλάδης ὁ ἀδελφός. ἀλλὰ καὶ ἐχορήγει αὐτῷ πολλὰ Εὐμένης ὁ τοῦ Φιλεταίρου· διὸ καὶ τούτῳ μόνῳ τῶν ἄλλων βασιλέων προσεφώνει.

他将阿卡迪亚人阿尔基阿斯引荐给欧墨尼斯,使之获得了极高的礼遇与地位。由于他生性慷慨且极其鄙视金钱,银器展览时他总是第一个到场,赶赴阿尔克克拉忒斯与卡利克拉忒斯的金器展会也比任何人都更为热切。他扶危济困,积极参与集资分摊;曾有人借走他的银器用于招待朋友,事后赖账不还,他既不催讨,亦不形诸辞色。另有人说,他是故意借给对方的,当对方前来归还时,见其贫困,便直接赠予了对方。他本人在皮塔内确有家产,其兄皮拉德斯自那里向他汇送款项;但菲勒泰罗斯之侄欧墨尼斯亦资助他甚多,因此在诸王之中,他唯独向这位君王献题著作。

Πολλῶν δὲ καὶ τὸν Ἀντίγονον θεραπευόντων καὶ ὁπότε ἥκοι ἀπαντώντων αὐτὸς ἡσύχαζε, μὴ βουλόμενος προεμπίπτειν εἰς γνῶσιν. φίλος τε ἦν μάλιστα Ἱεροκλεῖ τῷ τὴν Μουνιχίαν ἔχοντι καὶ τὸν Πειραιᾶ· ἔν τε ταῖς ἑορταῖς κατῄει πρὸς αὐτὸν ἑκάστοτε. καὶ δὴ καὶ πολλὰ ἐκείνου συμπείθοντος ὥστʼ ἀσπάσασθαι τὸν Ἀντίγονον, οὐκ ἐπείσθη, ἀλλʼ ἕως πυλῶν ἐλθὼν ἀνέστρεψε. μετά τε τὴν Ἀντιγόνου ναυμαχίαν πολλῶν προσιόντων καὶ ἐπιστόλια παρακλητικὰ γραφόντων αὐτὸς ἐσιώπησεν. ἀλλʼ οὖν ὅμως ὑπὲρ τῆς πατρίδος ἐπρέσβευσεν εἰς Δημητριάδα πρὸς Ἀντίγονον καὶ οὐκ ἐπέτυχε. τὸ πᾶν δὴ διέτριβεν ἐν τῇ Ἀκαδημείᾳ τὸν πολιτισμὸν ἐκτοπίζων.

当众人都逢迎安提柯并在其到来之际纷纷出迎时,他自己却泰然处之,不愿自荐以求相识。他与掌管穆尼基亚和比雷埃夫斯的司令官耶罗克勒斯尤为交好,每逢节日必定下到该处看望他。即便耶罗克勒斯再三劝导他前去拜谒安提柯,他亦不从,只走到城门处便折返了。在安提柯的海战告捷之后,许多人前去逢迎并致送贺信,他却始终保持缄默。然而,为了祖国的利益,他仍作为使节前往德米特里阿斯谒见安提柯,虽未获成功。他平日里始终居于阿卡德米学园,远离政治倾轧。

Καί ποτε δὴ καὶ Ἀθήνησιν ἐν τῷ Πειραιεῖ πρὸς τὰς θέσεις λέγων4 ἐχρόνισεν, οἰκείως ἔχων πρὸς Ἱεροκλέα· ἐφʼ ᾧ καὶ πρός τινων διεβάλλετο. πολυτελὴς δὲ ἄγαν ὤν—καὶ τί γὰρ ἄλλο ἢ ἕτερος Ἀρίστιππος;—ἐπὶ τὰ δεῖπνα πρὸς τοὺς ὁμοιοτρόπους μέν, πλὴν ἀλλʼ ἀπήντα. καὶ Θεοδότῃ τε καὶ Φίλᾳ ταῖς Ἠλείαις ἑταίραις συνῴκει φανερῶς καὶ πρὸς τοὺς διασύροντας προεφέρετο τὰς Ἀριστίππου χρείας. φιλομειράκιός τε ἦν καὶ καταφερής· ὅθεν οἱ περὶ Ἀρίστωνα τὸν Χῖον στωικοὶ ἐπεκάλουν αὐτῷ, φθορέα τῶν νέων καὶ κιναιδολόγον καὶ θρασὺν ἀποκαλοῦντες.

有一次在雅典的比雷埃夫斯,因与耶罗克勒斯交厚,他久留该处就普遍论题发表演说;因此事他亦受到某些人的谗毁诽谤。他为人极其豪奢——除了视作又一个阿里斯提波之外还能是什么呢?——不过他参加宴会多与志趣相投者往来。他公然与来自厄利斯的女伎忒俄多忒和菲拉同居,并针对讥讽者援引阿里斯提波的警句为自己辩解。他又嗜好少年且耽于情欲;因此以基俄斯的阿里斯同为首的斯多亚派门人便对他大肆攻讦,斥责他为青年的腐蚀者、秽语狂徒以及放荡无耻之徒。

语法注4 条
  1. 4.6.35τόκος

    引用自索福克勒斯《奥诺马奥斯》中的双关语。在悲剧原意中,该词指鸟类的“产卵、孵化”,但在此处针对一位放债人(δανειστικός)使用,兼具了金融学意义上的“利息”,构成了辛辣的机智讽刺。

  2. 4.6.36τὸ Φιλοξένῳ πρὸς τοὺς πλινθιακοὺς πραχθὲν

    定冠词中性短语,由被动完成时分词 πραχθέν 与表示动作主体的与格 Φιλοξένῳ 构成,作主句动词 εἶπεν 的直接宾语,意为“菲洛克塞诺斯对制砖工人所做之事”。

  3. 4.6.38πολλῆς ἐποίησε τυχεῖν τῆς ἀξίας

    使役句式:ἐποίησε 搭配不定式 τυχεῖν 表示“使其获得”,不定式 τυχεῖν 支配属格补足语 πολλῆς τῆς ἀξίας(“极高的礼遇/地位”)。不定式的逻辑主语(阿尔基阿斯)承接前文分词短语而省略。

  4. 4.6.40πρὸς τὰς θέσεις λέγων

    介词短语 πρὸς τὰς θέσεις 表示“针对/围绕普遍性哲学命题(theses)”,θέσις 是哲学辩论中的专门术语,指不涉及具体人物背景的普遍论题(与具体的假设案件 ὑπόθεσις 相对)。现在分词 λέγων 表伴随状况。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:4.6.35-4.6.40